Διάταξις Ἰακώβου, τοῦ ἀδελφοῦ Ἰωάννου τοῦ Ζεβεδαίου. Φημὶ δὴ κἀγὼ Ἰάκωβος (35), ὁ ἀδελφὸς Ἰωάννου τοῦ Ζεβεδαίου, ἶν᾽ εὐθὺς ὁ διάκονος λέγῃ· Μή τις τῶν κατηχουμένων. Μή τις τῶν ἀκροωμένων· Μή τις τῶν ἀπίστων. Μή τις τῶν ἑτεροδόξων. Οἱ τὴν πρώτην εὐχὴν εὐχόμενοι προέλθετε (36). Τὰ παιδία προσλαμβάνεσθε αἱ μητέρες· μή τις κατά τινος. Μή τις ἐν ὑποκρίσει. Ὀρθοὶ πρὸς Κύριον μετὰ φόβου καὶ τρόμου ἑστῶτες ὦμεν προσφέρειν. Ων γενομένων οἱ διάκονοι προσαγέτωσαν τὰ δῶρα τῷ ἐπισκόπῳ πρὸς τὸ θυσιαστήριον· καὶ οἱ πρεσβύτεροι ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων στηκέτωσαν, ὡς ἂν μαθηταὶ παρεστῶτες διδασκάλῳ. Δύο δὲ διάκονοι ἐξ ἑκατέρων τῶν μερῶν τοῦ θυσιαστηρίου κατεχέτωσαν ἐξ ὑμένων λεπτῶν ῥιπίδιον (37), ἢ πτερῶν ταῶνος, ἢ ὀθόνης· καὶ ἡρέμα ἀποσοβείτωσαν τὰ μικρὰ τῶν ἱπταμένων ζώων, ὅπως ἂν μὴ ἐγχρίμπτωνται εἰς τὰ κύπελλα (38). Εὐξάμενος οὖν καθ' ἑαυτὸν ὁ ἀρχιερεὺς ἅμα τοῖς ἱερεῦσι, καὶ λαμπρὰν ἐσθῆτα μετενδὺς, καὶ στὰς πρὸς τῷ θυσιαστηρίῳ, τὸ τρόπαιον τοῦ σταυροῦ κατὰ τοῦ μετώπου τῇ χειρὶ ποιησάμενος εἰς πάντας (39), εἰπάτω· Ἡ χάρις τοῦ παντοκράτορος Θεοῦ, καὶ ἡ ἀγάπη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, ἔστω μετὰ πάντων ὑμῶν· καὶ πάντες συμφώνως λεγέτωσαν, ὅτι καὶ μετὰ τοῦ πνεύματός σου. Καὶ ὁ ἀρχιερεύς· Ἄνω τὸν νοῦν· καὶ πάντες· Ἔχομεν πρὸς τὸν Κύριον. Καὶ ὁ ἀρ χιερεύς· Εὐχαριστήσωμεν τῷ Κυρίῳ καὶ πάντες· Ἄξιον και δίκαιον. Καὶ ὁ ἀρχιερεὺς εἰπάτω· "Ἄξιον ὡς ἀληθῶς καὶ δίκαιον, πρὸ πάντων ἀνυμνεῖν σε τὸν ὄντως ὄντα Θεὸν, τὸν πρὸ τῶν γεννητῶν ὄντα, «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· · τὸν μόνον ἀγέννητον, καὶ ἄναρχον, καὶ ἀβασίλευτον, καὶ ἀδέσποτον, τὸν ἀνενδεῆ, τὸν παντὸς ἀγαθοῦ χορηγὸν, τὸν πάσης αἰτίας καὶ γενέσεως κρείττονα, τὸν πάντοτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα· ἐξ οὗ τὰ πάντα, καθάπερ ἔκ τινος ἀφετηρίας, εἰς τὸ εἶναι παρῆλθεν. Σὺ γὰρ εἶ ἡ ἄναρχος γνῶσις, ἡ ἀΐδιος ὅρασις, ἡ ἀγέννητος ἀκοὴ, ἡ ἀδίδακτος σοφία· ὁ πρῶτος τῇ φύσει (40), καὶ νόμος (41) τῷ εἶναι, καὶ κρείττων παντὸς ἀριθμοῦ. Τὰ (42) πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν διὰ τοῦ μονογενοῦς σου Υἱοῦ· αὐτὸν δὲ πρὸ πάντων αἰώνων γεννήσας βουλήσει, καὶ δυνάμει (43), καὶ ἀγαθότητι, ἀμεσιτεύτως(44), Υἱὸν μονογενῆ, Λόγον Θεοῦ, Σοφίαν ζῶσαν, πρωτότοκον πάσης κτίσεως, Ἄγγελον τῆς μεγάλης βουλῆς σου, ἀρχιερέα σὸν, βασιλέα δὲ καὶ κύριον πάσης νοητῆς καὶ αἰσθητῆς φύσεως, τὸν πρὸ πάντων (45), δι' οὗ τὰ πάντα. Σὺ γὰρ Θεὲ αἰώνιε, δι' αὐτοῦ τὰ πάντα πεποίηκας, καὶ δι' αὐτοῦ τῆς προσηκούσης προνοίας τὰ ὅλα ἀξιοῖς· δι' οὗ γὰρ τὸ εἶναι ἐχαρίσω, δι' αὐτοῦ καὶ τὸ εὖ εἶναι έδωρήσω. Ὁ Θεὸς καὶ Πατὴρ τοῦ μονογενοῦς Υἱοῦ σου, ὁ δι' αὐτοῦ πρὸ πάντων ποιήσας (46) τὰ χερουβίμ καὶ τὰ σεραφὶμ, αἰῶνάς τε καὶ στρατιὰς (47), δυνάμεις τε καὶ ἐξουσίας, ἀρχάς τε καὶ θρόνους, ἀρχαγγέλους τε καὶ ἀγγέλους · καὶ μετὰ ταῦτα πάντα, ποιήσας δι' αὐτοῦ τὸν φαινόμενον τοῦτον κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ. Σὺ γὰρ εἶ ὁ τὸν οὐρανὸν ὡς καμάραν στήσας, καὶ ὡς δέῤῥιν ἐκτείνας, καὶ τὴν γῆν ἐπ᾽ οὐδενὸς ἱδρύσας γνώμῃ μόνῃ· ὁ πήξας στερέωμα, καὶ νύκτα καὶ ἡμέραν κατασκευάσας· ὁ ἐξαγαγὼν φῶς ἐκ θησαυρῶν, καὶ τῇ τούτου στολῇ (48) ἐπαγαγὼν τὸ σκότος, εἰς ἀνάπαυλαν τῶν ἐν τῷ κόσμῳ κινουμένων ζώων· ὁ τὸν ἥλιον τάξας εἰς ἀρχὰς τῆς ἡμέρας, ἐν οὐρανῷ, καὶ τὴν σελήνην εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τὸν χορὸν τῶν ἀστέρων ἐν οὐρανῷ καταγράψας, εἰς αἶνον τῆς σῆς μεγαλοπρεπείας· ὁ ποιήσας ὕδωρ πρὸς πόσιν καὶ κάθαρσιν, ἀέρα ζωτικὸν πρὸς εἰσπνοὴν (49) καὶ φωνῆς ἀπόδοσιν διὰ γλώττης πληττούσης τὸν ἀέρα, καὶ ἀκοὴν συνεργουμένην ὑπ' αὐτοῦ ὡς ἐπαΐειν εἰσδεχομένην τὴν προσπίπτουσαν αὐτῇ λαλιάν· ὁ ποιήσας πῦρ πρὸς σκότους παραμυθίαν, πρὸς ἐνδείας ἀναπλήρωσιν, καὶ τὸ θερμαίνεσθαι ἡμᾶς καὶ φωτίζεσθαι ὑπ' αὐτοῦ· ὁ τὴν μεγάλην θάλασσαν χωρίσας τῆς γῆς, καὶ τὴν μὲν ἀναδείξας πλωτὴν, τὴν δὲ ποσὶ βάσιμὸν ποιήσας, καὶ τὴν μὲν ζώοις μικροῖς καὶ μεγάλοις πληθύνας, τὴν δὲ ἡμέροις καὶ ἀτιθάσσοις πληρώσας, φυτοῖς τε διαφόροις στέψας, καὶ βοτάναις στεφανώσας, καὶ ἄνθεσι καλλύνας, καὶ σπέρμασι πλουτίσας· ὁ συστησάμενος ἄβυσσον, καὶ μέγα κῆτος (50) 30 αὐτῇ περιθεὶς, ἀλμυρῶν ὑδάτων σεσωρευμένα πελάγη, περιφράξας δὲ αὐτὴν πύλαις ἄμμου λεπτοτάτης· ὁ πνεύμασι ποτὲ μὲν αὐτὴν κορυφῶν εἰς ὀρέων μέγεθος, κύτος. ποτέ δὲ στρωννύων αὐτὴν εἰς (51) πεδίον, καὶ ποτὲ μὲν ἐκμαίνων χειμῶνι, ποτὲ δὲ πραΰνων γαλήνῃ, ὡς ναυσιπόροις πλωτῆρσιν εὔκολον εἶναι πρὸς πορείαν· ὁ ποταμοῖς διαζώσας τὸν ἀπὸ σοῦ διὰ Χριστοῦ γενόμενον κόσμον, καὶ χειμάῤῥοις ἐπικλύσας, καὶ πηγαῖς ἀεννάοις μεθύσας, ὄρεσι δὲ περισφίγξας εἰς ἔδραν ἀτρεμῆ γῆς ἀσφαλεστάτην. Ἑπλήρωσας γάρ σου τὸν κόσμον, καὶ διεκόσμησας αὐτὸν βοτάναις εὐόσμοις καὶ ἰασίμοις· ζώοις πολλοῖς καὶ διαφόροις, ἀλκίμοις καὶ ἀσθενεστέροις, ἐδωδίμοις καὶ ἐνεργοῖς, ἡμέροις καὶ ἀτιθάσσοις· ἐρπετῶν συριγμοῖς, πτηνῶν ποικίλων κλαγγαῖς· ἐνιαυτῶν κύκλοις, μηνῶν καὶ ἡμερῶν ἀριθμοῖς, τροπῶν τάξεσι· νεφῶν ὀμβροτόκων διαδρομαῖς, εἰς καρπῶν γονὰς, καὶ ζώων σύστασιν, σταθμὸν ἀνέμων διαπνεόντων ὅτε προσταχθῶσι παρὰ σοῦ, τῶν φυτῶν καὶ τῶν βοτανῶν τὸ πλῆθος. Καὶ οὐ μόνον τὸν κόσμον ἐδημιούργησας· ἀλλὰ καὶ τὸν κοσμοπολίτην ἄνθρωπον ἐν αὐτῷ ἐποίησας, κόσμου κόσμον αὐτὸν (52) ἀναδείξας. Εἶπας γὰρ τῇ σῇ Σοφίᾳ· « Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ. » Διὸ καὶ πεποίηκας αὐτὸν ἐκ ψυχῆς ἀθανάτου καὶ σώματος σκεδαστοῦ· τῆς μὲν ἐκ τοῦ μὴ ὄντος, τοῦ δὲ ἐκ τῶν τεσσάρων στοιχείων· καὶ δέδωκας αὐτῷ, κατὰ μὲν τὴν ψυχὴν, τὴν λογικὴν διάγνωσιν, εὐσεβείας καὶ ἀσεβείας διάκρισιν, δικαίου καὶ ἀδίκου παρατήρησιν· κατὰ δὲ τὸ σῶμα τὴν πένταθλον ἐχαρίσω αἴσθησιν, καὶ τὴν μεταβατικὴν κίνησιν. Σὺ γὰρ, Θεὲ παντόκρατορ, διὰ Χριστοῦ παράδεισον ἐν Ἑδὲμ κατὰ ἀνατολὰς ἐφύτευσας, παντοίων ἐδωδίμων κόσμῳ, καὶ ἐν αὐτῷ ὡς ἂν ἐν ἐστίᾳ πολυτελεῖ εἰσήγαγες αὐτόν· κὰν τῷ ποιεῖν νόμον δέδωκας αὐτῷ ἔμφυτον, ὅπως οἴκοθεν καὶ παρ' ἑαυτοῦ ἔχοι τὰ σπέρματα τῆς θεογνωσίας. Εἰσαγαγὼν δὲ εἰς τὸν τῆς τρυφῆς παράδεισον, πάντων μὲν ἀνῆκας αὐτῷ τὴν ἐξουσίαν πρὸς μετάληψιν, ἑνὸς δὲ μόνου τὴν γεῦσιν ἀπεῖπας ἐπ᾽ ἐλπίδι κρειττόνων, ἵνα, ἐὰν φυλάξῃ τὴν ἐντολὴν, μισθόν ταύτης τὴν ἀθανασίαν κομίσηται. Αμελήσαντα δὲ τῆς ἐντολῆς, καὶ γευσάμενον ἀπηγορευμένου καρποῦ ἀπάτῃ ὄφεως καὶ συμβουλίᾳ γυναικὸς, τοῦ μὲν παραδείσου δικαίως ἔξωσας αὐτὸν, ἀγαθότητι δὲ εἰς τὸ παντελὲς ἀπολλύμενον οὐχ ὑπερεῖδες· σὸν γὰρ ἦν δημιούργημα· ἀλλὰ καθυποτάξας αὐτῷ τὴν κτίσιν, δέδωκας αὐτῷ οἰκείοις ἱδρῶσι καὶ πόνοις πορίζειν ἑαυτῷ τὴν τροφὴν, σοῦ πάντα φύοντος καὶ αὔξοντος καὶ πεπαίνοντος· χρόνῳ δὲ πρὸς ὀλίγον αὐτὸν κοιμίσας, ὄρκῳ εἰς παλιγγενεσίαν ἐκάλεσας· ὅρον θανάτου λύσας, ζωὴν ἐξ ἀναστάσεως ἐπηγγείλω· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς ἐξ αὐτοῦ εἰς πλῆθος ἀνάριθμον (53) χέας, τοὺς ἐμμείναντάς σοι ἐδόξασας, τοὺς δὲ ἀποστάντας 'σου ἐκόλασας· καὶ τοῦ μὲν Αβὲλ, ὡς ὁσίου προσδεξάμενος τὴν θυσίαν, τοῦ δὲ ἀδελφοκτόνου Κάϊν ἀποστραφεὶς τὸ δῶρον, ὡς ἐναγοῦς. Καὶ πρὸς τούτοις τὸν Σήθ, καὶ τὸν Ἑνὼς προσελάβου, καὶ τὸν Ἑνὼχ μετατέθεικας. Σὺ γὰρ εἶ ὁ δημιουργὸς τῶν ἀνθρώπων, καὶ τῆς ζωῆς χορηγὸς, καὶ τῆς ἐνδείας πληρωτής· καὶ τῶν νόμων δοτήρ, καὶ τῶν φυλαττόντων αὐτοὺς μισθαποδότης, καὶ τῶν παραβαινόντων αὐτοὺς ἔκδικος. Ὁ τὸν μέγαν κατακλυσμὸν ἐπαγαγὼν τῷ κόσμῳ διὰ τὸ πλῆθος τῶν ἀσεβησάντων, καὶ τὸν δίκαιον Νῶε ῥυσάμενος ἐκ τοῦ κατακλυσμοῦ ἐν λάρνακι σὺν ὀκτὼ ψυχαῖς, τέλος μὲν τῶν παρωχηκότων, ἀρχὴν δὲ τῶν μελλόντων ἐπιγίνεσθαι. Ὁ τὸ φοβερὸν πῦρ κατὰ τῆς Σοδομηνῆς πενταπόλεως ἐξάψας, καὶ γῆν καρποφόρον εἰς ἄλμην θέμενος ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ, καὶ τὸν ὅσιον Λὼτ ἐξαρπάσας τοῦ ἐμπρησμοῦ. Σὺ εἶ ὁ τὸν ̓Ἀβραὰμ ῥυσάμενος προγονικῆς ἀσεβείας, καὶ κληρονόμον τοῦ κόσμου καταστήσας, καὶ ἐμφανίσας αὐτῷ τὸν Χριστόν σου. Ὁ τὸν Μελχισεδέκ, ἀρχιερέα τῆς λατρείας προχειρισάμενος. Ὁ τὸν πολύτλαντα θεράποντά σου Ἰὼβ νικητὴν τοῦ ἀρχεκάκου ὄφεως ἀναδείξας. Ὁ τὸν Ἰσαὰκ ἐπαγγελίας υἱὸν ποιησάμενος· ὁ τὸν Ἰακὼβ πατέρα δώδεκα παίδων, καὶ τοὺς ἐξ αὐτοῦ εἰς πλῆθος χέας, καὶ εἰσαγαγὼν εἰς Αἴγυπτον ἐν ἑβδομήκοντα πέντε ψυχαῖς. Σὺ Κύριε, Ἰωσὴφ (54) οὐχ ὑπερεῖδες· ἀλλὰ μισθὸν τῆς διὰ σὲ σωφροσύνης ἔδωκας αὐτῷ τὸ τῶν Αἰγυπτίων ἄρχειν. Σὺ Κύριε, Ἑβραίους ὑπὸ Αἰγυπτίων καταπονουμένους οὐ περιεῖδες, διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν ἐπαγγελίας· ἀλλ᾽ ἐῤῥύσω, κολάσας Αἰγυπτίους. Παραφθειράντων δὲ τῶν ἀνθρώπων τὸν φυσικὸν νόμον, καὶ τὴν κτίσιν, ποτὲ μὲν αὐτόματον νομισάντων, ποτὲ δὲ πλεῖον ἢ δεῖ τιμησάντων, καὶ σοὶ τῷ θεῷ τῶν πάντων συνταττόντων· οὐκ εἴασας πλανᾶσθαι, ἀλλὰ ἀναδείξας τὸν ἅγιόν σου θεράποντα Μωϋσῆν, δι᾽ αὐτοῦ πρὸς βοήθειαν τοῦ φυσικοῦ τὸν γραπτὸν νόμον δέδωκας, καὶ τὴν κτίσιν ἔδειξας σὸν ἔργον εἶναι, τὴν δὲ πολύθεον πλάνην ἐξώρισας. Τὸν Ἀαρὼν καὶ τοὺς ἐξ αὐτοῦ ἱερατικῇ τιμῇ ἐδόξασας· Ἑβραίους ἁμαρτόντας ἑκόλασας, ἐπιστρέφοντας ἐδέξω· τοὺς Αἰγυπτίους δεκαπλήγῳ ἐτιμωρήσω· θάλασσαν διελὼν, Ἰσραηλίτας διεβίβασας· Αἰγυπτίους ἐπιδιώξαντας ὑποβρυχίους ἀπώλεσας (55)· ξύλῳ πικρὸν ὕδωρ ἐγλύκανας· ἐκ πέτρας ἀκροτόμου ὕδωρ ἀνέχεας· ἐξ' οὐ ρανοῦ τὸ μάννα ὖσας· τροφὴν ἐξ ἀέρος ὀρτυγομήτραν· στῦλον πυρὸς τὴν νύκτα πρὸς φωτισμὸν, καὶ στῦλον νεφέλης ἡμέραν πρὸς σκιασμὸν θάλπους. Τὸν Ἰησοῦν στρατηγὸν ἀναδείξας, ἑπτὰ ἔθνη Χαναναίων δι' αὐτοῦ καθεῖλες, Ἰορδάνην διέῤῥηξας, τοὺς ποταμοὺς Ἠθὰμ ἐξήρανας, τείχη κατέρριψας (56) ἄνευ μηχανημάτων καὶ χειρὸς ἀνθρωπίνης. Ὑπὲρ ἀπάντων σοι ἡ δόξα, Δέσποτα παντόκρατορ. Σὲ; προσκυνοῦσιν ἀνάριθμοι στρατιαὶ ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν, δυνάμεων, στρατιῶν, αἰώνων· τὰ χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα σεραφὶμ, ταῖς μὲν δυσὶ κατακαλύπτοντα τοὺς πόδας, ταῖς δὲ δυσὶ τὰς κεφαλὰς, ταῖς δὲ δυσὶ πετόμενα, καὶ λέγοντα, ἅμα χιλίαις χιλιάσιν ἀρχαγγέλων, καὶ μυ ρίαις μυριάσιν ἀγγέλων, ἀκαταπαύστως καὶ ἀσιγήτως βοώσαις· καὶ πᾶς ὁ λαὸς ἅμα εἰπάτω· « ̔́Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ· εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἁμήν.» Καὶ ὁ ἀρχιερεὺς ἑξῆς λεγέτω· ̔́Ἅγιος γὰρ εἴ ( ὡς ἀληθῶς, καὶ πανάγιος, ὕψιστος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. ̔́Ἅγιος δὲ καὶ ὁ μονογενής σου Υἱὸς ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστός· ὃς Ε εἰς πάντα ὑπηρετησάμενός σοι τῷ Θεῷ αὐτοῦ καὶ Πατρὶ, εἴςίτε δημιουργίαν διάφορον, καὶ πρόνοιαν κατάλληλον, οὐ περιεῖδε τὸ γένος τῶν ἀνθρώπων ἀπολλύμενον, ἀλλὰ μετὰ φυσικὸν νόμον, μετὰ νομικὴν παραίνεσιν, μετὰ προφητικοὺς ἐλέγχους, καὶ τὰς τῶν ἀγγέλων ἐπιστασίας, παραφθειρόντων σὺν τῷ θετῷ καὶ τὸν φυσικὸν νόμον, καὶ τῆς μνήμης έχβαλλόντων τὸν κατακλυσμὸν, τὴν ἐκπύρωσιν, τὰς κατ' Αἰγυπτίων πληγὰς, τὰς κατὰ Παλαιστηνῶν σφαγὰς, καὶ μελλόντων ὅσον οὐδέπω ἀπόλλυσθαι πάντων, εὐδόκησεν αὐτὸς γνώμῃ σῇ ὁ δημιουργὸς ἀνθρώπου, ἄνθρωπος γενέσθαι, ὁ νομοθέτης ὑπὸ νόμους, ὁ ἀρχιερεὺς ἱερεῖον, ὁ ποιμὴν πρόβατον, καὶ ἐξευμενίσατό σε τὸν ἑαυτοῦ Θεὸν καὶ Πατέρα, καὶ τῷ ( κόσμῳ κατήλλαξε, καὶ τῆς ἐπικειμένης ὀργῆς τοὺς πάντας ἠλευθέρωσε, γενόμενος ἐκ παρθένου, γενόμενος ἐν σαρκὶ, ὁ Θεὸς Λόγος, ὁ ἀγαπητὸς Υἱὸς, ὁ πρωτότοκος πάσης κτίσεως, κατὰ τὰς περὶ αὐτοῦ ὑπ᾽ αὐτοῦ προῤῥηθείσας προφητείας ἐκ σπέρματος Δαβίδ, καὶ ̓Ἀβραὰμ, φυλῆς Ἰούδα· καὶ γέγονεν ἐν μήτρα παρθένου ὁ διαπλάσσων πάντας τοὺς γεννωμένους, καὶ ἐνεσαρκώθη ὁ ἄσαρκος, ὁ ἀχρόνως γεννηθεὶς ἐν χρόνῳ γεγένηται· πολιτευσάμενος ὁσίως καὶ παιδεύσας ἐνθέσμως, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐξ ἀνθρώπων ἀπελάσας, σημεῖά τε καὶ τέρατα ἐν τῷ λαῷ ποιήσας· τροφῆς καὶ ποτοῦ καὶ ὕπνου μεταλαβών, ὁ τρέφων πάντας τοὺς χρήζοντας τροφῆς, καὶ ἐμπιμπλῶν πᾶν ζῶον εὐδοκίας· ἐφανέρωσέ σου τὸ ὄνομα τοῖς ἀγνοοῦσιν αὐτὸ, τὴν ἄγνοιαν ἐφυγάδευσε, τὴν εὐσέβειαν ἀνεζωπύρωσε, τὸ θέλημά σου ἐπλήρωσε, τὸ ἔργον ὁ ἔδωκας αὐτῷ ἐτελείωσε. Κ ταῦτα πάντα κατορθώσας, χερσὶν ἀνόμων κατασχεθεὶς, ἱερέων καὶ ἀρχιερέων ψευδωνύμων καὶ λαοῦ παρανόμου, προδοσίᾳ τοῦ τὴν κακίαν νοσήσαντος, καὶ πολλὰ παθὼν ὑπ᾽ αὐτῶν, καὶ πᾶσαν ἀτιμίαν ὑποστὰς σῇ συγχωρήσει, παραδοθεὶς Πιλάτῳ τῷ ἡγεμόνι, καὶ κριθεὶς ὁ κριτὴς, καὶ κατακριθεὶς ὁ Σωτήρ, σταυρῷ προσηλώθη ὁ ἀπαθὴς, καὶ ἀπέθανεν ὁ τῇ φύσει ἀθάνατος, καὶ ἐτάφη ὁ ζωοποιὸς, ἵνα πάθους λύσῃ καὶ θα νάτου ἐξέληται τούτους τοὺς (57) δι' οὓς παρεγένετο, καὶ ῥήξῃ τὰ δεσμὰ τοῦ διαβόλου, καὶ ῥύσηται τοὺς ἀνθρώπους ἐκ τῆς ἀπάτης αὐτοῦ· καὶ ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ· καὶ τεσσαράκοντα ἡμέρας ἐνδιατρίψας (58) τοῖς μαθηταῖς, ἀνελήφθη εἰς τοὺς οὐρανοὺς, καὶ ἐκαθέσθη ἐκ δεξιῶν σου τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ. Μεμνημένοι οὖν ὧν δι' ἡμᾶς ὑπέμεινε, εὐχαριστοῦμέν σοι, Θεὲ παντόκρατορ, οὐχ ὅσον ὀφείλομεν, ἀλλ᾽ ὅσον δυνάμεθα, καὶ τὴν διάταξιν αὐτοῦ πληροῦμεν. Ἐν ᾗ γὰρ νυκτὶ παρεδίδοτο, λαβὼν ἄρτον ταῖς ἁγίαις καὶ ἀμώμοις αὐτοῦ χερσὶ, καὶ ἀναβλέψας πρὸς σὲ τὸν Θεὸν αὐτοῦ καὶ Πατέρα, καὶ κλάσας, ἔδωκε τοῖς μαθηταῖς εἰπών · « Τοῦτο τὸ μυστήριον τῆς Καινῆς Διαθήκης· λάβετε ἐξ αὐτοῦ, φάγετε · τοῦτό ἐστι τὸ σῶμά μου, τὸ περὶ πολλῶν θρυπτόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· ὡσαύτως καὶ τὸ ποτήριον κεράσας ἐξ οἶνου καὶ ὕδατος (59), καὶ ἁγιάσας, ἐπέδωκεν 100 αὐτοῖς, λέγων· Πίετε ἐξ αὐτοῦ πάντες · τοῦτό ἐστι τὸ αἷμά μου, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ πίνητε τὸ ποτήριον τοῦτο, τὸν θάνατον τὸν ἐμὸν καταγγέλλετε, ἄχρις ἂν ἔλθω. » Μεμνημένοι τοίνυν τοῦ πάθους αὐτοῦ, καὶ τοῦ θανάτου, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς εἰς οὐρανοὺς ἐπανόδου, καὶ τῆς μελλούσης αὐτοῦ δευτέρας παρουσίας, ἐν ᾗ ἔρχεται μετὰ δόξης καὶ δυνάμεως κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, προσφέρομέν σοι τῷ βασιλεῖ καὶ Θεῷ, κατὰ τὴν αὐτοῦ διάταξιν, τὸν. ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο, εὐχαριστοῦντές σοι δι' αὐτοῦ, ἐφ᾽ οἷς κατηξίωσας ἡμᾶς ἐστάναι ἐνώπιόν σου, καὶ ἱερατεύειν σοι, καὶ ἀξιοῦμέν σε, ὅπως εὐμενῶς ἐπιβλέψῃς ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα ἐνώπιόν σου, σὺ ὁ ἀνενδεής Θεὸς, καὶ εὐδοκήσῃς ἐπ᾽ αὐτοῖς εἰς τιμὴν τοῦ Χριστοῦ σου, καὶ καταπέμψῃς τὸ ἅγιόν σου Πνεῦμα ἐπὶ τὴν θυσίαν ταύτην, τὸν μάρτυρα τῶν παθημάτων τοῦ Κυ ρίου Ἰησοῦ, ὅπως ἀποφήνῃ τὸν ἄρτον τοῦτον σῶμα τοῦ Χριστοῦ σου, καὶ τὸ ποτήριον τοῦτο αἷμα τοῦ Χριστοῦ σου, ἵνα οἱ μεταλαβόντες αὐτοῦ, βεβαιωθῶσι πρὸς εὐσέβειαν, ἀφέσεως ἁμαρτημάτων τύχωσι, τοῦ διαβόλου καὶ τῆς πλάνης αὐτοῦ ῥυσθῶσι, Πνεύματος ἁγίου πληρωθῶσιν, ἄξιοι τοῦ Χριστοῦ σου γένωνται, ζωῆς αἰωνίου τύχωσι, σοῦ καταλλαγέντος αὐτοῖς, Δέσποτα παντόκρατορ. Ἔτι δεόμεθά σου, Κύριε, καὶ ὑπὲρ τῆς ἁγίας σου Εκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου, ὅπως αὐτὴν διαφυλάξῃς ἄσειστον καὶ ἀκλυδώνιστον, ἄχρι τῆς συντελείας τοῦ αἰῶνος· καὶ ὑπὲρ πάσης ἐπισκοπῆς τῆς ὀρθοτομούσης τὸν λόγον τῆς ἀληθείας. Ἔτι παρακαλοῦμέν σε καὶ ὑπὲρ τῆς ἐμῆς τοῦ προσφέροντός σοι οὐδενίας, καὶ ὑπὲρ παντὸς τοῦ πρεσβυτερίου, ὑπὲρ τῶν διακόνων καὶ παντὸς τοῦ κλήρου, ἵνα πάντας σοφίσας, Πνεύματος ἁγίου πληρώσῃς. Ἔτι παρακαλοῦμέν σε, Κύριε, ὑπὲρ τοῦ βασιλέως, καὶ τῶν ἐν ὑπεροχῇ καὶ παντὸς τοῦ στρατοπέδου, ἵνα εἰρηνεύωνται τὰ πρὸς ἡμᾶς, ὅπως ἐν ἡσυχίᾳ καὶ ὁμονοίᾳ διάγοντες τὸν πάντα χρόνον τῆς ζωῆς ἡμῶν, δοξάζωμέν σε διὰ Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν. Ἔτι προσφέρομέν σοι καὶ ὑπὲρ πάντων τῶν ἀπ᾽ αἰῶνος εὐαρεστησάντων σοι ἁγίων, πα τριαρχῶν, προφητῶν, δικαίων, ἀποστόλων, μαρτύρων, ὁμολογητῶν, ἐπισκόπων, πρεσβυτέρων, διακόνων, ὑποδιακόνων, ἀναγνωστῶν, ψαλτῶν, παρθένων, χηρῶν, λαϊκῶν, καὶ πάντων ὧν αὐτὸς ἐπίστασαι τὰ ὀνόματα. Ἔτι προσφέρομέν σοι ὑπὲρ τοῦ λαοῦ τούτου, ἵνα ἀναδείξῃς αὐτὸν εἰς ἔπαινον τοῦ Χριστοῦ σου βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον· ὑπὲρ τῶν ἐν παρθενίᾳ καὶ ἀγνείᾳ, ὑπὲρ τῶν χηρῶν τῆς Ἐκκλησίας, ὑπὲρ τῶν ἐν σεμνοῖς γάμοις καὶ τεκνογονίαις, ὑπὲρ τῶν νηπίων τοῦ λαοῦ σου, ὅπως μηδένα ἡμῶν ἀπόβλητον ποιήσῃς. Ἔτι ἀξιοῦμέν σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης καὶ τῶν ἐνοικούντων, ὑπὲρ τῶν ἐν ἀῤῥωστίαις, ὑπὲρ τῶν ἐν πικρᾷ δουλείᾳ, ὑπὲρ τῶν ἐν ἐξορίαις, ὑπὲρ τῶν ἐν δημεύσει, ὑπὲρ πλεόντων καὶ ὁδοιπορούντων· ὅπως ἐπίκουρος (60) γένῃ πάντων βοηθὸς καὶ ἀντιλήπτωρ. Ἔτι παρακαλοῦμέν σε καὶ ὑπὲρ τῶν μισούντων ἡμᾶς καὶ διωκόντων ἡμᾶς διὰ τὸ ὄνομά σου, ὑπὲρ τῶν ἔξω ὄντων καὶ πεπλανημένων, ὅπως ἐπιστρέψῃς αὐτοὺς εἰς ἀγαθὸν, καὶ τὸν θυμὸν αὐτῶν πραΰνῃς. Ἔτι παρακαλοῦμέν σε καὶ ὑπὲρ τῶν κατηχουμένων τῆς Ἑ κλησίας, καὶ ὑπὲρ τῶν χειμαζομένων ὑπὸ τοῦ ἀλλοτρίου (61), καὶ ὑπὲρ τῶν ἐν μετανοίᾳ ἀδελφῶν ἡμῶν· ὅπως τοὺς μὲν τελειώσῃς ἐν τῇ πίστει, τοὺς δὲ καθαρίσῃς ἐκ τῆς ἐνεργείας τοῦ πονηροῦ, τῶν δὲ τὴν μετάνοιαν προσδέξῃ, καὶ συγχωρήσῃς καὶ αὐτοῖς καὶ ἡμῖν τὰ παραπτώματα ἡμῶν. Ἔτι προσφέρομέν σοι καὶ ὑπὲρ τῆς εὐκρασίας τοῦ ἀέρος καὶ τῆς εὐφορίας τῶν καρπῶν· ὅπως ἀνελλιπῶς μεταλαμβάνοντες τῶν παρὰ σοῦ ἀγαθῶν, αἰνῶμέν σε ἀπαύστως, τὸν διδόντα τροφὴν πάσῃ σαρκί. Ἔτι παρακαλοῦμέν σε καὶ ὑπὲρ τῶν δι' εὔλογον αἰτίαν ἀπόντων· ὅπως ἅπαντας ἡμᾶς διατηρήσας ἐν τῇ εὐσεβείᾳ, ἐπισυναγάγῃς ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ σου, τοῦ Θεοῦ πάσης αἰσθητῆς καὶ νοητῆς φύσεως, τοῦ βασιλέως ἡμῶν, ἀτρέπτους, ἀμέμπτους, ἀνεγκλήτους· ὅτι σοι πᾶσα δόξα, σέβας καὶ εὐχαριστία, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀνελλιπεῖς καὶ ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Καὶ πᾶς ὁ λαὸς λεγέτω· Ἀμήν. Καὶ ὁ ἐπίσκοπος εἰπάτω· Ἡ εἰρήνη τοῦ Θεοῦ εἴη μετὰ πάντων ὑμῶν. Καὶ πᾶς ὁ λαὸς λεγέτω· Καὶ μετὰ τοῦ πνεύματός σου. Καὶ ὁ διάκονος κηρυσσέτω πάλιν·
Digo eu, Tiago, o irmão de João, filho de Zebedeu: logo que o diácono disser "Nenhum dos catecúmenos! Nenhum dos ouvintes! Nenhum dos infiéis! Nenhum dos heterodoxos!", os que fizeram a primeira oração saiam. As mães tomem os seus filhos. Que ninguém tenha alguma coisa contra alguém; ninguém, em hipocrisia. De pé, diante do Senhor, com temor e tremor, estejamos para oferecer. Feito isto, os diáconos levem os dons ao bispo, junto ao altar; e os presbíteros fiquem de pé à sua direita e à sua esquerda, como discípulos que assistem ao mestre. Dois diáconos, de um e de outro lado do altar, segurem um abano de finas membranas, ou de penas de pavão, ou de linho, e afastem em silêncio os pequenos animais que voam, para que não caiam nos cálices. Orando, pois, o bispo em silêncio, junto com os sacerdotes, e revestido de veste esplêndida, e de pé junto ao altar, faça com a mão sobre a fronte o sinal da cruz e diga: "A graça do Deus todo-poderoso, e o amor de nosso Senhor Jesus Cristo, e a comunhão do Espírito Santo sejam com todos vós." E todos respondam: "E com o teu espírito." E o bispo: "Para o alto o pensamento." E todos: "Temo-lo para com o Senhor." E o bispo: "Demos graças ao Senhor." E todos: "É digno e justo." E o bispo diga: "É verdadeiramente digno e justo louvar-te, antes de todas as coisas, a ti, o Deus verdadeiramente existente, o que existe antes de todos os seres gerados, de quem toda paternidade no céu e na terra recebe o nome; o único não-gerado, sem princípio, sem rei, sem senhor; o que de nada carece; o que dá todo bem; o que é superior a toda causa e origem; o que sempre é o mesmo e do mesmo modo; de quem todas as coisas, como de algum ponto de partida, vieram ao ser. Pois tu és o conhecimento sem princípio, a visão eterna, a audição não-gerada, a sabedoria não-ensinada; o primeiro por natureza, e a lei do ser, e superior a todo número. Tu que trouxeste todas as coisas do não-ser ao ser, por meio do teu Filho unigênito; e a ele, antes de todos os séculos, geraste por vontade, poder e bondade, sem intermediário — Filho unigênito, Verbo de Deus, Sabedoria viva, primogênito de toda criatura, Anjo do teu grande desígnio, teu sumo sacerdote, e rei e senhor de toda natureza inteligível e sensível; o que existe antes de tudo, por meio de quem são todas as coisas. Pois tu, ó Deus eterno, por meio dele fizeste todas as coisas, e por meio dele estimas dignas de conveniente providência todas as coisas; pois, por meio de quem concedeste o ser, por meio dele também outorgaste o bem-ser. Ó Deus e Pai do teu Filho unigênito, tu que por meio dele, antes de tudo, fizeste os querubins e os serafins, os séculos e os exércitos, os poderes e as potestades, os principados e os tronos, os arcanjos e os anjos; e, depois de tudo isto, fabricaste, por meio dele, este mundo visível e tudo o que nele há. Pois tu és o que estabeleceste o céu como abóbada, e o estendeste como uma pele, e fundaste a terra sobre o nada por tua sola vontade; o que fixaste o firmamento, e fizeste a noite e o dia; o que tiraste a luz dos tesouros, e com o seu recolher trouxeste a escuridão, para repouso dos animais que se movem no mundo; o que puseste o sol para governar o dia, e a lua para governar a noite, e inscreveste no céu o coro das estrelas, para o louvor da tua magnificência; o que fizeste a água para a bebida e a purificação, e o ar vital para a respiração e para a emissão da voz, quando a língua fere o ar, e para o ouvido, que, ajudado por ele, colabora ao receber a fala que sobre ele incide; o que fizeste o fogo para consolo nas trevas, para suprimento da carência, e para nos aquecer e iluminar; o que separaste o grande mar da terra, e a este tornaste navegável, e àquela transitável a pé; e a um encheste de animais pequenos e grandes, e a outra ornaste de mansos e indômitos; a coroaste de plantas variadas, a enfeitaste de ervas, a enriqueceste de sementes; o que constituíste o abismo, e ao seu redor puseste uma grande massa, mares de águas salgadas amontoadas; e a cercaste com portas de finíssima areia; o que ora a levantas em ondas até a altura dos montes com os ventos, ora a estendes em planície; ora a enfureces com tempestade, ora a acalmas em bonança, para que seja fácil aos navegantes a travessia; o que cingiste de rios o mundo que por ti veio a ser por meio de Cristo, e o inundaste de torrentes, e o embriagaste de fontes perenes, e o cingiste com montes para uma sede firme e seguríssima da terra. Pois encheste o teu mundo, e o ornaste com ervas odoríferas e curativas, com animais muitos e variados, fortes e fracos, comestíveis e úteis ao trabalho, mansos e selvagens; com os silvos dos répteis, com os cantos das aves variadas; com os círculos dos anos, com os números dos meses e dos dias, com a ordem das estações; com o curso das nuvens que geram a chuva, para a produção dos frutos e a subsistência dos animais; com o equilíbrio dos ventos que sopram quando por ti são mandados; com a multidão das plantas e das ervas. E não somente criaste o mundo, mas também fizeste nele o homem, cidadão do mundo, mostrando-o como o mundo do mundo. Pois disseste à tua Sabedoria: 'Façamos o homem à nossa imagem e semelhança; e dominem sobre os peixes do mar e as aves do céu.' Por isso o fizeste de alma imortal e de corpo dissolúvel: aquela do não-ser, este dos quatro elementos; e lhe deste, quanto à alma, o discernimento racional, a distinção entre piedade e impiedade, a percepção do justo e do injusto; e, quanto ao corpo, lhe concedeste os cinco sentidos e o movimento progressivo. Pois tu, ó Deus todo-poderoso, por meio de Cristo plantaste um paraíso no Éden, para o oriente, ornado de toda planta comestível; e nele, como numa casa opulenta, o introduziste. E, ao fazê-lo, lhe deste uma lei inata, para que de si mesmo e por si tivesse as sementes do conhecimento de Deus. E, introduzindo-o no paraíso das delícias, concedeste-lhe o poder de participar de tudo; mas de uma só coisa proibiste o gosto, na esperança de bens maiores, para que, se guardasse o mandamento, recebesse por isso a imortalidade. Mas, tendo ele negligenciado o mandamento e provado o fruto proibido, pelo engano da serpente e pelo conselho da mulher, tu com justiça o expulsaste do paraíso; mas, na tua bondade, não o desprezaste, que perecia por completo — pois era obra tua; mas, submetendo-lhe a criação, lhe deste que buscasse o próprio sustento com o seu suor e trabalho, produzindo, aumentando e amadurecendo tu todas as coisas. E, adormecendo-o por breve tempo, o chamaste com juramento à regeneração; e, dissolvido o decreto de morte, prometeste-lhe a vida pela ressurreição. E não somente isto, mas, tendo derramado numa multidão inumerável os que dele descenderam, glorificaste os que se apegaram a ti, e castigaste os que de ti se apartaram; e do sacrifício de Abel, como de um justo, aceitaste a oferta, mas do dom do fratricida Caim te desviaste, como de um maldito. E, além destes, acolheste Set e Enós, e trasladaste Enoque. Pois tu és o Demiurgo dos homens, o provedor da vida, o que supre a carência, o que dá as leis, o que retribui aos que as guardam e vinga os que as transgridem. Tu que trouxeste sobre o mundo o grande dilúvio, por causa da multidão dos ímpios, e livraste do dilúvio o justo Noé na arca, com oito almas — fim dos que passaram, princípio dos que haviam de vir. Tu que acendeste o fogo terrível contra a pentápole de Sodoma, e tornaste em salinas uma terra fértil, por causa da maldade dos que a habitavam, e arrebataste do incêndio o santo Ló. Tu que livraste Abraão da impiedade ancestral, e o constituíste herdeiro do mundo, e lhe manifestaste o teu Cristo. Tu que designaste Melquisedeque sumo sacerdote do teu culto. Tu que mostraste o teu muito sofredor servo Jó vencedor da serpente, autora de todo mal. Tu que fizeste de Isaque filho da promessa; que fizeste de Jacó pai de doze filhos, e derramaste os seus descendentes em multidão, e o introduziste no Egito com setenta e cinco almas. Tu, Senhor, não desprezaste José, mas, como recompensa da castidade que por ti guardou, lhe deste governar sobre os egípcios. Tu, Senhor, não desprezaste os hebreus oprimidos pelos egípcios, por causa das promessas feitas a seus pais, mas os livraste, castigando os egípcios. E, tendo os homens corrompido a lei natural, e ora considerando a criação obra do acaso, ora honrando-a mais do que devem, e igualando-a a ti, Deus de todas as coisas, não permitiste que se desviassem, mas, mostrando o teu santo servo Moisés, por meio dele deste, em auxílio da natural, a lei escrita; e mostraste que a criação é obra tua, e baniste o erro do politeísmo. Glorificaste Aarão e a sua descendência com a honra sacerdotal; castigaste os hebreus quando pecaram, e os acolheste quando se converteram; puniste os egípcios com dez pragas; dividindo o mar, fizeste passar os israelitas; e destruíste, afogados, os egípcios que os perseguiam. Com um pau adoçaste a água amarga; da rocha escarpada fizeste jorrar a água; do céu choveste o maná; deste como alimento, vindas do ar, as codornizes; de noite, uma coluna de fogo para iluminar, e de dia, uma coluna de nuvem para dar sombra ao calor. Suscitaste Josué como comandante, e por meio dele destruíste sete nações de Canaã; rompeste o Jordão; secaste os rios de Etã; derrubaste muros sem máquinas e sem mão humana. Por tudo isto, a ti seja a glória, Soberano todo-poderoso. A ti adoram os inumeráveis exércitos dos anjos, dos arcanjos, dos tronos, das dominações, dos principados, das potestades, dos poderes, dos exércitos eternos; os querubins e os serafins de seis asas, que com duas cobrem os pés, com duas a cabeça, e com duas voam, dizendo, junto com mil milhares de arcanjos e miríades de miríades de anjos, que sem cessar e sem silêncio clamam — e diga todo o povo em conjunto: 'Santo, santo, santo é o Senhor Sabaoth; cheios estão o céu e a terra da sua glória; bendito seja pelos séculos. Amém.' E o bispo prossiga: 'Santo és, verdadeiramente, e todo-santo, altíssimo e sobremaneira exaltado pelos séculos. E santo é também o teu Filho unigênito, nosso Senhor e Deus, Jesus Cristo, o qual, tendo em tudo servido a ti, seu Deus e Pai, seja na criação diversa, seja na providência conveniente, não desprezou o gênero humano que perecia; mas, depois da lei natural, depois da admoestação da lei, depois das repreensões dos profetas, e das assistências dos anjos — quando os homens corromperam, com a lei escrita, também a natural, e lançaram do pensamento o dilúvio, a conflagração, as pragas do Egito, as matanças da Palestina, e estavam prestes a perecer todos —, comprouve-se, por tua vontade, o Demiurgo do homem em tornar-se homem; o legislador, submetido às leis; o sumo sacerdote, oferenda; o pastor, ovelha. E te aplacou, a ti, seu Deus e Pai, e te reconciliou com o mundo, e livrou a todos da ira iminente; nascido de uma virgem, feito carne — o Deus Verbo, o Filho amado, o primogênito de toda criatura —, segundo as profecias sobre ele por ele mesmo antes ditas, da semente de Davi e de Abraão, da tribo de Judá. E aquele que forma todos os que são gerados fez-se no ventre de uma virgem; o incorpóreo encarnou-se; o gerado fora do tempo nasceu no tempo. Viveu santamente e ensinou conforme a lei; expulsou dos homens toda doença e toda enfermidade; fez no povo sinais e prodígios; participou de alimento, de bebida e de sono; manifestou o teu nome aos que não o conheciam; afugentou a ignorância; reavivou a piedade; cumpriu a tua vontade; consumou a obra que lhe deste. E, tendo feito tudo isto, foi preso pelas mãos dos iníquos, dos sacerdotes e sumos sacerdotes de falso nome e do povo sem lei, por traição daquele que padecia da doença da malícia; e, tendo padecido muito por eles, e sofrido toda ignomínia por tua permissão, foi entregue ao governador Pilatos; e o juiz foi julgado, e o Salvador condenado; e foi pregado na cruz, o impassível; e morreu, o que por natureza é imortal; e foi sepultado, o que dá a vida — para que dissolvesse o sofrimento e arrancasse da morte aqueles por causa de quem veio; e rompesse os laços do diabo, e livrasse os homens do seu engano. E ressuscitou dos mortos ao terceiro dia; e, tendo passado quarenta dias com os discípulos, foi elevado aos céus e assentou-se à tua direita, ó Deus e Pai dele. Lembrando-nos, pois, do que por nós padeceu, damos-te graças, ó Deus todo-poderoso, não quanto devemos, mas quanto podemos; e cumprimos a sua disposição. Pois, na noite em que era entregue, tomando o pão nas suas santas e imaculadas mãos, e erguendo os olhos a ti, seu Deus e Pai, e partindo-o, deu-o aos discípulos, dizendo: 'Este é o mistério da Nova Aliança; tomai dele, comei: isto é o meu corpo, que por muitos é partido para a remissão dos pecados.' Do mesmo modo, misturando também o cálice de vinho e água, e santificando-o, entregou-lho, dizendo: 'Bebei dele todos: isto é o meu sangue, que por muitos é derramado para a remissão dos pecados. Fazei isto em memória de mim. Pois, todas as vezes que comerdes este pão e beberdes este cálice, anunciais a minha morte, até que eu venha.' Lembrando-nos, pois, do seu sofrimento, e da sua morte, e da sua ressurreição dentre os mortos, e do seu retorno aos céus, e da sua futura segunda vinda, na qual virá com glória e poder para julgar os vivos e os mortos, e para retribuir a cada um segundo as suas obras, oferecemos-te, ó Rei e Deus, segundo a sua disposição, este pão e este cálice, dando-te graças por meio dele, porque nos julgaste dignos de estar diante de ti e de te sacerdotar. E rogamos-te que olhes benignamente para estes dons aqui postos diante de ti, ó Deus que de nada careces, e que neles te comprazas em honra do teu Cristo; e que envies o teu Espírito Santo sobre este sacrifício, a testemunha dos sofrimentos do Senhor Jesus, para que manifeste este pão como corpo do teu Cristo, e este cálice como sangue do teu Cristo; a fim de que os que dele participarem sejam confirmados na piedade, alcancem a remissão dos pecados, sejam livrados do diabo e do seu engano, sejam cheios do Espírito Santo, se tornem dignos do teu Cristo e alcancem a vida eterna, reconciliando-te tu com eles, ó Soberano todo-poderoso. Ainda te rogamos, Senhor, também pela tua santa Igreja, que se estende de um extremo a outro, que adquiriste com o precioso sangue do teu Cristo, para que a guardes inabalável e livre das tempestades até a consumação do século; e por todo o episcopado que reparte retamente a palavra da verdade. Rogamos-te ainda também por mim, o que te ofereço, que de nada sou digno; e por todo o presbitério, pelos diáconos e por todo o clero, para que, tornando-os sábios, os enchas do Espírito Santo. Rogamos-te ainda, Senhor, pelo rei e pelos que estão em eminência, e por todo o exército, para que estejam em paz para conosco, a fim de que, passando todo o tempo da nossa vida em tranquilidade e concórdia, te glorifiquemos por meio de Jesus Cristo, nossa esperança. Oferecemos-te ainda também por todos os santos que desde o princípio te agradaram — patriarcas, profetas, justos, apóstolos, mártires, confessores, bispos, presbíteros, diáconos, subdiáconos, leitores, cantores, virgens, viúvas, leigos e todos aqueles cujos nomes tu conheces. Oferecemos-te ainda por este povo, para que o mostres, para louvor do teu Cristo, sacerdócio régio e nação santa; pelos que vivem em virgindade e castidade; pelas viúvas da Igreja; pelos que estão em núpcias honestas e na geração de filhos; pelas crianças do teu povo, para que não tenhas nenhum de nós por rejeitado. Rogamos-te ainda também por esta cidade e pelos seus habitantes; pelos que estão em enfermidade; pelos que estão em dura escravidão; pelos que estão nos desterros; pelos que estão em confisco; pelos que navegam e viajam: para que a todos sejas socorro, auxiliador e amparo. Rogamos-te ainda também pelos que nos odeiam e nos perseguem por causa do teu nome; pelos que estão fora e desgarrados: para que os convertas ao bem e amanses a sua ira. Rogamos-te ainda também pelos catecúmenos da Igreja; pelos atormentados pelo adversário; e pelos irmãos que estão em penitência: para que aos primeiros aperfeiçoes na fé, aos segundos purifiques da ação do maligno, e aos terceiros aceites o arrependimento e perdoes a eles e a nós as nossas faltas. Oferecemos-te ainda também pela boa temperança do ar e pela fertilidade dos frutos: para que, recebendo sem falta os bens vindos de ti, te louvemos sem cessar, a ti que dás o alimento a toda carne. Rogamos-te ainda também pelos que por justa causa estão ausentes: para que, guardando-nos a todos na piedade, nos reúnas no reino do teu Cristo, o Deus de toda natureza sensível e inteligível, o nosso rei — imutáveis, sem culpa, sem reproche —, porque a ti seja toda glória, adoração e ação de graças, honra e adoração, ao Pai e ao Filho e ao Espírito Santo, agora e sempre, e pelos séculos infinitos e sem fim dos séculos.' E todo o povo diga: 'Amém.' E o bispo diga: 'A paz de Deus seja com todos vós.' E todo o povo diga: 'E com o teu espírito.' E o diácono proclame de novo: