‹ Biblioteca

Historiadores da Igreja

Louvor de Constantino (Tricenais)

Εἰς Κωνσταντῖνον βασιλέα τριακονταετηρικός

Eusébio de Cesareia · c. 336 d.C. · PG 20, col. 1315-1439

Prólogo do elogio a Constantino

Πρόλογος τῶν εἰς Κωνσταντῖνον ἐπαίνων. Ἀλλ’ οὐκ ἐγὼ μύθους, οὐκ ἀκοῆς θήραστρα, λόγων εὐγλωττίαν πλασάμενος πάρειμι κησήσων ὦτα φωνῇ Σειρήνων, οὐδὲ χρυσέοις δεπάεσσιν, ὡραίοις ἄνθεσι ῥημάτων φράσει κεκαλλιεπημένοις, ἡδονῆς φάρμακα τοῖς τῶνδε προπιοῦμαι φίλοις, σοφοῖς δὲ πειθόμενος παραγγέλλω τὰς λεωξόρους φεύγειν καὶ ἐκτρίπεσθαι, μηδὲ τῷ πλήθει συνωθεῖσθαι διακελεύομαι. ἥκω δὴ βασιλικῶν ὕμνων καινοτέρας ᾠδῆς ἐν ὑμῖν ἀπαρξόμενος. μευρίων δ’ ἀμφὶ τὴν αὐτὴν ἐμοὶ σπευδόντων πορείαν, πάτον ἀνθρώπων ἀλεείνων αὐτὸς τὴν ἀπριβῆ βαδιοῦμαι, ἧς οὐ θέμις ἀνίπροτις ἐπιβαίνειν ποσίν. οἱ μέν γε δημώδεις μειρακίων τε σοφίσμασι πεπατημένους μετιόντες λόγους μούσάν τε ἡδεῖαν καὶ πάνδημον ἀσπαζόμενοι θνητὰς ἀκοὰς θνητοῖς διηγήμασι θελγόντων, ἡδονῇ τὸ κριτήριον ἀποδόντες· οἱ δ’ αὐτῆς μύσται τῆς καθόλου σοφίας, θείων ἐίων ἐν ἀγαθοῦ μοίρᾳ θέμενοι τὰς αὐτοῦ βασιλέως θεοπρεπεῖς ἀρετὰς φιλοθέους τε πράξεις τῶν ἀνθρωπίνων προὐτίμησάν τε καὶ εἵλοντο, δευτέροις ἀνυμνεῖν τὰ δεύτερα τῶν καλῶν παραχωρήσαντες. θείων γάρ τοι καὶ ἀνθρωπείων δορίας οὔσης καὶ ἐν Βασιλέως ψυχῇ, καὶ τῶν μὲν εἰς θεὸν τῶν δ’ εἰς ἀνθρώπους τεινόντων, τοῖς μὲν ἐκτὸς περιβόλων ἱερῶν ἑστῶσιν οἵπερ δὴ ἐπιτήδειοι τὰ ἀνθρώπεια διακονείσθων, σεμνὰ μὲν ὅμως καὶ ἡπερξυῆ βιωφελῆ τε καὶ ταῦτα· πάντα γὰρ τὰ βασιλέως καλά, πλὴν ἔτι λειπόμενα τῶν θειοτέρων. οἱ δ’ ἀνακτόρων ἁγίων εἴσω ἀδύτων τε καὶ ἀβάτων μυχῶν ἐντὸς διαβεβηκότες, θύρας βεβήλοις ἀκοαῖς ἀποκλείσαντες, τὰς ἀπορρήτους βασιλέως μυήσεις τοῖς τούτων μύσταις διηγείσθων μόνοις, οἱ δὲ τὰ ὦτα νάμασιν εὐσεβείας καθηράμενοι ψυχῆς τε αὐτῆς μεταρσίῳ πρερῷ τὸ νοερὸν ἐπερείσαντες ἀμφὶ τὸν πάντων βασιλέα χορευόντων, σιγῇ τὰ θεῖα τελούμενοι. λογίων δὲ χρησμοί, οὐκ ἐκ μαντείας (μᾶλλον δὲ μανίας παράφρονος) φωτὸς δ’ ἐπιπνοίαις ἐνθέου προσπεφωνημένοι, τῶν τελετῶν ἡμῖν γενέσθωσαν διδάσκαλοι ἀμφὶ βασιλείας αὐτῆς ἀμφί τε βασιλέως τοῦ ἀνωτάτω δορυφορίας τε θείας ἀμφὶ τὸν πάντων βασιλέα τοῦ τε καθ᾿ ἡμᾶς βασιλικοῦ παραδείγματος καὶ τοῦ τὸ χάραγμα κεκιβδηλευμένου τῶν θ᾿ ἑκατέρῳ συνομαρτούντων τάγματι. οἷς δὴ τὰς θεοπρεπεῖς τελετὰς ἱεροφαντούμενοι ὧδέ πη θείων ὀργίων ἐφαψόμεθα.

Mas eu não venho aqui inventando mitos, nem atrativos para o ouvido, nem loquacidade de palavras, para encantar os vossos ouvidos com a voz das Sereias, nem oferecerei, em taças de ouro, com belas flores de palavras e frases bem adornadas, poções de prazer aos que me são caros; pelo contrário, obedecendo aos sábios, recomendo evitar e desviar-se das estradas públicas, e ordeno não se espremer com a multidão. Venho, pois, para iniciar entre vós uma nova ode de hinos imperiais. Enquanto incontáveis outros apressam-se na mesma senda que eu, evitando a trilha comum dos homens, eu mesmo trilharei o caminho não percorrido, no qual não é lícito colocar pés não purificados. Pois aqueles que são do povo, buscando discursos trilhados por sofismas de jovens e abraçando uma musa agradável e vulgar, deleitam os ouvidos mortais com narrativas mortais, entregando o julgamento ao prazer; mas os iniciados na própria sabedoria universal, considerando, na partilha do bem dos bens divinos, as virtudes dignas de Deus e as ações amantes de Deus do próprio imperador, preferiram-nas e escolheram-nas em detrimento das coisas humanas, deixando a outros secundários o louvor dos bens secundários. Pois, havendo dons divinos e humanos na alma do imperador, e tendendo uns para Deus e outros para os homens, que aqueles que se encontram fora dos recintos sagrados, os quais são para isso aptos, administrem as coisas humanas, as quais são no entanto veneráveis, grandiosas e benéficas para a vida — pois todas as coisas do imperador são belas, embora ainda inferiores às divinas.

Mas os que transpuseram o interior dos santuários sagrados e penetraram nos recessos impenetráveis e inacessíveis, fechando as portas aos ouvidos profanos, narrem as secretas iniciações do imperador apenas aos iniciados nestas coisas; e estes, purificando os ouvidos com as correntes da piedade e erguendo a faculdade intelectual com a asa elevada da própria alma, dancem em torno do Rei do universo, celebrando em silêncio os mistérios divinos. E que os oráculos das divinas Escrituras — proclamados não por adivinação (ou melhor, insânia delirante), mas por inspirações de uma luz divina — sejam os nossos mestres sobre esta realeza, sobre o Rei Altíssimo e a divina escolta que rodeia o Rei do universo, sobre o modelo imperial que está entre nós e aquele cujo selo é falsificado, bem como sobre as hostes que acompanham cada uma das duas ordens. Por estes oráculos, celebrando os mistérios dignos de Deus, entraremos em contato, de algum modo, com as divinas celebrações.

I

Πανήγυρις μὲν αὕτη βασιλέως μεγάλου. χαιρωμεν δ᾿ ἐν αὐτῇ θειάζοντες λόγων ἱερῶν παιδεύμασιν οἱ βασιλικοὶ παῖδες, ἐξάρχει δ᾿ ἡμῖν τῆς ἑορτῆς ὁ μέγας βασιλεύς. μέγαν δ᾿ ἐγὼ βασιλέα καλῶ τὸν ἀληθῶς μέγαν· τοῦτον δ᾿ εἶναί φημι (οὐ νεμεσσήσει δὲ παρὼν βασιλεύς, ἀλλὰ καὶ συνευφημήσει τῂ θεολογίᾳ) τὸν ἐπέκεινα τῶν ὅλων, τὸν πάντων ἀνώτατον, τὸν ὑπέρτατον, τὸν ὑπερμεγέθη, οὗ θρόνοι μὲν τῆς βασιλείας ἁψῖδες οὐράνιοι, γῆ δ᾿ ὑποπόδιον αὐτοῦ τῶν ποδῶν. εἴ τις ἐπαξίως νοῆσαι τοῦτον δύναιτο, φῶς δ᾿ ἀμφ᾿ αὐτὸν ἀπαστράπτον ἀρρήτοις ἀκτίνων μαρμαρυγαῖς παντί τῳ τῆς αὐτοῦ θεότητος ἀπείργει τὴν θέαν. τοῦτον στρατιαὶ περιπολοῦσιν οὐράνιοι, δορυφοροῦσι δ᾿ ὑπερκόσμιοι δυνάμεις, τὸν αὐτῶν δεσπότην καὶ κύριον καὶ βασιλέα γνωρίζουσαι, ἀγγέλων τε ἄπειρα πλήθη θίασοί τε ἀρχαγγέλων καὶ πνευμάτων ἁγίων χοροὶ τῶν ἀμφ᾿ αὐτὸν μαρμαρυγῶν ὥσπερ ἐξ ἀενάων φωτὸς πηγῶν ἀρυτόμενοι καταυγάζονται. φῶτά τε πάντα καὶ φώτων ἀσωμάτων θεῖα καὶ νοερὰ γένη τὸν ἐπέκεινα χῶρον οὐρανοῦ λαχόντα τὸν μέγαν βασιλέα τοῖς ἀνωτάτω καὶ θεοπρεπέσιν ὕμνοις γεραίρουσιν, μέσος δ᾿ ἀμφιβέβληται μέγας οὐρανὸς περιπέτασμα κυάνεον τοὺς ἐκτὸς τῶν εἴσω βασιλικῶν οἴκων διεῖργον. ἀμφὶ δὲ τοῦτον ὡς ἐν βασιλείων προθύροις περιπολοῦσι δᾳδουχοῦντες ἥλιος καὶ σελήνη καὶ τὰ κατ᾿ οὐρανὸν φωσφόρα, τὸν ἐπέκεινα τῶν ὅλων βασιλέα τιμῶντες αὐτοῦ τε νεύματι καὶ λόγῳ τοῖς τὸν σκότιον ἔξω λαχοῦσιν οὐρανοῦ χῶρον φωτὸς ἀσβέστους ἐξάπτοντες λαμπάδας. τοῦτον ἠμῖν τὸν μέγαν βασιλέα Χριστὸν καὶ αὐτὸς ὁ καλλίνικος ἡμῶν βασιλεὺς ἀνυμνεῖ συνῃσθημένος εὖ μάλα τοῦ τῆς βασιλείας αἰτίου· τοῦτον φιλόθεοι καίσαρες πηγὴν ἁπάντων ἀγαθῶν εἶναι γνωρίζουσιν πατρόθεν τὸ μάθημα παρειληφότες· τοῦτον στρατοπέδῆμοι, λαοὶ παμπληθεῖς κατὰ χώρας καὶ κατὰ πόλεις, ἐθνῶν τε ἄρχοντες ἐκκλησιάζοντες εὐσεβοῦσιν ὑπὸ μεγάλῳ σωτῆρι διδασκάλῳ παιδευόμενοι, ἀλλὰ καὶ πᾶν ἀθρόως γένος ἀνθρώπων, ἔθνη παντοῖα, φυλαὶ καὶ γλῶσσαι, κοινῇ τε πάντες ὁμοῦ καὶ κατὰ μέρος, ταῖς γνώμαις διεστῶντες τὰ ἄλλα, κατὰ μόνην τήνδε συμφωνοῦσι τὴν ὁμολογίαν τὸν ἕνα καὶ μόνον λογισμοῖς ἐμφύτοις αὐτομαθέσι τε καὶ αὐτοδιδάκτοις ἐννοίαις θεοκλυτοῦντες. τί δ᾿ ; οὐχὶ καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον αὐτὸν δεσπότην γνωρίζει τοῖς ἐξ αὐτῆς ἀναδιδομένοις βλαστήμασί τε καὶ ζώοις τὴν πρὸς τὸ νεῦμα τοῦ κρείττονος ὑποταγὴν ἐνδεικνυμένη; τοῦτον καὶ ποταμῶν ῥοαὶ πλημμυροῦσαι τοῖς νάμασι πηγῶν τε τῶν ἐξ αἰῶνος βυθῶν τ᾿ ἀπείρων ἀενάων πηγάζουσαι ῥύσεις τῆς ἀρρήτου θαυματουργίας ἐπιγράφονται τὸν αἴτιον· αὐτὸν καὶ θαλάττης ἄβυσσοι βένθεσιν ἀπείροις ἐγκεκλεισμέναι κυρτούμενά τε κύματα, μετέωρα εἰς ὕψος αἰρόμενα καὶ φόβον ἀπειλοῦντα τῇ γῇ, μέχρις αὐτῶν αἰγιαλῶν προϊόντα, πτήσσει νεύματι θείου νόμου πεπεδημένα· αὐτὸν καὶ χειμερίων ὄμβρων μεμετρημένα ῥεύματα, κτύποι τε βροντῶν καὶ ἀστραπῶν λαμπηδόνες, παλίνστροφοί τε ἀνέμων ῥιπαί, νεφῶν τε διαέριοι πορεῖαι τοῖς τὴν αὐτοῦ θέαν αὐτοπτεῖν ἀδυνάτοις προφαίνουσιν. ἀλλὰ καὶ ὁ παμφαὴς ἥλιος τὸν μακρὸν αἰῶνα δολιχεύων μόνον αὐτὸν οἶδεν κύριον αὐτοῦ τε νεύματι δουλεύων οὔποτε βαίνειν ἐκτὸς ὅρων τολμᾷ· σελήνη τε ὑποχωροῦσα τὸ φέγγος ἡλίῳ χρόνων τε περιόδοις μειουμένη καὶ πάλιν αὐξομένη θεσμοῖς ὑποτάττεται θείοις· κάλλη τε οὐρανοῦ, χορείαις ἄστρων ἀποστίλβοντα βαίνοντά τε σὺν τάξει καὶ ἁρμονίᾳ καὶ τοὺς αὐτῶν ἀναμετρούμενα κύκλους, τὸν παντοίων δοτῆρα φώτων ἀνακηρύττουσιν· ὁμοῦ τε πάντες οὐράνιοι φωστῆρες, αὐτοῦ νεύματι κὰι λόγῳ μίαν συνταξάμενοι μελῳδίαν, μακρῶν αἰώνων κύκλοις δολιχὸν ἐξανύοντες δρόμον αἰθερίων σταδίων διιππεύουσιν ἀγῶνες· νυκτῶν τε καὶ ἡμερῶν ἀμοιβαῖαι κινήσεις, ὡρῶν τε καὶ καιρῶν μεταβολαί, ῥυθμοί τε καὶ τάξεις τοῦ παντὸς τῆς ἀπειρομεγέθους δυνάμεως τὴν πολυποίκιλον σοφίαν γεραίρουσιν. αὐτῷ καὶ δυνάμεις ἀφανεῖς ἀμφὶ τὰ δ᾿ ἀέρος ἀνειμένα πεδία ποτώμεναι τὴν ὀφειλομένην καὶ πρέπουσαν θεολογίαν ἀναπέμπουσιν· τοῦτον δὴ τὸν μέγαν βασιλέα καὶ αὐτὸς ὁμοῦ πᾶς ἀνυμνεῖ κόσμος· τοῦτον ἄνωθεν οὐρανοὶ οὐρανίων τε ἁψίδων ὑπέρτεροι χοροὶ γεραίρουσιν· ὑμνοῦσι δ᾿ ὕμνοις ἀρρήτοις ἀγγέλων στρατιαί, πνεύματά τε νοεροῦ φωτὸς ἔκγονα τὸν σφῶν γεννήτορα θεολογοῦσιν· τοῦτον αἰῶνες ἄχρονοι πρὸ οὐρανοῦ τοῦδε καὶ πρὸ κόσμου ἄλλοι τε τούτων ἄπειροι αἰῶνες αἰώνων πρὸ πάσης τῆς τῶν ὁρατῶν ὑποστάσεως μόνον καὶ μέγαν δεσπότην καὶ κύριον ἐπιγράφονται. τοῦτον καὶ αὐτὸς ἐπὶ πᾶσι καὶ πρὸ πάντων καὶ μετὰ πάντας ὁ προὼν αὐτοῦ μονογενὴς λόγος, ὁ δὴ μέγας ἀρχιερεὺς τοῦ μεγάλου θεοῦ, παντὸς χρόνου καὶ πάντων αἰώνων πρεσβύτατος, τῇ τοῦ πατρὸς καθωσιωμένος τιμῇ πρῶτος καὶ μόνος, τῆς πάντων ὑπεριλάσκεται σωτηρίας, πρωτείοις μὲν τῆς τῶν ὅλων ἀρχῆς δευτερείοις δὲ τῆς πατρικῆς βασιλείας ἐνδοξαζόμενος, ὅτι δὴ τὸ φῶς αὐτὸς ἦν τὸ ἐπέκεινα τῶν ὅλων ἀμφὶ τὸν πατέρα χορεῦον μεσιτεῦον τε καὶ διεῖργον τῆς τῶν γενητῶν οὐσίας τὴν ἄναρχον καὶ ἀγένητον ἰδέαν, ὃ δὴ καὶ ἄνωθεν ἐξ ἀλήκτου καὶ ἀνάρχου θεότητος ἀναβλυστάνον ἔξω πρόεισιν τὸν ὑπερουράνιον χῶρον τά τε εἴσω οὐρανοῦ πάντα κρείττοσιν ἢ καθ᾿ ἥλιον σοφίας καταλάμπον αὐγαῖς. αὐτὸς δ᾿ ἂν εἴη ὁ τοῦδε τοῦ σύμπαντος καθηγεμὼν κόσμου, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ὁρωμένοις τε καὶ ἀφανέσιν ἐπιπορευόμενος τοῦ θεοῦ λόγος, παρ᾿ οὗ καὶ δι᾿ οὗ τῆς ἀνωτάτω βασιλείας τὴν εἰκόνα φέρων ὁ τῷ θεῷ φίλος βασιλεὺς κατὰ μίμησιν τοῦ κρείττονος τῶν ἐπὶ γῆς ἁπάντων τοὺς οἴακας διακυβερνῶν ἰθύνει.

Esta é a assembleia festiva do grande Rei. Alegremo-nos nela nós, os filhos imperiais, inspirados pelos ensinamentos das sagradas palavras; e quem inicia para nós a festa é o grande imperador. E eu chamo de grande rei aquele que verdadeiramente é grande; e afirmo ser este (não se indignará o imperador aqui presente, mas antes se associará ao louvor desta teologia) Aquele que está além de todas as coisas, o mais elevado de tudo, o soberano, o imensurável, cujos tronos da realeza são as abóbadas celestes, e a terra é o escabelo de Seus pés. Se alguém pudesse concebê-Lo condignamente, veria que a luz que brilha ao Seu redor com raios de fulgor indizível impede a todos de contemplar a Sua divindade. A Ele rodeiam as hostes celestes, e escoltam-no as potências supercelestes, reconhecendo-O como seu senhor, soberano e rei; e multidões infinitas de anjos, assembleias de arcanjos e coros de espíritos santos são iluminados pelos fulgores que emanam d'Ele, como que haurindo de fontes perenes de luz. E todas as luzes, bem como as naturezas divinas e intelectuais de luzes incorpóreas que herdaram o espaço além del céu, honram o grande Rei com os mais elevados hinos dignos de Deus; e no meio estende-se o grande céu, como um véu azulado que separa os que estão fora dos aposentos reais internos. E em torno deste, como que nos vestíbulos do palácio, movem-se portando tochas o sol, a lua e os luminares celestes, honrando o Rei do universo e, por Seu aceno e palavra, acendendo tochas inextinguíveis de luz para os que herdaram o espaço escuro fora do céu. A este grande Rei, Cristo, também o nosso próprio imperador vitorioso louva, tendo plena consciência do Autor de sua realeza; a Ele os césares amantes de Deus reconhecem como fonte de todos os bens, tendo recebido este ensinamento de seu pai; a Ele as multidões dos exércitos, povos em grande número pelas regiões e cidades, e os governantes das nações reunidos em assembleia veneram, sendo instruídos sob o ensinamento do grande Salvador; e, de fato, também toda a raça dos homens em geral, nações de toda espécie, tribos e línguas, todos juntos em comum e cada um em particular, embora divergindo nas demais opiniões, concordam apenas nesta confissão, invocando o Deus único e só por meio de pensamentos inatos e noções espontaneamente aprendidas e autodidatas. E o que dizer? Acaso não é verdade que o próprio elemento da terra O reconhece como Senhor, demonstrando, pelos brotos e seres vivos que dela nascem, a sua submissão ao aceno do Superior? A Ele também as correntes dos rios que transbordam com suas águas e os fluxos que brotam eternamente das profundezas infinitas e antigas das fontes atribuem o Autor de sua indizível maravilha; a Ele também os abismos do mar, encerrados em profundezas imensas, e as ondas que se elevam e se curvam no alto, ameaçando a terra com o terror, quando chegam até as próprias praias, retrocedem amedrontadas, acorrentadas pelo aceno da lei divina; a Ele também os fluxos medidos das chuvas de inverno, os estrondos dos trovões e os clarões dos relâmpagos, os sopros cambiantes dos ventos e o curso aéreo das nuvens O manifestam àqueles que são incapazes de contemplar a Sua visão com os próprios olhos.

Mas também o sol resplandecente, percorrendo o longo curso do tempo, conhece-O como seu único senhor e, servindo ao Seu aceno, jamais ousa ultrapassar os seus limites; e a lua, cedendo a sua claridade ao sol, diminuindo e novamente crescendo nos períodos de tempo, submete-se às leis divinas; e as belezas do céu, que brilham com as danças dos astros, movendo-se com ordem e harmonia e medindo as suas próprias órbitas, proclamam o Dador de toda sorte de luzes; e todos os luminares celestes juntos, formando uma só melodia por Seu aceno e palavra, completam um longo curso nos ciclos de longos séculos, percorrendo as pistas dos estádios etéreos; e os movimentos alternados das noites e dos dias, as mudanças das horas e das estações, os ritmos e as ordens do universo celebram a multiforme sabedoria de Seu poder infinitamente grande. A Ele também potências invisíveis, que voam pelos campos abertos do ar, elevam a teologia devida e conveniente; a este grande Rei também todo o universo celebra em uníssono; a Ele os céus no alto e os coros superiores às abóbadas celestes glorificam; e as hostes dos anjos louvam com hinos inefáveis, e os espíritos gerados da luz intelectual cantam a teologia de seu Progenitor; a Ele os séculos eternos antes deste céu e antes do mundo, e outros infinitos séculos de séculos antes de toda a existência das coisas visíveis, inscrevem como único e grande Senhor e Soberano. A Ele também o Seu próprio Logos unigênito, que preexiste sobre todas as coisas, antes de todas as coisas e depois de todas as coisas, o qual é de fato o grande sumo sacerdote do grande Deus, mais antigo que todo o tempo e todos os séculos, consagrado primeiro e único à honra do Pai, intercede pela salvação de todos, glorificado com a primazia do governo do universo e com o segundo lugar do reino paterno, porque Ele mesmo era a luz além do universo que dança em torno do Pai, servindo de mediadora e separando a essência das coisas criadas da Forma sem início e incriada, a qual, de fato, brotando no alto da divindade infindável e sem início, avança para o exterior, iluminando o espaço supraceleste e todas as coisas no interior do céu com raios de sabedoria superiores ao sol. E Ele mesmo seria o guia deste universo, o Logos de Deus que penetra sobre todas as coisas, através de todas as coisas e em todas as coisas visíveis e invisíveis, do qual e por meio do qual o imperador amado de Deus, portando a imagem da realeza altíssima, governa e dirige os lemes de todas as coisas sobre a terra, à imitação do Superior.

II

Ὁ μέν γε τοῦ θεοῦ μονογενὴς λόγος τῷ αὐτοῦ πατρὶ συμβασιλεύων ἐξ ἀνάρχων αἰώνων εἰς ἀπείρους καὶ ἀτελευτήτους αἰῶνας διαρκεῖ· ὁ δὲ τούτῳ φίλος, ταῖς ἄνωθεν βασιλικαῖς ἀπορροίαις χορηγούμενος τῷ τε τῆς θεικῆς ἐπηγορίας ἐπωνύμῳ δυναμούμενος, μακραῖς ἐτῶν περιόδοις τῶν ἐπὶ γῆς κρατεῖ. εἶδ᾿ ὁ μὲν τῶν ὅλων σωτὴρ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον τὴν τε ἀνωτάτω βασιλείαν τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον τήν τε ἀνωτάτω βασιλείαν εὐπρεπῆ τῷ αὐτοῦ πατρὶ παρασκευάζει· ὁ δὲ τούτῳ φίλος αὐτῷ τῷ μονογενεῖ καὶ σωτῆρι λόγῳ τῶν ἐπὶ γῆς τοὺς ὑποχειρίους προσάγων ἐπιτησείους πρὸς τὴν αὐτοῦ βασιλείαν καθίστησιν. καὶ ὁ μὲν κοινὸς τῶν ὅλων σωτὴρ τὰς ἀποστατικὰς δυνάμεις, ὅσαι ποτὲ ἀμφὶ τόνδε τὸν ὑπὲρ γῆς ἀέρα διιπτάμεναι ταῖς τῶν ἀνθρώπων ἐνέχριμπτον φυχαῖς, ἀοράτῳ καὶ θεικῇ δυνάμει οἷα θῆρας ἀγρίους τῶν αὐτοῦ φρεμμάτων ποιμένος ἀγαθοῦ δίκην πορρωτάτω καθίστησιν· ὁ δὲ τούτῳ φίλος ἄνωθεν παρ᾿αὐτοῦ τοῖς κατ᾿ ἐχθρῶν κοσμούμενος τροπαίοις τοὺς ἐμφανεῖς τῆς ἀληθείας ἐχθροὺς νόμω πολέμου χειρούμενος σωφρονίζει. καὶ ὁ μὲν λόγος ὢν προκόσμιος καὶ σωτὴρ τῶν ὅλων λογικὰ καὶ σωτηριώδη σπέρματα τοῖς αὐτοῦ παραδιδοὺς θιασώταις λογικοὺς ἅμα καὶ τῆς τοῦ πατρὸς βασιλείας ἐπιστημονικοὺς ἀπεργάζεται· ὁ δὲ τούτῳ φίλος οἷά τις ὑποφήτης τοῦ θεοῦ λόγου πᾶν γένος ἀνθρώπινον ἐπὶ τὴν τοῦ κρείττονος ἀνακαλεῖται γνῶσιν, ταῖς πάντων ἀκοαῖς ἐμβοῶν μεγάλῃ τε φωνῇ τοῖς ἐπὶ γῆς ἅπασι τοὺς τῆς ἀληθοῦς εὐσεβείας ἀνακηρύττων νόμους. καὶ ὁ μὲν τῶν ὅλων σωτὴρ τὰς οὐρανίους πύλας τῆς τοῦ πατρὸς βασιλείας τοῖς ἐνθένδε ἐκεῖσε μεθισταμένοις ἀναπετάννυσιν· ὁ δὲ ζήλῳ τοῦ κρείττονος πάντα ῥύπον ἀθέου πλάνης τῆς κατὰ γῆν βασιλείας ἀποκαθηράμενος χοροὺς ὁσίων καὶ εὐσεβῶν ἀνδρῶν εἴσω βασιλικῶν οἴκων εἰσκαλεῖται, αὔτανδρον τὸν σύμπαντα στόλον τῶν ὑπ᾿ αὐτῷ κυβερνωμένων διασώσασθαι προμηθούμενος. πανήγυρίν τε ταύτην μόνος οὗτος τῶν πώποτε τῆς Ῥωμαίων καθηγησαμένων βασιλείας,τριτταῖς ἤδη περιόδοις δεκάδων πρὸς τοῦ παμβασιλέως θεοῦ τιμηθείς, οὐ χθονίοις κατὰ τοὺς παλαιοὺς συντελεῖ πνεύμασιν, οὐδὲ λαοπλάνων φάσμασι δαιμόνων, οὐδ᾿ ἀπάταις καὶ λήροις ἀθέων ἀνδρῶν, αὐτῷ δὲ τὰ χαριστήρια τῷ τετιμηκότι, συνῃσθημένος τῶν εἰς αὐτὸν κεχορηγημένων ἀγαθῶν, ἀποδίδωσιν, οὐ κατὰ τοὺς παλαιοὺς αἵμασι καὶ λύθροις τοὺς βασιλικοὺς οἴκους μιαίνων, οὐδὲ καπνῷ καὶ πυρὶ ζώων τε ὁλοκαύτων θυσίαις χθονίους δαίμονας ἀπομειλισςόμενος, τὴν δ’ αὐτῷ τῷ βασιλεῖ τῶν ὅλων προσφιλῆ καὶ χαρίεσσαν θυςίαν, αὐτὴν δηλαδὴ τὴν αὐτοῦ βασιλικὴν ψυχὴν καὶ ηνὴς αὐτῷ μόνη, ἣν δὴ βασιλεὺς ὁ ἡμεδαπὸς καλλιερεῖν ἀπύροις καὶ ἀναίμοις τοῖς κατὰ διάνοιαν κεκαθαρμένοις λογισμοῖς δεδίδακται, ψυχῆς μὲν ἀδιαψεύστοις δόγμασι τὰ τῆς εὐσεβείας κρατύνων, λόγῳ δὲ μεγαλοπρεπεῖ γεραίρων τὴν θεολογίαν, πράξεσί τε βασιλικαῖς τὴν τοῦ κρείττονος ζηλῶν φιλανθρωπίαν, ὅλος τε ἀνακείμενος αὐτῷ καὶ μέγα δῶρον ἀνατιθεὶς αὐτὸς ἑαυτὸν οὗ πεπίστευται κόσμου τὸ ἀκροθίνιον· τοῦτο δὴ μέγιστον ἱερεῖον πρὸ τῶν ἁπάντων καλλιερεῖ βασιλεύς, θύει δ’ ἅτε ποιμὴν ἀγαθός · [οὐκ] Ἀρνῶν πρωτογόνων ῥέζων κλειτὰς ἑκατόμβας, τῶν ὑπ’ αὐτῷ ποιμαινομένων λογικῶν θρεμμάτων τὰς ψυχὰς τῇ αὐτοῦ γνώσει καὶ εὐσεβείᾳ προσάγων.

O Logos unigênito de Deus, co-reinando com o Seu próprio Pai desde séculos sem início, permanece por séculos infinitos e intermináveis; mas o imperador, seu amigo, abastecido pelas emanações imperiais do alto e fortalecido com o título da denominação divina, governa sobre a terra por longos períodos de anos. E enquanto o Salvador do universo torna todo o céu, o mundo e o reino altíssimo condignos e agradáveis ao Seu próprio Pai, o imperador, seu amigo, conduzindo os seus súditos sobre a terra ao próprio Logos unigênito e Salvador, torna-os aptos para o Seu reino. E enquanto o Salvador comum do universo afasta para muito longe, com poder invisível e divino, como a animais selvagens e à maneira de um bom pastor, as potências apóstatas que voam em torno deste ar acima da terra e que se lançavam contra as almas dos homens, a fim de proteger o Seu rebanho; o imperador, seu amigo, ornado pelo alto com troféus contra os inimigos, subjuga e corrige, pela lei da guerra, os inimigos visíveis da verdade. E enquanto o Logos, existindo antes do mundo e sendo Salvador do universo, transmitindo sementes racionais e salutares aos Seus seguidores, torna-os ao mesmo tempo racionais e instruídos no reino do Pai; o imperador, seu amigo, como um intérprete do Logos de Deus, convoca toda a raça humana ao conhecimento do Superior, bradando aos ouvidos de todos e proclamando em alta voz a todos os habitantes da terra as leis da verdadeira piedade. E enquanto o Salvador do universo abre as portas celestes do reino do Pai para os que se transferem daqui para lá, o imperador, por zelo pelo Superior, purificando toda a imundície do erro ateu do reino terrestre, convoca coros de homens santos e piedosos para o interior dos palácios imperiais, providenciando salvar com toda a sua tripulação a frota inteira daqueles que são governados por ele. E ele, sendo o único de todos os que já governaram o império dos romanos a ter sido honrado pelo Deus soberano com três períodos de décadas, realiza esta assembleia festiva não em honra de espíritos terrestres, segundo os antigos, nem para fantasmas de demônios que seduzem o povo, nem com as fraudes e tolices de homens ateus; pelo contrário, ele rende ações de graças ao próprio Deus que o honrou, consciente dos bens que lhe foram concedidos, não poluindo os palácios imperiais com sangue e impurezas, como os antigos, nem aplacando os demônios terrestres com fumaça, fogo e sacrifícios de animais em holocausto, mas oferecendo ao próprio Rei do universo o sacrifício que Lhe é querido e agradável, a saber, a sua própria alma imperial e a mente dedicada apenas a Ele, a qual o nosso imperador aprendeu a consagrar sem fogo e sem sangue, por meio de pensamentos purificados na mente, fortalecendo as verdades da piedade com dogmas infalíveis da alma, honrando a teologia com palavras grandiosas e imitando a filantropia do Superior com ações imperiais; consagrando-se inteiramente a Ele e oferecendo-se a si mesmo como uma grande dádiva, como as primícias do mundo que lhe foi confiado. Este é, de fato, o maior sacrifício que o imperador realiza antes de tudo, e ele imola como bom pastor, não sacrificando ilustres hecatombes de cordeiros primogênitos, mas conduzindo as almas do rebanho racional sob a sua tutela ao Seu conhecimento e piedade.

III

Ὁ δὲ τῷ τοιῷδε χαίρων ἱερείῳ καὶ τὸ δῶρον ἀσμένως ἀσπαζομένος τῆς τε σεμνῆς καὶ καλλιπρεποῦς θυσίας τὸν ἱεροφάντην ἀγάμενος προσθήκας αὐτῷ μακρῶν περιόδων τῆς βασιλείας προστίθησιν, ἀμοιβαίως ταῖς εἰς αὐτὸν ὁσίαις αὔξων τὰς εὐεργεσίας, παρέχει τε παντοίας ἑορτὰς ἐκτελεῖν σὺν πολλῇ ῥᾳστώνῃ τῆς μοναρχίας, ἐφ’ ἑκάστῃ περιόδῳ δεκαετοῦς πανηγύρεως ἕνα τινὰ τῶν αὐτοῦ παίδων ἐπὶ τὴν τοῦ βασιλικοῦ θρόνου κοινωνίαν προχειριζόμενος καὶ ὥσπερ εὐθαλεῖ καὶ ἀκμαίῳ φυτῷ χρόνων αὐξήσεις δωρούμενος. πρῶτόνγε τοῦ πατρὸς τὸν ὁμώνυμον κατὰ τὴν πρώτην τῆς βασιλικῆς περιόδου δεκάδα τοῦ βασιλικοῦ κοινωνὸν ἀπέφηνε κλήρου, δεύτερον δ’ ἐπὶ τῇ δευτέρᾳ δεκάδι τὸν ἐφεξῆς τῷ χρόνῳ, τὸν τρίτον ὡσαύτως ἐπὶ τῇ τρίτῃ τῆς μετὰ χεῖρας ἑορτῆς δεκάδι. ἤδη δὲ καὶ τετάρτης ἀνακυκλουμένης περιόδου, ὡς ἂν τῶν χρόνων εἰς μῆκος ἐκτεινομένων, συναύξων τὴν βασιλείαν ἀφθόνῳ κοινωνίᾳ τοῦ γένους καιςάρων τε ἀναδείξεσι θείων προφητῶν ἀποπληροῖ θεσπίσματα, ἃ δὴ πάλαι καὶ πρόπαλαι ὧδέ πη ἐβόα· „καὶ διαλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου.“ οὕτω δῆτα χρόνων ἅμα καὶ παίδων αὐξήσεις βασιλεῖ τῷ θεοφιλεστάτῳ θεὸς αὐτὸς ὁ παμβασιλεὺς δωρούμενος, ἀκμάζουσαν αὐτῷ καὶ νεαρὰν τὴν κατὰ τῶν ἐπὶ γῆς ἐθνῶν ἡγεμονίαν ὥσπερ ἄρτι φύειν ἀρχομένην καθίστησιν, αὐτός τε αὐτῷ συντελεῖ τὴν πανήγυριν, νικητὴν αὐτὸν καθιστὰς ἐχθρῶν ἁπάντων καὶ πολεμίων εὐσεβείας τε ἀληθοῦς ὑπόδειγμα τοῖς ἐπὶ γῆς ἅπασιν ἀποφαίνων. ὁ δ’, ὡς φῶς ἡλίου μαρμαρυγαῖς, ταῖς τῶν καισάρων ἐπιλάμψεσι τοὺς πορρωτάτω τοῖς τόποις ἀπῳκισμένους ταῖς εἰς μακρὸν ἐξ αὐτοῦ παραπεμπομέναις ἀκτῖσι καταυγάζει, ὧδε μὲν ἡμῖν τοῖς τὴν ἑῴαν λαχοῦσι τὸν ἐπάξιον αὐτοῦ καρπόν, θάτερον δὲ τῶν παίδων θατέρῳ γένει τῶν ἀνθρώπων, καὶ πάλιν ἄλλον ἀλλαχόθι, λαμπτῆρας οἷα καὶ φωστῆρας τῶν ἐξ αὐτοῦ προχεομένων φώτων διενείματο· εἶθ’ ὑπὸ μίαν ζεύγλην βασιλικοῦ τεθρίππου τέτταρας ὑποζεύξας αὐτὸς αὐτῷ οἷά τινας πώλους τοὺς ἀνδρειοτάτους καίσαρας ἡνίαις τε αὐτοὺς ἐνθέου συμφωνίας τε καὶ ὁμονοίας ἁρμοσάμενος, ἄνωθεν ὑψηλῶς ἡνιοχῶν ἐλαύνει, ὁμοῦ τὴν σύμπασαν ὅσην ἥλιος ἐφορᾷ διϊππεύων, αὐτός τε τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα διασκοπούμενος. κἄπειτα τῆς οὐρανίου βασιλείας εἰκόνι κεκοσμημένος, ἄνω βλέκατὰ τὴν ἀρχέτυπον ἰδέαν τοὺς κάτω διακυβερνῶν ἰθύνει, μονάρχου δυναστείας μιμήματι κραταιούμενος· τοῦτο γὰρ ἀνθρώπου φύσει τῶν ἐπὶ γῆς μόνῃ ὁ τῶν ἁπάντων δεδώρηται βασιλεύς. νόμος γὰρ οὗτος βασιλικῆς ἐξουςίας ὁ τὴν κατὰ πάντων μίαν ἀρχὴν ὁριζόμενος. μοναρχία δὲ τῆς πάντων ὑπέρκειται συστάσεώς τε καὶ διοικήσεως· ἀναρχία γὰρ μᾶλλον καὶ στάσις ἡ ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένη πολυαρχία. διὸ δὴ εἷς θεὸς ἀλλ’ οὐ δύο οὐδὲ τρεῖς οὐδὲ ἔτι πλείονες· ἀκριβῶς γὰρ ἄθεον τὸ πολύθεον, εἷς βασιλεύς, καὶ ὁ τούτου λόγος καὶ νόμος βασιλικὸς εἷς, οὐ ῥήμασι καὶ συλλαβαῖς ἐκφωνούμενος οὐδ’ ἐν γραφαῖς καὶ στήλαις χρόνου μήκει δαπανώμενος, ζῶν δὲ καὶ ὑφεστὼς θεὸς λόγος, τοῖς ὑπ’ αὐτὸν καὶ μετ’ αὐτὸν ἅπασι τὴν τοῦ πατρὸς διαταττόμενος βασιλείαν. στρατιαὶ δὲ τοῦτον οὐράνιοι περιπολοῦσι, μυριάδες τε ἀγγέλων θεοῦ λειτουργῶν πλήθη τε στρατοπεδείας ὑπερκοσμίου τῶν τε εἴσω οὐρανοῦ πνευμάτων ἀφανῶν τῇ τοῦ παντὸς κόσμου τάξει διακονουμένων, ὧν πάντων ὁ βασιλικὸς καθηγεῖται λόγος οἷά τις μεγάλου βασιλέως ὕπαρχος. ἀρχιστράτηγον αὐτὸν καὶ ἀρχιερέα μέγαν προφήτην τε τοῦ πατρὸς καὶ μεγάλης βουλῆς ἄγγελον φωτός τε ἀπαύγασμα πατρικοῦ μονογενῆ τε υἱὸν καὶ τούτων ἕτερα μυρία θεσπίζουσιν ἀναφωνοῦσαι θεολόγων φωναί, ὃν δὴ ζῶντα λόγον καὶ νόμον καὶ σοφίαν ἀγαθοῦ τε πλήρωμα παντὸς ὁ γεννήσας ὑποστησάμενος, μεγίστων ἀγαθῶν δόμα τοῖς ὑπὸ τὴν βασιλείαν πᾶσιν ἐδωρήσατο. ὁ δὲ διήκων τὰ πάντα πάντη τε ἐπιπορευόμενος καὶ τάς τε τοῦ πατρὸς χάριτας ἀφθόνως ἐξαπλῶν εἰς πάντας μέχρι καὶ τῶν ἐπὶ γῆς λογικῶν τὸ τῆς βασιλικῆς δυναστείας ἐξέτεινεν μίμημα, θεϊκαῖς δυνάμεσι τὴν κατ’ εἰκόνα τὴν αὐτοῦ πεποιημένην ἀνθρώπου ψυχὴν κατακοσμήσας· ἔνθεν αὐτῇ καὶ τῶν ἄλλων ἀρετῶν ἡ κοινωνία θεϊκῆς ἐξ ἀπορροίας περίεστι. μόνος μὲν γὰρ σοφὸς ὁ καὶ θεὸς μόνος. ὁ δ’ αὐτὸς τὴν οὐσίαν ἀγαθὸς μόνος, ἰσχύι τε δυνατὸς αὐτὸς μόνος, καὶ γεννήτωρ μὲν αὐτῆς δικαιοσύνης, πατὴρ δὲ λόγου καὶ σοφίας, πηγή τε φωτὸς καὶ ζωῆς, ἀληθείας τε καὶ ἀρετῆς ταμίας, καὶ δὴ βασιλείας αὐτῆς ἀρχῆς τε πάσης καὶ ἐξουσίας καθηγεμών.

E Aquele que se alegra com tal vítima e acolhe de bom grado a dádiva, admirando o sacerdote deste venerável e belo sacrifício, acrescenta-lhe acréscimos de longos períodos de reinado, aumentando as Suas beneficências em resposta às ações piedosas que Lhe são dirigidas, e concede-lhe celebrar toda sorte de festas com grande tranquilidade da monarquia, associando, a cada período de festa decenal, um de seus filhos à comunhão do trono imperial, concedendo-lhes acréscimos de anos como a uma planta florescente e vigorosa. Primeiramente, declarou o homônimo do pai como sócio do quinhão imperial durante a primeira década do período de seu reinado; em segundo lugar, na segunda década, o próximo em idade; e o terceiro, da mesma forma, na terceira década da presente festividade. E agora, com o quarto período já se reiniciando, conforme os anos se estendem em extensão, aumentando o império com a generosa associação de sua descendência e com as proclamações de césares, ele cumpre os vaticínios dos divinos profetas, os quais outrora, há muito tempo, bradavam assim: ‘E os santos do Altíssimo receberão o reino’. Assim, pois, concedendo o próprio Deus Soberano ao imperador mais amado d'Ele o aumento de anos e ao mesmo tempo de filhos, torna o seu governo sobre as nações da terra vigoroso e jovem, como se estivesse apenas começando a florescer, e Ele mesmo celebra com ele a festividade, tornando-o vencedor de todos os inimigos e oponentes, e manifestando-o como modelo da verdadeira piedade a todos os habitantes da terra. E ele, como o brilho da luz do sol, ilumina com os esplendores dos césares os que habitam nos lugares mais distantes, por meio de raios enviados a longa distância a partir de si, distribuindo aqui para nós, que herdamos o Oriente, o seu digno fruto, e destinando outro de seus filhos a outra raça de homens, e ainda outro em outro lugar, como tochas e luminares das luzes que d'Ele emanam; então, tendo jungido sob uma mesma parelha de quadriga imperial os quatro césares valentíssimos, como se fossem potros, e harmonizando-os com as rédeas de uma divina concórdia e unanimidade, ele os conduz, governando do alto, percorrendo ao mesmo tempo toda a terra que o sol contempla, estando ele próprio presente a todos e tudo inspecionando. E além disso, adornado com a imagem do reino celeste, olhando para o alto, dirige e governa os de baixo segundo a Forma arquétipa, fortalecido pela imitação do poder monárquico; pois isso foi concedido pelo Rei do universo apenas à natureza do homem entre todas as criaturas da terra. Pois esta é a lei do poder imperial: a que define um único governo sobre todas as coisas. A monarquia supera qualquer outra constituição e administração; pois a poliarquia, que se introduz a partir de uma igualdade de direitos, é antes anarquia e discórdia. Por isso há um só Deus, e não dois ou três, ou ainda mais; pois o politeísmo é rigorosamente ateísmo; há um só rei, e um só Logos e lei imperial d'Ele, não expressa em palavras e sílabas, nem consumida pelo decurso do tempo em escritos e estelas, mas o Logos de Deus vivo e subsistente, que ordena o reino do Pai a todos os que estão sob Ele e depois d'Ele. A Ele rodeiam as hostes celestes, miríades de anjos ministros de Deus, multidões de exércitos supercelestes e de espíritos invisíveis no interior do céu, os quais servem à ordem de todo o mundo, e sobre todos os quais preside o Logos imperial, como se fosse o vice-rei do grande Rei. Como comandante supremo, sumo sacerdote, grande profeta do Pai, mensageiro do grande conselho, resplendor da luz paterna, Filho unigênito e outras incontáveis denominações, as vozes dos teólogos O proclamam; o qual, sendo Logos vivo, lei, sabedoria e plenitude de todo bem, Aquele que O gerou O estabeleceu e O concedeu como dádiva dos maiores bens a todos os que estão sob o Seu reino. E Ele, que penetra todas as coisas e avança por toda parte, estendendo generosamente as graças do Pai a todos, estendeu até mesmo aos seres racionais sobre a terra a imitação do poder imperial, tendo adornado com faculdades divinas a alma do homem feita à Sua imagem; de onde lhe advém também a comunhão com as demais virtudes, proveniente de uma emanação divina. Pois somente Deus é sábio; e Ele mesmo é o único bom em essência, o único poderoso em força, o gerador da própria justiça, o Pai do Logos e da sabedoria, a fonte da luz e da vida, o guardião da verdade e da virtude, e de fato o guia da própria realeza, de todo império e de todo poder.

IV

Ἀλλὰ ταῦτα πόθεν ἀνθρώποις εἰδέναι; τίς δ’ ἀκοῇ θνητῶν ταῦτα διηκονήσατο; πόθεν δὲ γλώττῃ σαρκὸς τὰ σαρκῶν ἀλλότρια καὶ σωμάτων ἀποφθέγγεσθαι; τίς τὸν ἀφανῆ βασιλέα διοπτεύσας ταύτας ἐν αὐτῷ κατεῖδεν δυνάμεις; αἰσθήσει μὲν γὰρ σωμάτων ἀδελφὰ στοιχεῖα τά τ’ ἐκ τούτων συγκρίματα καταλαμβάνεται, ἀλλ’ οὐδείς πω σωμάτων ὀφθαλμοῖς τὴν κατὰ πάντων ἀφανῆ βασιλείαν ὄψει παραλαβὼν ἐσεμνύνατο, οὐδὲ θνητὴ φύσις τὸ σοφίας κατενόησε κάλλος. τίς δὲ σαρκῶν αἰσθήσει τὸ δικαιοσύνης ἐνεῖδε πρόσωπον; ἐννόμου δ’ ἀρχῆς καὶ βασιλικῆς ἐξουσίας πόθεν ἀνθρώποις ὑπειςῆλθον ἔννοιαι; πόθεν αὐτοκρατορικὴ δύναμις τῷ σαρκὶ καὶ αἵματι πεπιλημένῳ; τίς δὲ τὰς ἀφανεῖς καὶ ἀσχηματίστους ἰδέας καὶ τὴν ἀσώματον καὶ ἀσχημάτιστον οὐσίαν τοῖς ἐπὶ γῆς ἐξηγόρευσεν; ἀλλ’ ἦν ἄρα τούτων εἷς ἑρμηνεὺς ὁ διὰ πάντων ἥκων τοῦ θεοῦ λόγος, ὁ τῆς ἐν ἀνθρώποις λογικῆς καὶ νοερᾶς πατὴρ οὐσίας, μόνος μὲν τῆς τοῦ πατρὸς θεότητος ἐξημμένος, τοῖς δὲ σφετέροις ἐκγόνοις τὰς πατρικὰς ἀπορροίας ἐπάρδων. ἔνθεν ἅπασιν ἀνθρώποις Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις οἱ κατὰ φύσιν αὐτομαθεῖς λογισμοί, ἔνθεν λόγου καὶ σοφίας ἔννοιαι, ἔνθεν φρονήσεως καὶ δικαιοσύνης σπέρματα, ἔνθεν αἱ τῶν τεχνῶν καταλήψεις, ἔνθεν ἀρετῆς ἐπιστήμη σοφίας τε φίλον ὄνομα καὶ σεμνὸς φιλοσόφου παιδείας ἔρως, ἔνθεν ἀγαθοῦ παντὸς καὶ καλοῦ γνῶσις, ἔνθεν αὐτοῦ φαντασία θεοῦ καὶ βίος θεοσεβείας ἐπάξιος, ἔνθεν ἀνθρώπῳ βασιλείας ἰσχὺς καὶ κράτος ἄμαχον τῶν ἐπὶ γῆς ἁπάντων. ὡς δὲ τὸν κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν ἐν ἀνθρώπου ψυχῇ χαρακτῆρα λόγος ὁ τῶν λογικῶν ὑφίστη πατὴρ βασιλικόν τε τουτοὶ τὸ ζῶον ἀπειργάζετο, μόνον τῶν ἐπὶ γῆς βασιλεύειν καὶ βασιλεύεσθαι [τοῦτ’ εἰδέναι] ἀναδείξας προμελετᾶν τε καὶ προδιδάσκεσθαι ἐνθένδε τῆς οὐρανίου βασιλείας τὴν ἐπηγγελμένην ἐλπίδα, δι’ ἣν καὶ ἀφῖκται, θνητοῖς [τε] εἰς ὁμιλίαν ἐλθεῖν αὐτὸς ὁ τῶν παίδων οὐκ ἀπώκνει πατήρ, τὰ δ’ αὐτοῦ γεωργῶν σπέρματα καὶ τὰς ἄνωθεν ἀνανεούμενος χορηγίας οὐρανίου μεθέξειν βασιλείας τοῖς πᾶσιν εὐηγγελίζετο, ἐκάλει τε καὶ παρεκάλει πρὸς τὴν ἄνω πορείαν εὐτρεπεῖς εἶναι τὴν ἐπάξιον τῆς κλήσεως στολὴν παρασκευασαμένους, ἐπλήρου τε ἀρρήτῳ δυνάμει τὴν σύμπασαν ὅσην ἥλιος ἐφορᾷ τοῦ κηρύγματος, τῷ τῆς κατὰ γῆς βασιλείας μιμήματι τὴν οὐράνιον ἐκτυπούμενος, ἐφ’ ἣν καὶ σπεύδειν τὸ πᾶν τῶν ἀνθρώπων παρορμᾷ γένος, ἀγαθὴν ἐλπίδα ταύτην προβεβλημένος.

Mas de onde vem aos homens o conhecimento destas coisas? Quem as transmitiu aos ouvidos dos mortais? E de onde vem a uma língua de carne a faculdade de proclamar coisas alheias à carne e aos corpos? Quem contemplou o Rei invisível para n'Ele vislumbrar tais potências? Pois pela sensação captam-se os elementos irmãos dos corpos e os compostos deles derivados; contudo, ninguém jamais se gloriou de ter apreendido com os olhos do corpo a realeza invisível que rege todas as coisas, nem a natureza mortal jamais compreendeu a beleza da sabedoria. E quem discerniu com a sensação da carne o rosto da justiça? E de onde surgiram nos homens as noções de governo legítimo e de poder imperial? De onde vem o poder soberano a quem é composto de carne e sangue? E quem declarou aos habitantes da terra as ideias invisíveis e sem figura, e a substância incorpória e informe? Mas havia, afinal, um único intérprete destas coisas, o Logos de Deus que penetra todas as coisas, o Pai da substância racional e intelectual nos homens, o único unido à divindade do Pai, e que irriga a sua própria descendência com as emanações paternas. Daí provêm a todos os homens, tanto a gregos quanto a bárbaros, os pensamentos naturalmente aprendidos; daí vêm as noções de razão e de sabedoria, daí as sementes da prudência e da justiça, daí a compreensão das artes, daí a ciência da virtude, o querido nome da sabedoria e o venerável amor pela formação filosófica; daí o conhecimento de todo bem e de toda beleza, daí a intuição do próprio Deus e uma vida digna de piedade, daí advêm ao homem a força do governo e o poder invencível sobre todos os seres da terra. E como o Logos, o Pai dos seres racionais, estabeleceu na alma do homem o caráter segundo a imagem e semelhança de Deus, e fez deste ser vivo um ser imperial, mostrando ser ele o único sobre a terra a saber governar e ser governado, permitiu-lhe exercitar e aprender previamente daqui a esperança prometida do reino celeste. Pelo que também veio; o próprio Pai não hesitou em entrar em comunhão com os mortais, e cultivando as Suas próprias sementes e renovando as dispensas do alto, anunciava a todos que participariam do reino celeste, chamando e exortando a estarem preparados para a subida ao alto, tendo preparado a veste condigna à vocação; e enchia de indizível poder, por meio de Seu anúncio, toda a terra que o sol contempla, modelando o reino celeste a partir da imitação do reino terrestre, para o qual também exorta toda a raça dos homens a se apressar, tendo proposto esta boa esperança.

V

Ἧς ὁ μὲν τῷ θεῷ φίλος ἐντεῦθεν ἤδη μέθεξει, ταῖς ἐμφύτοις τῷ θεῷ κοσμηθεὶς ἀρεταῖς καὶ τὰς ἐκεῖθεν ἀπορροίας τῇ ψυχῇ καταδεδεγμένος, καὶ λογικὸς μὲν ἐκ τοῦ καθόλου γεγονὼς λόγου, σοφίας δὲ μετουσίᾳ σοφός, ἀγαθὸς δ’ ἀγαθοῦ κοινωνίᾳ, καὶ δίκαιος μετοχῇ δικαιοσύνης, σώφρων τε σωφροσύνης ἰδέᾳ, καὶ τῆς ἀνωτάτω μετασχὼν δυνάμεως ἀνδρεῖος. ἀτὰρ δὴ καὶ βασιλεὺς ἀληθεῖ λόγῳ χρηματίσειεν ἂν οὗτος ὁ τῆς ἐπέκεινα βασιλείας τὸ μίμημα βασιλικαῖς ἀρεταῖς τῇ ψυχῇ μεμορφωμένος. ὁ δὲ τούτων ἀπεξενωμένος καὶ τὸν βασιλέα τῶν ὅλων ἀπαρνηθείς, μηδὲ τὸν ἐπουράνιον ψυχῶν ἐπιγραψάμενος πατέρα, μηδὲ τὸν πρεποντα βασιλεῖ κόσμον περιθέμενος, ἀμορφίαν δὲ καὶ αἶσχος ἀναλαβὼν τῇ ψυχῇ, καὶ θηρὸς μὲν ἀγρίου θυμὸν βασιλικῆς ἡμερότητος ἀντικαταλλαξάμενος, ἰὸν δὲ δυσαλθῆ κακίας ἀντ’ ἐλευθερίου διαθέσεως, μωρίαν δ’ ἀντὶ φρονήσεως, καὶ ἀντὶ λόγου καὶ σοφίας τὴν παντὸς δυσειδεστάτην ἀλογίαν, ἐξ ἧς ὥσπερ ἀπὸ πικροῦ πόματος τὰ λυμαντικὰ συνομαρτεῖ βλαστήματα, βίος ἄσωτος, πλεονεξίαι, μιαιφονίαι, θεομαχίαι, δυσςέβειαι· τούτοις ἐκδοθείς, κἂν νομίζηταί ποτε τυραννικῇ βίᾳ κρατεῖν, ἀλλ’ οὔποτ’ ἀληθεῖ λόγῳ χρηματίσει βασιλεὺς οὗτος. πῶς δ’ ἂν τὸ μίμημα τῆς μοναρχικῆς ἐξουσίας οἷός τε ἂν εἴη φέρειν ὁ μυρίας ἐψευδογραφημένας δαιμόνων εἰκόνας τῇ αὐτοῦ ψυχῇ τετυπωμένος; πῶς δ’ ἄρχων καὶ τῶν ὅλων κύριος ὁ μυρίους καθ’ ἑαυτοῦ πικροὺς δεσπότας ἐφειλκυσμένος, καὶ δοῦλος μὲν αἰσχρᾶς ἡδονῆς, δοῦλος δ’ ἀκολάστου γυναικομανίας, δοῦλος χρημάτων ἐξ ἀδίκου ποριζομένων, δοῦλος θυμοῦ καὶ ὀργῆς, δοῦλος φόβου καὶ δειμάτων, δοῦλος μιαιφόνων δαιμόνων, δοῦλος ψυχοφθόρων πνευμάτων; διὸ δὴ μόνος ἡμῖν βασιλεὺς σὺν ἀληθείᾳ μάρτυρι κεκηρύχθω ὁ τῷ παμβασιλεῖ θεῷ φίλος, ὁ δὴ μόνος ἐλεύθερος μᾶλλον δὲ ὁ κύριος ἀληθῶς, καὶ χρημάτων μὲν ἀνώτερος, γυναικῶν δ’ ἐπιθυμίας κρείττων, νικητὴς δὲ ἡδονῶν καὶ τῶν κατὰ φύσιν, κρατῶν δὲ θυμοῦ καὶ ὀργῆς, ἀλλ’ οὐ κρατούμενος, αὐτοκράτωρ ἀληθῶς οὗτος, φερώνυμον τῇ πράξει φέρων τὴν ἐπαγορίαν· νικητὴς ἐτύμως ὁ τὴν νίκην τῶν καταπαλαιόντων θνητὸν γένος παθῶν ἀράμενος, ὁ πρὸς τὴν ἀρχέτυπον τοῦ μεγάλου βασιλέως ἀπεικονισμένος ἰδέαν καὶ ταῖς ἐξ αὐτῆς τῶν ἀρετῶν αὐγαῖς ὥσπερ ἐν κατόπτρῳ τῇ διανοίᾳ μορφωθείς, ἐξ αὐτῶν δὲ ἀποτελεσθεὶς σώφρων, ἀγαθός, δίκαιος, ἀνδρεῖος, εὐσεβής, φιλόθεος. ἀληθῶς δὴ καὶ μόνος φιλόσοφος βασιλεὺς οὗτος ὁ ἑαυτὸν εἰδὼς καὶ τὰς ἔξωθεν αὐτῷ μᾶλλον δ’ οὐρανόθεν ἐπαρδομένας παντὸς ἀγαθοῦ χορηγίας ἐξεπιστάμενος, ὁ τῆς μονάρχου δυναστείας τὸ σεβάσμιον πρόσρημα τῷ τῆς ἀμπεχόνης ἐξαιρέτῳ περιβλήματι διαφαίνων καὶ τὴν ἐμπρέπουσαν αὐτῷ βασιλικὴν ἁλουργίδα μόνος ἐπαξίως ἐμπεριειλημμένος. βασιλεὺς οὗτος ὁ νύκτωρ καὶ μεθ’ ἡμέραν τὸν ἐπουράνιον ἀνακαλούμενος πατέρα, ὁ τοῦτον ἐν ταῖς εὐχαῖς ἐπιβοώμενος, ὁ τῆς ἀνωτάτω βασιλείας ὀριγνώμενος. μὴ γὰρ τὰ παρόντα ἄξια τοῦ παμβασιλέως θεοῦ συνειδώς, τὰ θνητὰ καὶ ἐπίκηρα ποταμοῦ δίκην ῥέοντα καὶ ἀπολλύμενα, τὴν ἄφθαρτον καὶ ἀσώματον τοῦ θεοῦ βασιλείαν ποθεῖ, κἀκείνης τυχεῖν εὔχεται, διὰ μεγαλόφρονα λογισμὸν ὑπὲρ τὴν οὐράνιον ἁφῖδα τὴν διάνοιαν μετεωρίσας καὶ τῶν ἐκεῖ φώτων ἄλεκτον πόθον ἐνεστερνισμένος, ὧν τῇ παραθέσει σκότους οὐδὲν διαφέρειν ἡγεῖται τὰ τοῦ παρόντος βίου τίμια· τήν τε γὰρ ἀνθρώπων ἀρχὴν θνητοῦ καὶ προσκαίρου βίου μικρὰν καὶ ὀλιγοχρόνιον ἐπιστασίαν οὖσαν ὁρᾷ, οὐ μακρῷ κρείττονα τῆς αἰπόλων ἢ ποιμένων ἢ βουκόλων ἀρχῆς (μᾶλλον δὲ καὶ ἐργωδεστέραν καὶ δυσκολωτέρων θρεμμάτων ἡγεῖται), τάς τε τῶν δήμων ἐκβοήσεις καὶ τὰς τῶν κολάκων φωνὰς πρὸς ὄχλου τίθεται μᾶλλον ἢ πρὸς ἡδονῆς, διὰ στερρὸν ἦθος καὶ γνησίαν ψυχῆς παίδευσιν. ἀλλὰ καὶ τὴν τῶν ὑπηκόων δορυφορίαν, μυριάδας στρατοπέδων, ὁπλιτῶν πεζῶν τε ὁμοῦ καὶ ἱππικῶν δοῦλα καὶ ὑπήκοα πλήθη οὐδαμῶς ὁρῶν καταπλήττεται, οὐδ’ ἐπὶ τῇ τούτων ἀρχῇ τυφοῦται, στρέφων εἰς αὐτὸν τὴν διάνοιαν τήν τε κοινὴν ἁπάντων φύσιν καὶ παρ’ ἑαυτῷ βλέπων. ἐσθῆτά γε μὴν χρυσοϋφῆ ποικίλοις ἄνθεσιν ἐξυφασμένην ἁλουργίδα τε βασιλικὴν σὺν αὐτῷ διαδήματι γελᾷ τοὺς πολλοὺς θεώμενος ἐκπεπληγμένους καὶ τὸ φάντασμα κομιδῇ νηπίων δίκην οἷόν τι μορμολύκειον θειάζοντας· οὐδαμῶς δ’ αὐτὸς τὰ ὅμοια πεπονθὼς τῇ ψυχῇ δι’ ἐπιστήμην τοῦ θείου περίβλημα σωφροσύνῃ καὶ δικαιοσύνῃ εὐσεβείᾳ τε καὶ ταῖς λοιπαῖς ἀρεταῖς πεποικιλμένον τὸν ἐπ’ ἀληθείας πρέποντα βασιλεῖ κόσμον περιτίθησιν. ἔτι μὴν πρὸς τούτοις τὰ τριπόθητα τοῖς πολλοῖς χρήματα, χρυσὸν λέγω καὶ ἄργυρον καὶ ὅσα λίθων θαυμάζεται γένη, λίθους ἀληθῶς ὑπάρχειν ἀνωφελεῖς καὶ ἄχρηστον ὕλην, οἷα τῇ φύσει ὄντα τυγχάνει τοιαῦτα καὶ ὄντα βλέπει, οὐδὲν πρὸς κακῶν ἀλέξημα οἷά τε ὄντα βοηθεῖν· τί γὰρ ταῦτα πρὸς νόσων ἀπαλλαγὴν ἢ θανάτου ἀποφυγὴν ἰσχύει; ὅμως δ’ οὖν, καίπερ ταῦτα εἰδώς, ἐπιστημόνως αὐτῶν τὴν χρῆσιν πρὸς εὐπρεπῆ τῶν ἀρχομένων κόσμον ἀπαθεῖ λογισμῷ διατίθεται, γελῶν τοὺς ταῦτα διὰ νηπιότητα φρενῶν ἐπτοημένους· κραιπάλης γε μὴν καὶ μέθης τῆς τε περιττῆς καρυκείας οἷα γαστριμάργοις οἰκείας ἀπέχεται, προςήκειν ἑτέροις ταῦτα ἀλλ’ οὐχ ἑαυτῷ ὑπολαμβάνων· ζημιοῦν γὰρ τὰ μεγάλα καὶ τὸ τῆς ψυχῆς νοερὸν ἀμαυροῦν τὰ τοιαῦτα πέπεισται. τούτων δὴ ἕπάντων ὁ τὰ θεῖα πεπαιδετμένος βασιλεὺς καὶ τὰ μεγάλα φρονῶν τοῦ παρόντος βίου τῶν κρειττόνων ἐφίεται, τὸν πατέρα καλῶν τὸν ἐπουράνιον καὶ τὴν ἐκείνου βασιλείαν ποθῶν, πάντα τε σὺν εὐσεβείᾳ πράττων καὶ τοῖς ὑπ᾿ αὐτὸν ἀρχομένοις ὡς ὑπὸ διδασκάλῳ παιδευομένοις ἀγαθῷ τὴν τοῦ μεγάλου βασιλέως θεογνωςίαν προβαλλόμενος.

Da qual o imperador amado de Deus já participa desde aqui, tendo sido adornado com as virtudes divinas inatas e acolhido em sua alma as emanações do alto; tornando-se de fato racional a partir do Logos universal, sábio pela participação na sabedoria, bom pela comunhão com o Bem, justo pela partilha da justiça, temperante pela Forma da temperança, e forte pela participação no poder supremo. Com efeito, seria chamado de imperador, por argumento verdadeiro, aquele que moldou na alma a imitação do reino do além por meio de virtudes imperiais. Mas quem se alienou destas coisas e negou o Rei do universo, nem reconheceu o Pai celeste das almas, nem se revestiu do adorno conveniente a um imperador, mas assumiu a disformidade e a torpeza na alma, trocando a mansidão imperial pela fúria de uma fera selvagem, o veneno incurável da maldade por uma disposição liberal, a tolice pela prudência, e em vez da razão e da sabedoria a irracionalidade mais disforme de todas — da qual, como de uma bebida amarga, derivam os brotos ruinosos: a vida dissoluta, as cobiças, os assassinatos, as rebeliões contra Deus, as impiedades — entregue a estas coisas, ainda que seja considerado governar temporariamente por força tirânica, jamais este será chamado de imperador por argumento verdadeiro. Pois como seria capaz de portar a imitação do poder monárquico quem tem gravadas em sua alma miríades de imagens falsas de demônios? E como seria governante e senhor do universo quem atraiu contra si mesmo miríades de senhores cruéis, sendo escravo do prazer torpe, escravo da insaciável luxúria com mulheres, escravo do dinheiro obtido injustamente, escravo da ira e do furor, escravo do medo e dos pavores, escravo de demônios assassinos, escravo de espíritos destruidores da alma? Por isso, proclame-se como nosso único imperador, tendo a verdade por testemunha, aquele que é amigo de Deus Soberano, o qual de fato é o único livre, ou melhor, o verdadeiro senhor, superior às riquezas, mais forte que o desejo pelas mulheres, vencedor dos prazeres e das afeições naturais, que domina a ira e o furor e não é por eles dominado; este é verdadeiramente soberano autocrata, trazendo a denominação correspondente à sua ação; e é legitimamente vencedor quem obteve a vitória sobre as paixões que abatem a raça mortal, moldado segundo a Forma arquétipa do grande Rei, e configurado na mente com os raios das virtudes dela provenientes como em um espelho, resultando destas virtudes temperante, bom, justo, forte, piedoso, amado de Deus. Verdadeiramente e apenas este é imperador filósofo, conhecendo-se a si mesmo e compreendendo as dispensas de todo bem que lhe são concedidas de fora, ou melhor, do céu, manifestando o venerável título do poder monárquico pelo excelente manto com que se envolve, e sendo o único a portar dignamente a púrpura imperial que lhe convém. Este é o imperador que noite e dia invoca o Pai celeste, suplicando a Ele nas orações e aspirando ao reino altíssimo. Pois, compreendendo que as coisas presentes não são dignas do Deus Soberano — sendo mortais, efêmeras, correndo como um rio e perecendo —, deseja o reino incorruptível e incorpóreo de Deus, e reza para alcançá-lo, tendo elevado a mente acima da abóbada celeste por meio de um pensamento magnânimo, e tendo no coração um indizível desejo pelas luzes dali, em comparação com as quais considera que em nada diferem das trevas as coisas preciosas da vida presente; pois vê que o governo sobre os homens é uma administração pequena e efêmera de uma vida mortal e passageira, não muito superior ao governo dos pastores de cabras, de ovelhas ou de bois (antes, considera-o mais trabalhoso e com rebanhos mais difíceis), e considera os gritos das multidões e as vozes dos aduladores como um estorvo e não como um prazer, graças ao seu caráter firme e à verdadeira educação de sua alma. E de modo algum se assombra ao contemplar a escolta de seus súditos, as miríades de exércitos, a infantaria armada e a cavalaria, e as multidões de servos e obedientes; tampouco se ensoberbece pelo comando sobre estes, voltando a mente para si mesmo e enxergando em si a natureza comum de todos. De fato, ri das vestes tecidas a ouro, ornadas com variadas flores, da púrpura imperial e do próprio diadema, ao observar a maioria das pessoas estupefatas e venerando a aparência como se fosse um espantalho à maneira de crianças de tenra idade; ele próprio de forma alguma sofrendo o mesmo na alma, pois, pelo conhecimento do divino, reveste-se da veste tecida com a temperança, a justiça, a piedade e as demais virtudes, a qual constitui o adorno verdadeiramente conveniente a um imperador. Além disso, no que concerne às riquezas tão desejadas pela maioria, refiro-me ao ouro, à prata e a toda espécie admirável de pedras preciosas, ele vê e compreende que são verdadeiramente pedras inúteis e matéria sem proveito, tais como são por natureza, em nada servindo de socorro para repelir os males; pois que força têm estas coisas para afastar as doenças ou evitar a morte? Contudo, apesar de saber disso, ele administra o seu uso com discernimento e de forma desapaixonada para o digno ornamento de seus súditos, rindo dos que se perturbam com tais coisas por ingenuidade mental. E afasta-se dos excessos da bebida, da embriaguez e da culinária supérflua própria dos gulosos, julgando que tais coisas convêm a outros, mas não a si próprio; pois está persuadido de que tais vícios prejudicam as grandes obras e ofuscam a inteligência da alma. De todas estas coisas, pois, o imperador instruído nas coisas divinas e que nutre grandes pensamentos desvia-se nesta vida para aspirar às superiores, invocando o Pai celeste e desejando o Seu reino, agindo em tudo com piedade e propondo aos seus súditos, como que educados por um bom mestre, o conhecimento de Deus, o grande Rei.

VI

Ὁ δὲ τῶν ἀμοιβαίων τὰ ἐχέγγυα προμνώμενος τριακονταετηρικοὺς αὐτῷ διανέμει στεφάνους χρόνων ἀγαθαῖς περιόδοις ἀποτελεσθέντας, τριττούς τε ἤδη δεκάδων περιελθὼν κύκλους πανδήμους μᾶλλον δὲ κοσμικὰς ἑορτὰς πᾶσιν ἐφίησιν ἀνθρώποις ἐκτελεῖν. τῶν δ᾿ ἐπὶ γῆς θεογνωςίας ἄνθεσι φαιδρυνομένων, οὐκ ἀπὸ σκοποῦ ἂν εἴη καὶ τὰς ἐν οὐρανῷ χορείας φύσεως νόμοις ἑλκομένας τοῖς ἐπὶ γῆς συγχαίρειν, αὐτόν τε τὸν ἐπὶ πάντων βασιλέα πατρὸς ἀγαθοῦ δίκην ἐφ᾿ υἱοῖς ἀγαθοῖς θεοσεβοῦσιν εὐφραίνεσθαι, καὶ ταύτῃ μάλιστα τὸν καθηγεμόνα καὶ τῶν ἀγαθῶν αἴτιον πολυχρονίοις γεραίρειν τιμαῖς, ὡς μὴ ἀπαρκεῖν τρεῖς ἐν δεκάσι περιόδους τῇ βασιλείᾳ, νέμειν δὲ αὐτὴν ἐπὶ μήκιστον καὶ εἰς μακρὸν παραπέμπειν αἰῶνα. αἰὼν δ᾿ ὁ σύμπας ἀγήρως καὶ ἀτελεύτητος οὔτ᾿ ἀρχὴν οὔτε περιγραφὴν θνητῶν λογισμοῖς πεφυκὼς ὁρᾶσθαι, ἀλλ᾿ οὐδ᾿ ἐκ μέσου κέντρου λαμβάνεσθαι οὐδὲ τὸ νῦν αὐτοῦ λεγόμενον ἐφιεὶς τοῖς ἐθέλουσι περιδράττεσθαι, μήτι γε τὸ μέλλον ἢ τὸ παρῳχηκὸς τοῦ χρόνου· τὸ μὲν γὰρ οὐκ ἔστιν ὁ δὴ παρῆλθεν, τὸ δὲ μέλλον οὔπω πάρεστιν, διὸ οὐδ᾿ ἔστιν, τὸ δέ γε νῦν αὐτοῦ λεγόμενον ἅμα νοήματι καὶ φωνῇ λόγου θᾶττον διαδιδράσκει. οὐκ ἔστιν δ᾿ ὅλως αὐτοῦ ἐπιλαβέσθαι ὡς ἑστῶτος. ἢ γὰρ μέλλοντα προσδοκᾶν ἢ παρελθόντα συνορᾶν ἀνάγκη· ἅμα γὰρ ἐννοίᾳ διολισθάνων φεύγει. οὕτως ὁ σύμπας αἰὼν οὐ φέρει θνητῶν λογισμοῖς καθυποτάττεσθαι, ἀλλ᾿ ἀναίνεται τὴν παρὰ τούτοις δουλείαν. τὸν δ᾿ αὐτοῦ βασιλέα καὶ δεσπότην ὁμολογεῖν οὐ παραιτεῖται, φέρει δ᾿ αὐτὸν ἐπὶ νώτων ὀχούμενον, ἐναβρυνόμενος τοῖς ἐξ αὐτοῦ καλλωπίσμασιν. ὁ δὲ ἄνωθεν αὐτὸν ἡνιοχῶν, οὐ σειρῇ χρυσῇ κατὰ τὸ ποιητικὸν ἐνδηςάμενος, σοφίας δ᾿ ἀρρήτου δεσμοῖς ὥσπερ τιςὶν ἡνίαις χαλινώσας, μῆνας ἐν αὐτῷ καὶ χρόνους, καιρούς τε καὶ ἐνιαυτούς, νυκτῶν τε καὶ ἡμερῶν ἀμοιβαῖα διαστήματα σὺν ἁρμονίᾳ τῇ πάσῃ κατεβάλετο, ποικίλοις αὐτὸν ὅροις καὶ μέτροις περιδήσας. ὁ μὲν γὰρ εὐθυτενὴς ὢν καὶ εἰς ἄπειρον ἐκτεινόμενος, τήν τε τοῦ αἰῶνος ἐπηγορίαν ὥσπερ ἀεὶ ὤν εἰληφώς, αὐτός τε αὐτοῦ ὢν τοῖς μέρεσιν ἐμφερής, μᾶλλον δὲ ἀμερὴς ὢν καὶ ἀδιάστατος, εἰς μόνην εὐθεῖαν μηκυνόμενος αὔξει· ὁ δὲ μέσοις αὐτὸν διαλαβὼν τμήμασι καὶ ὥσπερ εὐθεῖαν γραμμὴν εἰς μῆκος τεταμένην διελὼν κέντροις πολὺ πλῆθος ἐν αὐτῷ κατεβάλετο, ἕνα τε ὄντα καὶ μονάδι παρεικασμένον παντοίοις κατεδήσατο ἀριθμοῖς, πολύμορφον ἐξ ἀμόρφου τὴν ἐν αὐτῷ ποικιλίαν ὑποστησάμενος. μίαν μὲν γὰρ πρώτιστα πάντων ἐν αὐτῷ τὴν ἄμορφον ὕλην ὥσπερ τινὰ πάνδοχον οὐσίαν ὑφίστη, δεύτερον δ᾿ ἐν ὕλῃ ποιότητα δυνάμει δυάδος εἶδος ἐξ ἀειδοῦς ἀπεργαζόμενος ἐποίει, τριάδος δ᾿ ἀριθμῷ τριχῆ διαστατόν, εἴς τε πλάτος καὶ μῆκος καὶ βάθος, σύνθετον ἐξὕλης καὶ εἴδους σῶμα κατειργάζετο. διττῆς δ᾿ ἐκ δυάδος τὴν τῶν στοιχείων τετρακτῦν ἐπινοήσας, γῆν, ὕδωρ, ἀέρα, πῦρ, πηγὰς ἀενάους εἰς τὴν τοῦδε τοῦ παντὸς προὐβάλετο χορηγίαν. τετρακτὺς δὲ γεννᾷ δεκάδα· ἕν γὰρ δύο τρία τέσσαρα τὸν δέκα συντελοῦσιν ἀριθμόν· τριὰς δὲ συμπλακεῖσα δεκάτῃ μηνὸς ἀνεῦρε φύσιν, μὴν δὲ τροπαῖς δώδεκα ἡλίου περίοδον ἐπλήρου, ἔνθεν ἐνιαυτῶν κύκλοι καιρῶν τε μεταβολαὶ τὸν ἄμορφον καὶ ἀνείδεον αἰῶνα, αἰῶνα, ὥσπερ ἐν ποικιλίᾳ γραφῆς πολυανθοῦς, ἐμόρφουν εἰς ἀνάπαυλαν καὶ θυμηδίαν τῶν ἐν αὐτῷ τὸν τῆς ζωῆς διϊππευόντων δρόμον. ὡς γὰρ καὶ τοῖς ἐπ᾿ ἐλπίδι βραβείων ἐν ἀγῶνι τοὺς δρόμους διεξανύουσι σταδίοις ὥρισται τὰ διαστήματα, τοῖς τε μακρὰς πορείας ὁδοιποροῦσι σταθμοῖς τισι καὶ σημείοις περιγράφεται ἡ λεωφόρος, ὡς ἂν μὴ εἰς ἄπειρόν τις τὴν προσδοκίαν ἐκτείνων ἀποκάμοι τὴν προθυμίαν, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸν σύμπαντα αἰῶνα σοφίας θεσμοῖς ὁ τῶν ὅλων βασιλεὺς περιβαλὼν ἄει καὶ φέρει, ποικίλως ἡνιοχῶν ᾗ καλῶς ἔχειν αὐτῷ καταφαίνεται. ὁ δ᾿ αὐτὸς χρώμασιν ὡραίοις καὶ νεαροῖς ἄνθεσι τὸν πρὶν ἀσχημάτιστον ἀμφιεννὺς αἰῶνα, λευκὴν μὲν ἐφαίδρυνεν ἡμέραν ἡλίῳ, νύκτα δ᾿ ὑποστρώσας μελαντέρῳ χρώματι ὥσπερ τινὰ χρυσοϋφῆ ψήγματα στίλβειν ἐν αὐτῇ τὰς τῶν ἀστέρων λαμπηδόνας ἐποίησε, φωσφόρου δ᾿ ἐξάψας λαμπρὰς ἀκτῖνας σελήνης τε ποικίλα φέγγη ἄστρων τε συνόδους πολυαυγεῖς τὸν σύμπαντα οὐρανὸν οἷον μέγαν πέπλον παντοίοις γραφῆς κάλλεσιν ἐστεφάνου. ἀέρα δ᾿ ἐκτείνας εἰς βάθος ἄνωθεν ἐξ ὕφους, πλάτη τε καὶ μήκη τοῦ σύμπαντος κόσμου τῇ τούτου ψυχώσας δυνάμει, πτηνοῖς ἅπασιν ἀνῆκε μορφοῦσθαι, τοῖς δι᾿ ἀέρος φερομένοις ἀφανέσι τε καὶ ὁρωμένοις μέγα πέλαγος ἐξα πλώσας διανήχεσθαι. γῆν δ᾿ ἐν μέσῳ κέντρου δίκην σταθμησάμενος, ὠκεανῷ ταύτην περιέβαλε σμαραγεῖ τε πόντος ἐπ᾿ αὐτῇ, τῷ τῆς περιβολῆς κυανῷ χρώματι καλλωπιζομένην. ταύτην δ᾿ ἑστίαν καὶ μητέρα καὶ τιθήνην ζώων ἁπάντων τῶν ἐν αὐτῇ καταδείξας, ὀμβρίοις τε καὶ πηγαίοις νάμασιν ἀρδεύσας, χλοάζειν παντοίοις καὶ φυτοῖς καὶ ὡραίοις ἄνθεσιν εἰς εὔθυμον ζωῆς ἀπόλαυσιν ἐδωρήσατο. ζώων δ᾿ ἐν αὐτῇ τὸ τιμιώτατον καὶ αὐτῷ φίλον κατ᾿ εἰκόνα τὴν αὐτοῦ πλασάμενος, νοῦ καὶ ἐπιστήμης ἐπήβολον, λόγου τε καὶ σοφίας ἔκγονον, λογικὸν ἄνθρωπον, τῶν λοιπῶν ὅσα κατὰ γῆν ἕρπει καὶ νέμεται ἀρχικῇ δυνάμει κρατεῖν τούτῳ ἔδωκεν. ἄνθρωπος γὰρ ἦν αὐτῷ ζώων τῶν ἐπὶ γῆς τὸ θεοφιλέστατον, ᾧ καὶ τὰ τῶν ἀλόγων γένη δουλεύειν οἷα πατὴρ παραδέδωκε ν, ἄνθρωπος, ᾧ καὶ θάλατταν πλωτὴν ἀνῆκε καὶ γῆν παντοίοις φυτοῖς ἐστεφάνωσεν, ᾧ καὶ τὰ ἐν βυθοῖς ἕρποντα πτηνῶν τε τὰ μετάρσια ὑποχείρια πεποίηται, ᾧ καὶ δυνάμεις ἐπιστημονικὰς εἰς παντοίων μαθημάτων ὑποδοχὴν ἐδωρήσατο, ᾧ καὶ τὰς οὐρανίους ἐξεκάλυψε θεωρίας, δρόμους ἡλίου καὶ σελήνης τροπὰς περιόδους τε πλανήτων καὶ ἀπλανῶν ἀστέρων ἐκφήνας, ἄνθρωπος, ᾧ μόνῳ τῶν ἐπὶ γῆς τὸν πατέρα γινώσκειν τὸν ἐπουράνιον καὶ τὸν μέγαν τοῦ σύμπαντος αἰῶνος βασιλέα γεραίρειν ὕμνοις διετάξατο. ἀλλὰ γὰρ ἐπὶ τούτοις ἅπασιν ὁ κοσμοποιὸς τέτταρσιν ἐνιαυτοῦ τροπαῖς τὸν ἄτρετον αἰῶνα περιεζώννυ, χειμερίους μὲν ὥρας ἔαρι περιγράψας, ἔαρ δέ, ἐνιαυσίων ὡρῶν ἀρχήν, ἰσορρόποις ταλαντεύσας ζυγοῖς, κἄπειτα ἔαρος πολυκαρπίᾳ τὸν σύμπαντα στεφανώσας αἰῶνα, θέρους ἀκμῇ τοῦτον μεταπαραδέδωκεν, εἶθ᾿ οἷα καμάτου διαναπαύσας ἀνεκτήσατο μετοπωρινῷ διαστήματι, ὑγραῖς τ᾿ αὐτὸν ὄμβρων χειμερίων φοραῖς ὥσπερ τινὰ βασιλικὸν ἀποσμήχων ἵππον καὶ τοῖς ἐξ αὐτοῦ νάμασι λαμπρὸν ἀπεργαζόμενος, τοῖς τ᾿ ἐξ ὑετῶν αὐτάρκως πιάνας ἀρδεύμασιν, αὖθις αὐτὸν ἔαρος ἐν προθύροις ἵστησι πύλαις. ἐνθένδε δὴ ἐν τῷ τοῦ παντὸς ἐνιαυτοῦ κύκλῳ τοιαῖσδε σοφίας ἡνίαις ὧδε περιδησάμενος τὸν αὐτοῦ αἰῶνα, ὑπὸ μείονι φέρεσθαι διετάξατο κυβερνήτῃ, τῷ αὐτοῦ μονογενεῖ λόγῳ, τῷ δὴ κοινῷ τῶν ὅλων σωτῆρι, τὰς τοῦ παντὸς παραδοὺς ἡνίας. ὁ δ᾿ οἷα παρὰ πατρὸς ἀγαθοῦ τὸν κλῆρον ὑποδεδεγμένος, ὁμοῦ τε πάντα ὅσα κύτος οὐρανοῦ εἴσω τε καὶ ἐκτὸς αὐτοῦ περιλαβὼν ἔχει μιᾷ συνδηςάμενος ἁρμονίᾳ, εὐθείᾳ περαίνει, σὺν δίκῃ τὰ πρόσφορα τοῖς κατὰ γῆν αὐτοῦ λογικοῖς θρέμμασιν ἐπισκοπούμενος. μέτρα τε ζωῆς τοῖς τὸν θνητὸν διανύουσι βίον διαθεσμοθετήσας, πρεμμελετᾶν ἐν τῷ δε τὰ προοίμια τῆς ὑπὲρ τὸν νῦν αἰῶνα ζωῆς ἅπασιν ἀνθρώποις συγκεχώρηκεν· εἶναι γάρ, εἶναι καὶ ὑπὲρ τὸν παρόντα αἰῶνα θείαν καὶ μακαρίαν ζωήν, ἥν τοῖς εὖ διηγωνισμένοις ἐν ἀγαθῶν ἐλπίσι τεταμιεῦσθαι ἐδίδαξεν, καὶ ἐν τοῖς μὲν σωφρόνως καὶ εὐσεβῶς βεβιωκόσιν τὴν ἐνθένδε ἐπὶ τὰ κρείττω μετάβασίν τε καὶ μετοικίαν γενήσεσθαι, τοῖς δὲ ἐληλεγμένοις ἐν τῷδε χῶρον ἀπονεῖμαι τὸν προςήκοντα. εἶθ᾿ ὡς ἐν ἀγῶνος ἄθλοις παντοίους τοῖς νενικηκόσιν ἀναγορεύσας στεφάνους, ἄλλους ἐφ᾿ ἑτέροις ἀρετῶν βραβείοις στεφανοῖ, βασιλεῖ δ᾿ ἀγαθῷ θεοσεβείᾳ κοσμησαμένῳ μείζονα προητοιμάσθαι κηρύττει τῶν ἐπάθλων τὰ γέρα, ὧν τοῖς προοιμίοις ἐντεῦθεν ἤδη πανηγυρίζειν δίδωσιν, ἑορτῇ τελείων ἐξ ἀριθμῶν συγκειμένῃ, ⟨δεκάδων⟩ τριάδων μονάδων τε τριπλασιόνων, ὧν ἡ μὲν πρώτη τριὰς μονάδος ἂν γένοιτο ἔκγονος, μονὰς δὲ μήτηρ ἀριθμῶν, μηνῶν ἁπάντων καὶ ὡρῶν καὶ ἐνιαυτῶν πάσης τε χρόνων περιόδου πρεσβεύουσα, ἤδη καὶ παντὸς πλήθους ἀρχὴ καταβολὴ τε καὶ στοιχεῖον εἰκότως ἄν ῥηθείη, μονὰς παρὰ τὸ μένειν ὠνομασμένη, ὅτι δή, μειουμένου καὶ αὐξομένου παντὸς πλήθους κατὰ τὴν τῶν ἀριθμῶν ὑφαίρεσίν τε καὶ προσθήκην, μόνη μονὰς στάσιν καὶ μονὴν εἴληφε, μεμονωμένη πληθύος ἁπάσης καὶ τῶν ἐξ αὐτῆς γεννωμένων ἀριθ μῶν, φέρουσα τε εἰκόνα τῆς ἀμερίστου καὶ διακεκριμένης τῶν ἄλλων οὐσίας, ἧς δυνάμει καὶ μετοχῇ ἡ τῶν ὄντων ἁπάντων συνέστηκε φύσις. μονὰς γὰρ παντὸς δημιουργὸς ἀριθμοῦ, ἐπείπερ κατὰ σύνθεσιν καὶ προσθήκην μονάδων πᾶν πλῆθος κρατύνεται, οὑδ᾿ ἔστιν ἄλλως δίχα μονάδος οὐσίαν ἀριθμῶν ἐπινοῆσαι· αὕτη δ᾿ ἐκτὸς ἂν εἴη πλήθους πορρωτάτω τε καὶ κρείττων ἀριθμοῦ παντός, πάντα ποιοῦσα καὶ ὑφισταμένη, τεινομένη δὲ ὑπ᾿ οὐδενὸς πώποτε. τριὰς δὲ ταύτῃ συγγενής, ἄσχιστος ὡσαύτως καὶ ἀδιαίρετος, καὶ πρώτη τῶν ἐξ ἀρτίων καὶ περιττῶν ἀριθμῶν συνεσταμένων· ἄρτιος γὰρ ὁ δύο μονάδα προσλαβὼν τριάδος πρώτην περιττὴν ἐγέννησε φύσιν. πρώτη δὲ τριὰς δικαιοσύνην ἀνέδειξεν ἰσότητος καθηγησαμένη, ὡς ἂν ἀρχὴν καὶ μεςότητα καὶ τελευτὴν ἴσην ἀπολαβοῦσα. εἰκὼν δὲ ταῦτα μυστικῆς καὶ παναγίας καὶ βασιλικῆς τριάδος, ἥ τῆς ἀνάρχου καὶ ἀγεννήτου φύσεως ἠρτημένη τῆς τῶν γεννητῶν ἁπάντων οὐσίας τὰ σπέρματα καὶ τοὺς λόγους καὶ τὰς αἰτίας ἀπείληφεν. καὶ τριάδος μὲν δύναμις ἄρα παντὸς εἰκότως ἂν ἀρχὴ νομισθείη. δεκὰς δὲ τὸ πάντων ἀριθμῶν πέρας ἀπολαβοῦσα μέχρις αὐτῆς τὸ πᾶν ἵστησιν, πλήρης καὶ παντέλειος ὠνομασμένη εἰκότως, ἅτε δὴ πάσας ἰδέας καὶ πάντα μέτρα πάντων ἀριθμῶν λόγων τε καὶ συμφωνιῶν καὶ ἁρμονιῶν περιέχουσα. μονάδες γοῦν αὐξηθεῖσαι κατὰ σύνθεσιν τοῖς δέκα περιορίζονται· μητέρα ταύτην καὶ πῆξαι ὅρον τε καὶ περιγραφὴν κτησάμεναι ὥσπερ ἐν περιδρόμῳ καμπτῆρα περιθέουσιν. εἶτακύκλον ἐργασάμεναι δεύτερον καὶ πάλιν τρίτον καὶ τέταρτον καὶ μέχρι τῶν δέκα τὸν ἑκατὸν ἐκ δεκάδων δέκα πληροῦσι, κἄπειτα ἐπὶ τὴν πρώτην ἀνατρέχουσιν ἀφετηρίαν, κἀντεῦθεν πάλιν ἀρξάμεναι καὶ ἐπὶ τὸν δέκα προελθοῦσαι δεκάκις τε τὸν ἑκατὸν ἀμφιδραμοῦσαι, παλίσσυτοι διὰ τῶν αὐτῶν καμπτήρων μακροὺς δολιχεύουσι διαύλους ἐξ αὐτῶν εἰς ἑαυτὰς ἀνακυκλούμεναι. τῶν γοῦν δέκα τὸ δέκατον μονάς· δέκα δὲ μονάδες μίαν ἀποφαίνουσι δεκάδα· δεκὰς δὲ πέρας μονάδων, ὅρος καὶ καμπτὴρ ἁποκαταστατικός, καμπτὴρ μὲν τῆς ἀπειρίας τῶν ἀριθμῶν ὅρος δὲ καὶ τέλος μονάδων, ὁμοῦ δὲ τριὰς δεκάδι συμπλακεῖσα τρίτον τε περιελθοῦσα τὴν τῶν δέκα κύκλων περίοδον φυσικώτατον ἀριθμὸν γεννᾷ τὸν τριάκοντα· ὅ γὰρ ἐν μονάσι τριάς, τοῦτο ἐν δεκάσι τριακοντάς. ὅρος τε πάγιος οὗτος τοῦ δευτέρου μεθ᾿ ἥλιον μεγάλου φωστῆρος· σελήνης γοῦν περίοδος ἀπὸ συνόδου ἐπὶ σύνοδον μηνὸς κύκλον ἀπειργάζετο, μεθ᾿ ὅν αὖθις ἀρχὴν γενέσεως ἀπολαβοῦσα νέου φωτὸς καὶ νέων ἡμερῶν ἀπάρχεται, τριάκοντα μὲν κοσμηθεῖσα μονάσι, τρισὶ δὲ τιμηθεῖσα δεκάσι, δέκα δὲ τριάσι φαιδρυνθεῖσα. τούτοις αὐτοῖς τὰ τῆς κοσμοκρατορικῆς ἀρχῆς τοῦ νικητοῦ βασιλέως πρὸς τοῦ πάντων ἀγαθῶν δοτῆρος τετιμημένα νέων ἀρχῆς ἀγαθῶν ἐπιλαμβάνεται, τέως μὲν τριακονταετηρικὰς ἑορτὰς ἀποπληροῦντα, ἤδη δ᾿ ἐντεῦθεν μακροτέρων ἐφαπτόμενα διαστημάτων προμνώμενά τε μελλόντων ἀγαθῶν ἐλπίδας ἐν οὐρανίῳ βασιλείᾳ ἔνθα στρατιαὶ φώτων ἀπείρων ἀμφὶ τὸν πάντων βασιλέα χορεύουσιν, οὐχ ἑνὸς ἡλίου, πάντων δ᾿ αὐτόθι τὰ φῶτα ἡλίου κρείττονα ἐπαγομένων φαιδρυνομένων τε καὶ ἀποστιλβόντων τῇ αἴγλῃ τῶν τῆς ἀιδίου πηγῆς μαρμαρυγῶν, ἔνθα ζωὴ ψυχῆς ἐν ἀγαθῶν ἀκηράτοις κὰλλεσιν, ἔνθα βίος πάσης ἐκτὸς ἀχθηδόνος, ἔνθα σώφρονος καὶ παναγίας ἡδονῆς ἀπόλαυσις, καὶ χρόνος ἄχρονος ὁ μακραίων καὶ ἀτελεύτητος, εἰς ἀπερίγραφον τέλος μηκυνόμενος, οὐκέθ᾿ ἡμερῶν καὶ μηνῶν διαστήμασιν οὐδ᾿ ἐνιαυτῶν κύκλοις καιρῶν τε καὶ χρόνων περιόδοις ἀναμτρούμενος, μιᾷ δ᾿ εἰς ἄπειρον ἐκτεινομένῃ ζωῇ διαρκῶν, οὐχ ὐφ᾿ ἡλίου φωτιζομένῃ οὑδ᾿ ἀστέρων πλήθει καὶ σελήνης αὐγαῖς καταλαμπομένῃ, ἀλλ᾿ αὐτὸν ἐχούσῃ φωστῆρα τὸν θεὸν λόγον, τὸν μονογενῆ παῖδα τοῦ παμβασιλέως. παρὸ καὶ ἥλιον αὐτὸν δικαιοςύνης καὶ φῶς ἐπέκεινα φώτων ἁπάντων λόγων ἀπόρρητοι μυοῦσι θεολογίαι, τοῦτον δ᾿ αὐτὸν δικαιοςύνης ἀκτῖσι σοφίας τε αὐγαῖς τὰς παμμακαρίας καταλάμπειν δυνάμεις, τάς τε εὐσεβείᾳ παρεσκευασμένας ψυχὰς ἀντὶ τῆς οὐρανίου περιφερείας τοῖς αὐτοῦ κόλποις ἀπολαβόντα τῶν οἰκείων ἐπαγγελιῶν ἔργοις πιστοῦσθαι τὰς ὑποσχέσεις. θνητῶν δ᾿ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἀκοή τις διέγνω, ἀλλ᾿ οὐδὲ νοῦς σάρκα ἠμφιεσμένος οἷός τε ἂν εἴη διαθρῆσαι ἃ τοῖς εὐσεβείᾳ διακοσμησαμένοις προητούμασται, ὥσπερ οὖν καὶ σοί, βασιλεῦ θεοσεβέστατε, ᾧ μόνῳ τῶν ἐξ αἰῶνος ἐντεῦθεν ἤδη τὸν ἀνθρώπειον ἀποκαθᾶραι βίον αὐτὸς ὁ τῶν ὅλων παμβασιλεὺς θεὸς ἐδωρήσατο, ᾧ καὶ τὸ αὐτοῦ σωτήριον ἀνέδειξε σημεῖον, δι’ οὗ τὸν θάνατον καταγωνισάμενος τὸν κατὰ τῶν ἐχθρῶν ἤγειρε θρίαμβον· ὅ δὴ νικητικὸν τρόπαιον, δαιμόνων ἀποτρόπαιον, τοῖς τῆς πλάνης ἰνδάλμασιν ἀντιπαρατάξας τὰς κατὰ πάντων ἀθέων πολεμίων τε καὶ βαρβάρων ἤδη δὲ καὶ αὐτῶν δαιμόνων. ἄλλων τουτωνὶ βαρβάρων, ἤρατο νίκας.

E Aquele que garante os penhores das recompensas mútuas distribui-lhe coroas tricenais formadas por felizes períodos de tempo e, tendo já percorrido três ciclos de décadas, concede a todos os homens celebrar festividades populares ou, antes, universais. E brilhando os habitantes da terra com as flores do conhecimento de Deus, não seria fora de propósito que também os coros do céu, atraídos pelas leis da natureza, se congratulassem com os da terra, e que o próprio Rei do universo, à maneira de um bom pai, se alegrasse com os seus bons filhos piedosos, e por isso honrasse com glórias de longa duração o guia e autor dos bens, como se três períodos de décadas não bastassem ao seu reinado, mas concedendo-lho por muitíssimo tempo e prolongando-o por uma longa era. Pois o tempo total é jovem e interminável, não tendo por natureza nem início nem termo visível aos pensamentos dos mortais; tampouco pode ser apreendido a partir de um ponto central, nem permite que aquilo a que chamam de ‘agora’ seja retido pelos que o desejam segurar, quanto mais o futuro ou o passado. Pois o passado já não é, e o futuro ainda não está presente, e por isso tampouco é; e o que dele chamamos de ‘agora’, no mesmo instante da mente e da voz, escapa mais rápido do que a palavra. E não é possível de modo algum capturá-lo como algo estacionário. Pois ou é preciso esperar o futuro ou contemplar o passado; pois ele foge, escorregando juntamente com o pensamento. Assim, a eternidade inteira não suporta submeter-se aos pensamentos dos mortais, mas recusa a servidão sob estes. Mas não recusa confessar o seu próprio Rei e Senhor, e O traz montado em suas costas, orgulhando-se com os ornamentos que d'Ele provêm. E Aquele que do alto o conduz, não o tendo atado com uma corrente de ouro, como na poesia, mas tendo-o freado com os laços de uma sabedoria inefável à maneira de rédeas, nele estabeleceu com plena harmonia os meses e os tempos, as estações e os anos, e os intervalos alternados das noites e dos dias, circundando-o com variados limites e medidas. Pois, embora o tempo se estenda em linha reta e ao infinito, recebendo a denominação de eternidade como se sempre existisse, sendo idêntico em suas partes, ou melhor, indivisível e sem intervalos, e crescendo apenas na extensão de uma linha reta, o Criador o dividiu em seções intermediárias e, como que segmentando uma linha reta estendida em comprimento, nele colocou uma grande multidão de centros, e, sendo ele um e semelhante à unidade, limitou-o com toda sorte de números, criando a partir do informe a multiforme variedade que nele se encontra. Pois primeiro estabeleceu nele a matéria informe como uma substância que a tudo acolhe; em segundo lugar, operando na matéria a qualidade através do poder da díade, fez surgir a Forma a partir do invisível; e pelo número da tríade, criou o corpo triplamente dimensionado — em largura, comprimento e profundidade —, composto de matéria e Forma. E concebendo a partir de uma dupla díade a quaternidade dos elementos — terra, água, ar e fogo —, apresentou-os como fontes perenes para a subsistência do universo. A quaternidade gera a década; pois um, dois, três e quatro completam o número dez. E a tríade, combinada com a década, descobriu a natureza do mês; e doze meses completavam o período do curso do sol; de onde os ciclos dos anos e as mudanças das estações moldavam a eternidade informe e sem figura, como que em uma pintura florida e variada, para o repouso e a alegria daqueles que nele percorrem a carreira da vida. Pois assim como aos que percorrem a carreira nas competições em vista da esperança de prêmios as distâncias são definidas por estádios, e para os que viajam por longos caminhos a estrada pública é demarcada por certas etapas e marcos, a fim de que a pessoa, estendendo a expectativa ao infinito, não esmoreça em seu zelo; da mesma forma o Rei do universo conduz e sustenta a eternidade inteira, circundando-a com as leis da sabedoria, guiando-a de várias maneiras conforme Lhe parece conveniente. E Ele mesmo, revestindo com belas cores e flores jovens o tempo outrora informe, iluminou o dia claro pelo sol e, estendendo a noite com uma cor mais escura, fez brilhar nela os esplendores dos astros como limalhas tecidas a ouro; e acendendo os raios brilhantes da estrela da manhã, as variadas claridades da lua e as conjunções muito luminosas das estrelas, coroou todo o céu como um grande manto com toda sorte de belezas pictóricas. E estendendo o ar em profundidade desde o alto, e vivificando as larguras e comprimentos de todo o mundo com o seu poder, permitiu que nele fossem moldadas todas as aves, estendendo um grande mar para que nele nadassem os seres invisíveis e visíveis que se movem pelo ar. E tendo equilibrado a terra no centro como um ponto, circundou-a com o oceano, e sobre ela o mar brilha, adornando-se com a cor azulada de seu contorno. E tendo-a manifestado como lar, mãe e nutriz de todos os seres vivos nela contidos, irrigando-a com fluxos de chuvas e de fontes, concedeu-lhe verdejar com toda sorte de plantas e flores sazonais para o alegre desfrute da vida. E tendo moldado nela, à Sua imagem, a criatura mais honrada e a Ele cara, dotada de inteligência e conhecimento, descendente da razão e da sabedoria, o homem racional, concedeu-lhe governar com poder soberano as demais criaturas que rastejam e pastam sobre a terra. Pois o homem era para Ele o ser mais amado de Deus entre os da terra, ao qual, à maneira de pai, entregou a servidão das raças irracionais; o homem, para quem também abriu o mar à navegação e coroou a terra com plantas de toda sorte; para quem também subjugou os seres que rastejam nos abismos e as aves que voam no alto; para quem também concedeu faculdades científicas para acolher toda sorte de ensinamentos; para quem também revelou as contemplações celestes, manifestando os cursos do sol e da lua, as mudanças e os períodos dos planetas e das estrelas fixas; o homem, ao qual unicamente de todos os seres terrestres ordenou conhecer o Pai celeste e honrar com hinos o grande Rei do tempo eterno. Mas afinal, acima de todas estas coisas, o Criador circundou o tempo imutável com quatro mudanças do ano, limitando as estações invernais pela primavera; e tendo equilibrado a primavera, início das estações do ano, com balanças iguais, e depois coroado todo o tempo com a abundância de frutos da primavera, ...entregou este ao auge do verão; em seguida, como que o fazendo descansar da fadiga, recuperou-o no período do outono e, limpando-o com as correntes úmidas das chuvas invernais como se limpa um cavalo real, tornando-o resplandecente com os seus fluxos d'água e tendo-o engordado suficientemente com as regas das chuvas, coloca-o novamente às portas do vestíbulo da primavera. A partir daí, tendo deste modo vinculado a sua própria era a tais rédeas de sabedoria no ciclo do ano universal, ordenou que ela fosse conduzida por um guia menor, o seu próprio Logos unigênito, o salvador comum do universo, a quem entregou as rédeas do todo. E Este, como quem recebe a herança de um pai bom, tendo unido sob uma única harmonia tudo o que a abóbada celeste contém interna e externamente, conduz tudo em linha reta, provendo com justiça o que é conveniente às suas criaturas racionais sobre a terra. E, tendo estabelecido medidas de vida para os que percorrem a vida mortal, concedeu a todos os homens antecipar, ainda nesta vida, os prelúdios daquela que está além da era presente; pois existe, de fato existe, mesmo além da presente era, uma vida divina e bem-aventurada que Ele ensinou estar reservada em boas esperanças para aqueles que combateram o bom combate; e que, para os que viveram com sobriedade e piedade, haverá uma passagem e uma migração daqui para coisas melhores, ao passo que para os que foram reprovados nesta vida, designará o lugar conveniente. Depois, como nos prêmios de um combate, tendo proclamado coroas de toda espécie para os vencedores, coroa-os com diferentes prêmios de virtude; e ao bom imperador, adornado com a piedade para com Deus, proclama estarem preparados prêmios maiores que os habituais, cujos prelúdios concede celebrar desde já com uma festa composta de números perfeitos: de dezenas, tríades e de unidades triplicadas. Das quais a primeira tríade seria descendente da mônada, sendo a mônada a mãe dos números, presidindo sobre todos os meses, horas, anos e todo o ciclo dos tempos, e que com razão já poderia ser chamada de princípio, fundamento e elemento de toda a multiplicidade. Ela é denominada mônada por permanecer, porque, diminuindo ou aumentando toda a multiplicidade conforme a subtração e adição dos números...

...apenas a mônada recebeu estabilidade e permanência, permanecendo isolada de toda a multiplicidade e dos números dela gerados, portando a imagem da essência indivisível e distinta das outras coisas, por cuja força e participação subsiste a natureza de todos os seres. Pois a mônada é a criadora de todo número, visto que toda a multiplicidade é sustentada pela composição e acréscimo de mônadas, não sendo possível de outro modo conceber a essência dos números sem a mônada. Ela estaria fora da multiplicidade, distante e superior a todo número, tudo fazendo e subsistindo, sem jamais ser distendida por coisa alguma. A tríade é a ela aparentada, igualmente indivisível e indissolúvel, e a primeira a constituir-se a partir de números pares e ímpares; pois o par, ao receber a mônada de dois, gerou a primeira natureza ímpar da tríade. E a primeira tríade revelou a justiça por ter liderado a igualdade, como quem recebe um princípio, um meio e um fim iguais. E estas coisas são imagem da tríade mística, santíssima e imperial que, ligada à natureza sem princípio e não gerada, recebeu os germes, as razões e as causas da essência de todas as coisas geradas. Assim, a força da tríade com razão seria considerada o princípio de tudo. A década, por sua vez, tendo recebido o limite de todos os números, detém nela mesma o todo, sendo com razão chamada de cheia e perfeita, por conter todas as ideias e todas as medidas de todos os números, razões, consonâncias e harmonias. Com efeito, as mônadas, multiplicadas por composição, limitam-se em dez; tendo obtido esta como mãe e fixado nela o limite e o contorno, contornam-na como a uma meta numa pista de corrida. Em seguida, realizando um segundo círculo, e depois um terceiro e um quarto, até chegarem a dez, completam o número cem a partir de dez dezenas; e daí retornam ao primeiro ponto de partida, e começando de novo dali e avançando até dez, e tendo percorrido dez vezes o cem, regressam pelas mesmas metas realizando longas carreiras duplas, retornando de si mesmas para si mesmas. Por conseguinte, a décima parte de dez é a mônada; e dez mônadas manifestam uma dezena. A dezena, por sua vez, é o termo das mônadas, limite e meta restauradora, meta da infinitude dos números e limite e fim das mônadas; e, ao mesmo tempo, a tríade, tendo-se entrelaçado com a dezena...

...e tendo percorrido pela terceira vez o período dos dez círculos, gera o número mais natural, o trinta; pois o que é a tríade nas unidades, é a trindade de dezenas nas dezenas. E este é o limite estável do segundo grande luzeiro depois do sol; a órbita da lua, com efeito, de conjunção a conjunção, completa o ciclo de um mês, após o qual, recebendo novamente o princípio da geração de uma nova luz e de novos dias, recomeça, adornada com trinta unidades, honrada com três dezenas e embelezada por dez tríades. Com estas mesmas coisas, as honras concedidas ao poder do imperador vitorioso sobre o mundo inteiro, por parte do Doador de todos os bens, alcançam o princípio de novos bens, completando por ora as festividades tricenais, mas desde já estendendo-se para intervalos mais longos e antecipando as esperanças dos bens futuros no reino celestial. Ali, exércitos de luzes infinitas dançam ao redor do Rei de todas as coisas, não de um único sol, mas tendo todas as luzes naquele lugar superiores ao sol, alegradas e resplandecendo com o esplendor dos raios da fonte eterna; ali está a vida da alma nas belezas puras dos bens; ali está uma vida livre de toda dor; ali está o usufruto de um prazer sóbrio e santíssimo, e o tempo sem tempo, secular e sem fim, prolongando-se até um termo indescritível, não mais medido por intervalos de dias e meses, nem por ciclos de anos e períodos de estações e tempos, mas subsistindo por uma única vida que se estende ao infinito; não iluminada pelo sol, nem resplandecente pela multidão das estrelas e pelos raios da lua, mas tendo como luzeiro o próprio Deus Logos, o Filho unigênito do Rei supremo. Por esta razão, as teologias secretas iniciam-no como o próprio sol de justiça e luz além de todas as luzes, e que Ele próprio, com os raios da justiça e com os resplendores da sabedoria, ilumina as potências bem-aventuradas, e tendo recolhido em seu próprio seio as almas preparadas pela piedade, em vez do firmamento celeste, confirma as promessas de seus próprios anúncios por meio de obras. O olho dos mortais não viu, nem o ouvido percebeu, nem a mente revestida de carne seria capaz de discernir as coisas que...

...estão preparadas para aqueles que se adornaram com a piedade, como de fato para ti, ó imperador mais piedoso, a quem unicamente, entre os que existem desde tempos remotos, o próprio Deus, Rei supremo do universo, concedeu purificar a vida humana desde esta terra; a ti Ele também revelou o Seu sinal salvífico, pelo qual vencendo a morte levantaste o triunfo contra os inimigos. Tendo oposto este sinal de vitória, que afasta os demônios, às falsas imagens do erro, ergueste vitórias contra todos os inimigos ateus e bárbaros, e até mesmo contra os próprios demônios, que são uma espécie diferente de bárbaros.

VII

Δυεῖν γάρ τοι φύσεων ἐν ἡμῖν συμπεπλεγμένων, ψυχῆς λέγω καὶ σώματος, καὶ τοῦ μὲν ὁρωμένου τοῖς πᾶσι τοῦ δ’ ἀφανοῦς καθεστῶτος, δύο τούτοις ἐναντία βάρβαρα καὶ πολέμια γένη, τὸ μὲν ἀφανῶς τὸ δ’ ἐκ τοῦ προφανοῦς παρετάττετο. καὶ τὸ μὲν σώματα σώμασι προβεβλημένον, τὸ δ’ ἀσωμάτοις παντευχίαις γυμνὴν αὐτὴν ἐπολιόρκει τὴν ἀνθρώπου ψυχήν. εἶθ’ οἱ μὲν ὁρατοὶ βάρβαροι, νομάδες τινὲς ἄγριοι θηρῶν οὐδὲν διαφέροντες, ἐπὶ τὰς ἡμέρους τῶν ἀνθρώπων ἐφοίτων ἀγέλας, χώρας δῃοῦντες, πόλεις ἐξανδραποδιζόμενοι, λύκων ἀπηνῶν δίκην ἐκ τῆς ἐρήμης τοῖς κατὰ πόλιν ἐπιόντες, κἄπειτα λυμαινόμενοι ὅσοις ἄν δύναιντο οἱ δ’ ἀφανεῖς ἐχθροί, ψυχοφθόροι δαίμονες, οἹ δὴ βαρβάρων ἁπάντων ἀπηνέστεροι, ἀμφὶ τὸν ἀέρα τόνδε ποτώμενοι πᾶν τὸ θνητὸν γένος μηχαναῖς πολυθέου κακίας ἐξηνδραποδίζοντο, ὡς μηκέτ’ αὐτοῖς εἶναι θεὸν τὸν ἀληθῆ θεὸν ἀλλά τινα πολὺν καὶ ἄθεον πλάνον· τοὺς γὰρ μηδαμῆ μηδαμῶς ὄντας οὐκ οἶδ’ ὁπόθεν παραγαγόντες, τὸν ὄντα καὶ μόνον ἀληθῶς ὄντα ὡς οὐκ ὄντα πάρεργον ἐποιήσαντο. ἔνθεν αὐτοῖς ἡ τῶν σωμάτων γένεσις ἐνομίσθη θεός, καὶ πάλιν ἄλλος ἐναντίος τούτῳ θεός, ἡ τῶν αὐτῶν διαφθορὰ τε καὶ λύσις. ἀλλ’ ὁ μὲν πρῶτος αὐτοῖς ὡς ἄν γενέσεως ἀρχηγὸς Ἀφροδίτης ὀργίοις ἐτιμᾶτο, ὁ δὲ δεύτερος ὡς ἄν πολὺς καὶ τοῦ θνητοῦ κατισχύων γένους Πλούτων καὶ Θάνατος ὠνομάζετο. ὡς γὰρ μὴ ἑτέραν ἤ τὴν διὰ γενέσεως ζωὴν εἰδότες οἱ τότ’ ἄνθρωποι τὴν ταύτης αἰτίαν γένεσιν θεὸν εἶναι ἀπέφαινον· καὶ ὡς μηκέτ’ ὄντες μετὰ θάνατον νικητὴν ἁπάντων καὶ μέγαν θεὸν τὸν Θάνατον ἀνηγόρευον· εἶθ’ ὡς εὐθύναις οὐδαμῶς ὑποκείμενοι διὰ τὴν ἐκ τοῦ θανάτου λύσιν τὰ μυρίων θανάτων ἄξια δρῶντες διῆγον, βίον τε ἔζων ἀβίωτον, οὐ θεὸν ἐν νῷ λαμβάνοντες, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐ τῆς σφῶν κατὰ ψυχὴν οὐσίας τὴν μνήμην ἀναζωπυροῦντες, ἑνὶ δὲ δεινῷ προστάτῃ τῷ Θανάτῳ χρώμενοι, καὶ τὴν ἐκ τούτου τῶν σωμάτων φθορὰν λύσιν τοῦ παντὸς ἑαυτοὺς εἶναι πείσαντες, μέγαν θεὸν καὶ πλούσιον, παρὸ καὶ Πλούτωνα, τὸν Θάνατον ἀνηγόρευον. καὶ Θάνατος ἦν αὐτοῖς θεὸς οὐ μόνος, ἀλλὰ καὶ τὰ πρὸ τούτου τίμια, τὰ δὴ πρὸς ἡδυπαθῆ ζωὴν αὐτοῖς συμβαλλόμενα. θεὸς γοῦν αὐτοῖς ἦν ἡ τῶν σαρκῶν ἡδονή, θεὸς ἡ τροφή, θεὸς ἡ τούτων βλάστη, θεὸς ἡ τῶν ἀκροδρύων φυή, θεὸς ἡ διὰ μέθης τρυφή, θεὸς ὁ τῶν σωμάτων πόθος, θεὸς ἡ τούτων ἡδονή. ἔνθεν τὰ Δήμητρος καὶ Φερεφάττης μυστήρια καὶ Κόρης ἁρπαγὴ ὑπὸ Ἀϊδωνέως καὶ πάλιν ἡ ταύτης ἀνάδοσις. ἔνθεν Διονύσου τελεταὶ καὶ νικώμενος Ἡρακλῆς ὡς ὑπὸ κρείττονος θεοῦ τῆς μέθης, ἔνθεν Ἔρωτος καὶ Ἀφροδίτης ὄργια μοιχικά. ἔνθεν Ζεὺς αὐτὸς γυναικομανῶν καὶ Γανυμήδους ἐρῶν, φιληδόνων τε θεῶν καὶ φιλοπαθῶν ἀσελγῆ μύθων ἀναπλάσματα. τοσούτοις δῆτα βέλεσι θεομάχου πλάνης οἱ δεινοὶ βάρβαροι καὶ τῷ βασιλεῖ τῶν ὅλων ἐχθροὶ τοὺς ἐπὶ γῆς κατεπόνουν, καὶ εἷλόν γε τὸ πᾶν γένος ὑποχείριον, ὡς ἁπανταχοῦ γῆς ἀθεότητος ἀνεγεῖραι στήλας νεώς τε καὶ ἱερὰ ψευδωνύμου θεολογίας καθ’ ἑκάστην γωνίαν συνίστασθαι. οἱ γοῦν τότε κρατεῖν νομιζόμενοι τοσοῦτον καταδεδούλωντο τῇ πλάνῃ, ὡς ὁμοφύλων καὶ συγγενῶν φόνους τοῖς αὐτῶν καλλιερεῖν θεοῖς καὶ τὰ ξίφη θήγειν κατὰ τῶν προμάχων τῆς ἀληθείας, πόλεμόν τε ἄσπονδον καὶ ἀθέους αἴρεσθαι χεῖρας, οὐ κατ’ ἐχθρῶν ἀλλοφύλων καὶ ἀπεξενωμένων, κατὰ δὲ τῶν συνεστίων καὶ φίλων, κατά τε ἀδελφῶν καὶ συγγενῶν καὶ φιλτάτων, οἵ δὴ σεμνότητι βίου σωφροσύνῃ τε καὶ θεοσεβείας ἀληθοῦς ἐγχειρήμασι τιμᾶν τὸ θεῖον καὶ σέβειν διεγνώκεσαν. ἀλλ’ οἱ μὲν ὧδέ πη μανίᾳ φρενῶν τοὺς τῷ βασιλεῖ τῶν ὅλων καθωσιωμένους τοῖς αὐτῶν δαίμοσι κατέσφαττον, οἱ δὲ τῆς ἀληθοῦς εὐσεβείας γενναῖοι μάρτυρες καὶ ζωῆς αὐτῆς τὸν ὑπὲρ ἀληθείας εὐκλεῆ θάνατον προτιμᾶν μεμελετηκότες παρ’ οὐδὲν τὴν τοσαύτην ἐτίθεντο τυραννίδα, οἷα δὲ θεοῦ στρατιῶται καρτερίας ἀρετῇ φραξάμενοι, πάντα τρόπον θανάτου γέλωτα ἔθεντο, πῦρ καὶ σίδηρον καὶ προσηλώσεις, θῆράς τε ἀγρίους καὶ θαλάττης βυθούς, ἀποτομὰς μελῶν καὶ καυτῆρας, ὀφθαλμῶν ἐξορύξεις, τοῦ παντὸς σώματος ἀκρωτηριασμούς, λιμὸν ἐπὶ τούτοις καὶ μέταλλα καὶ δεσμὰ παντὸς καλοῦ καὶ ἡδονῆς ἁπάσης γλυκίονα ἡγησάμενοι δι’ ἔρωτα καὶ πόθον τὸν πρὸς τὸν αὐτῶν βασιλέα. θηλειῶν τε ὡσαύτως νεανικαὶ ψυχαὶ τῶν ἀνδρῶν οὐχ ἧττον ἠρρενωμέναι, αἱ μὲν τοὺς αὐτοὺς τοῖς ἀνδράσιν ἀγῶνας ὑποστᾶσαι ἴσα τῆς ἀρετῆς ἀπηνέγκαντο βραβεῖα, αἱ δ’ ἐπὶ φθορᾷ τῶν σωμάτων ἑλκόμεναι θᾶττον τὴν ψυχὴν θανάτῳ ἢ τὸ σῶμα τῇ φθορᾷ παραδεδώκασιν, μυρίαι τε ἄλλαι πρὸς τῶν κατ’ ἔθνος ἀρχόντων, πορνείας ἀπειλὴν μηδ’ ἄκροις ὠσὶν ἐπακοῦσαι δεδυνημέναι, πᾶν εἶδος στρεβλωτηρίων πᾶσάν τε ψῆφον θανατηφόρον εὐθαρσῶς ὑπέστησαν. ἀλλ’ οἱ μὲν τοῦ μεγάλου βασιλέως πρόμαχοι τῆς πολυθέου στρατιᾶς ὧδέ πη τοὺς ἄθλους ψυχῆς ἐρρωμένῳ λογισμῷ κατηγωνίζοντο· οἱ δ’ ἐχθροὶ τῷ θεῷ καὶ τῆς ἀνθρώπων πολέμιοι σωτηρίας, πάντων ἀνημέρων βαρβάρων χείρους, τοιαύταις ἔχαιρον ἀνθρωπίνων αἱμάτων σπονδαῖς· οἵ τ’ αὖ τούτων ὑπηρέται τοιαύτας αὐτοῖς προπόσεις ἐξ ἀδίκου μιαιφονίας προὔπινον, πικρὰν ταύτην καὶ δυσσεβῆ πανδαισίαν ἐπ’ ὀλέθρῳ τοῦ κοινοῦ γένους αὐτοῖς παρασκευάζοντες. τούτων δ’ ὧδε ἐχόντων τί ἐχρῆν τὸν τῶν καταπονουμένων βασιλέα θεὸν διαπράξασθαι; ἆρά γε τὴν τῶν φιλτάτων ἀντιπαρελθεῖν σωτηρίαν καὶ παριδεῖν οὕτω τοὺς οἰκείους πολιορκουμένους; ἀλλ’ οὔτε κυβερνήτης οὕτω ποτ’ ἄν λεχθείη σοφός, εἰ κατὰ βυθῶν αὔτανδρον τὸ σκάφος ἐκδώσει, μηδὲν παρ’ ἑαυτοῦ πρὸς τὴν τῶν ἐμπλεόντων σωτηρίαν πορισάμενος, οὔτε στρατηγὸς οὕτω ποτ’ ἄν γένοιτο ἀφειδής, ὡς τοὺς αὐτοῦ γνωρίμους ἀτιμωρητὶ τοῖς ἐχθροῖς παραχωρῆσαι· ἀλλ’ οὐδὲ ποιμὴν ἀγαθὸς τῆς αὐτοῦ ποίμνης τὸ πεπλαβνημένον ἀπαθῶς παρίδοι ἄν θρέμμα, ἀλλὰ τὰ μὲν εὖ ἔχοντα αὐτῷ ἐν ἀσφαλεῖ κείμενα καταλείψει, τῆς δὲ τοῦ πεπλανημένου χάριν σωτηρίας πᾶν ὁτιοῦν ἂν πάθοι, εἰ καὶ πρὸς θῆρας ἀγρίους συμπλακῆναι δέοι. ἀλλ’ οὐκ ἦν ἀλόγου θρέμματος ἡ σπουδὴ τῷ μεγάλῳ βασιλεῖ, τὸ δὲ πᾶν αὐτῷ τῆς οἰκείας στρατιᾶς καὶ τῶν δι’ αὐτὸν πολεμουμένων χάριν ἐσπουδάζετο. ὧς τοὺς ἀγῶνας καὶ τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἀποδεξάμενος, τοὺς μὲν τὴν πρὸς αὐτὸν στειλαμένους πορείαν τοῖς παρ’ αὐτῷ νικητηρίοις τιμήσας ταῖς κατ’ οὐρανὸν ἀγγελικαῖς ἐνέγραφεν χορείαις, τοὺς δ’ ἐπὶ γῆν ἐφύλαττεν, εὐσεβείας ζώπυρα σπέρματα τοῖς ὀψιγόνοις, θεατὰς ἅμα τῆς κατὰ τῶν ἀσεβῶν δίκης καὶ τῆς τῶν πεπραγμένων ἱστορίας ἐξηγητὰς γενησομένους. εἶτ’ ἐπὶ τὴν ἄμυναν τῶν πολεμίων τὴν αὐτοῦ δεξιὰν ἐκτείνας, ἑνὶ νεύματι τοὺς μὲν ἀθρόως ἀφανεῖς κατεστήσατο θεηλάτοις πληγαῖς προτιμωρησάμενος, αὐτούς τε οἰκείοις χείλεσι τὴν παλινῳδίαν τῆς τῶν πεπλημμελημένων σφίσιν αὐτοῖς καὶ μὴ βουλομένους ᾆσαι καταναγκάσας, τοὺς δ’ ἀπὸ χθονὸς ἤγειρεν ὑψώσας τοὺς πάλαι ταπεινοὺς καὶ πρὸς ἁπάντων ἀπεγνωσμένους. καὶ τοῦθ’ ὁ μέγας βασιλεὺς οὐρανόθεν ἐνήργει, ὁπλίτην ἄμαχον τὸν αὐτοῦ θεράποντα προστησάμενος (χαίρει γὰρ ὧδε προσφωνούμενος εὐσεβείας ὑπερβολῇ βασιλεύς)· ὅν δὴ νικητὴν παντὸς τοῦ τῶν πολεμίων ἀπέφηνε γένους, ἕνα κατὰ πολλῶν ἐγείρας. οἱ μὲν γὰρ ἦσαν μυρίοι πολλοί τε, πολλῶν ἅτε φίλοι δαιμόνων, μᾶλλον δ’ οὐδένες ἦσαν, ὅθεν οὐδ’ εἰσίν, ὁ δ’ ἐξ ἑνὸς εἷς βασιλεύς, εἰκὼν ἑνὸς τοῦ παμβασιλέως, καὶ οἱ μὲν ἀθέῳ ψυχῇ τοὺς εὐσεβεῖς ἄνδρας μιαιφόνοις ἀνῄρουν σφαγαῖς, ὁ δὲ τὸν αὐτοῦ σωτῆρα μιμούμενος καὶ μόνον σώζειν εἰδὼς καὶ τοὺς ἀθέους ἔσωζεν εὐσεβεῖν διδάσκων. εἶθ’ οἷα νικητὴς ἀληθῶς τὸ διττὸν ἐκεῖνο βάρβαρον ἐνίκα γένος, ἀνδρῶν μὲν τὰ ἀνήμερα φῦλα λογικαῖς ἐξημερῶν πρεσβείαις καὶ τοὺς κρείττονας εἰδέναι καὶ μὴ ἀγνοεῖν ἐπαναγκάζων, ἐξ ἀνόμου τε καὶ θηριώδους βίου ἐπὶ τὸ λογικὸν καὶ νομιμὸν μεθαρμοζόμενος, τὸ δ΄ ἀπηνὲς καὶ ἀπηγριωμένον τῆς ἀφανοῦς δαιμόνων φύσεως ἔργοις αὐτοῖς ἀπελέγχων ὑπὸ τοῦ κρείττονος πάλαι νενικημένον. ὁ μὲν γὰρ κοινὸς τῶν ὅλων σωτὴρ τοὺς ἀφανεῖς ἀφανῶς ἠμύνατο, ὁ δ’ οἷα μεγάλου βασιλέως ὕπαρχος τοῖς νενικημένοις ἐπεξῄει, τοὺς πάλαι νεκροὺς καὶ ἀπολωλότας σκυλεύων καὶ τὰ λάφυρα διανέμων ἀφθόνως τοῖς τοῦ νικητοῦ στρατιώταις.

Pois, estando duas naturezas entrelaçadas em nós, quero dizer, a alma e o corpo, e constituindo-se uma visível a todos e a outra invisível, duas estirpes bárbaras e inimigas contra elas se enfileiravam: uma de forma invisível, a outra às claras. E uma delas, opondo corpos a corpos, combatia abertamente; a outra, com armaduras incorpóreas, sitiava a própria alma desnuda do homem. Assim, os bárbaros visíveis, como nômades selvagens em nada diferentes de feras, atacavam os rebanhos domesticados dos homens, devastando campos, escravizando cidades, investindo como lobos implacáveis a partir do deserto contra os habitantes das cidades, e assolando tudo o que podiam. Inimigos invisíveis, por sua vez, demônios destruidores de almas, os quais de fato são os mais cruéis de todos os bárbaros, voando em torno deste ar, escravizavam todo o gênero mortal por meio das artimanhas da maldade politeísta, de sorte que para os homens não havia mais como Deus o verdadeiro Deus, mas um grande e ateu extravio; pois, introduzindo não sei de onde os seres que de modo algum existem, trataram o Ser real e único verdadeiramente existente como se não existisse. Daí considerarem a geração dos corpos como um deus, e de novo outro deus oposto a este, a saber, a corrupção e dissolução dos mesmos corpos. E o primeiro, na qualidade de autor da geração, era por eles honrado com os mistérios de Afrodite; o segundo, como sendo forte e prevalecendo sobre o gênero mortal, era denominado Plutão e Morte. Com efeito, como os homens daquela época não conheciam outra vida senão aquela obtida através da geração, declaravam ser um deus a geração, causa desta vida; e, achando que não existiriam mais após a morte, proclamavam a Morte como o vencedor de todas as coisas e o grande deus; e depois, como...

...não se considerando de modo algum sujeitos a prestação de contas devido à dissolução pela morte, passavam a vida praticando ações dignas de mil mortes, e viviam uma vida inviável, não guardando Deus na mente, não esperando os tribunais do julgamento divino, não reacendendo a memória de sua própria essência espiritual. Usando como único e terrível protetor a Morte, e tendo-se persuadido de que a corrupção dos corpos decorrente dela era a dissolução do todo, proclamavam a Morte como um deus grande e rico (por isso também chamado Plutão). E a Morte não era o único deus para eles, mas também as coisas estimadas antes dela, a saber, aquelas que concorriam para uma vida de prazeres. Para eles, com efeito, era um deus o prazer da carne, era um deus o alimento, era um deus o seu crescimento, era um deus a frutificação das árvores frutíferas, era um deus a delícia da embriaguez, era um deus o desejo dos corpos, era um deus o prazer destes. Daí surgiram os mistérios de Deméter e de Perséfone, e o rapto da Core por Aidoneu, e novamente a devolução desta. Daí as festas de Dionísio, e Hércules vencido pela embriaguez como que por um deus superior; daí os mistérios adúlteros de Eros e Afrodite; daí o próprio Zeus louco por mulheres e amante de Ganimedes, e as criações vergonhosas de mitos sobre deuses dados aos prazeres e às paixões. Com tantas flechas do extravio inimigo de Deus, os terríveis bárbaros e adversários do Rei do universo afligiam os que habitavam sobre a terra, e submeteram de fato todo o gênero humano, de modo a erguerem monumentos de ateísmo em toda a terra, e templos e santuários de uma teologia falsamente chamada a estabelecerem-se em cada canto. Aqueles que então pareciam reinar estavam a tal ponto escravizados pelo extravio que ofereciam assassinatos de compatriotas e parentes para propiciar os seus deuses, e afiavam as espadas contra os defensores da verdade, travando guerra implacável e erguendo mãos ímpias, não contra inimigos estrangeiros e estranhos, mas contra companheiros de mesa e amigos, contra irmãos, parentes e entes queridos, os quais de fato haviam decidido honrar e adorar a divindade com gravidade de vida, moderação e atos de verdadeira piedade para com Deus. Mas enquanto aqueles, numa espécie de loucura mental, imolavam aos seus demônios os homens consagrados ao Rei de todas as coisas, as nobres testemunhas da verdadeira piedade, acostumadas a preferir a morte gloriosa pela verdade à própria vida corporal, em nada estimavam tamanha tirania; e, como soldados de Deus munidos com a virtude da perseverança, faziam pouco caso de toda forma de morte...

...e riam do fogo, do ferro e das crucificações, das feras selvagens e dos abismos do mar, das amputações de membros e dos cautérios, das extirpações de olhos, das mutilações de todo o corpo, e além disso da fome, das minas e das prisões, considerando-os mais doces do que todo bem e do que todo prazer, por causa do amor e desejo que tinham pelo seu próprio Rei. De igual modo, as almas jovens das mulheres mostraram-se não menos viris que as dos homens; algumas delas, tendo enfrentado os mesmos combates que os homens, alcançaram iguais prêmios de virtude; outras, arrastadas para a violação de seus corpos, entregaram antes a alma à morte do que o corpo à corrupção; e outras milhares, sob as ordens dos governadores das províncias, incapazes de ouvir sequer com a ponta dos ouvidos a ameaça de prostituição, suportaram com firmeza toda espécie de instrumentos de tortura e toda sentença de morte. Assim, os defensores do grande Rei combatiam com vigor espiritual contra o exército politeísta; por outro lado, os inimigos de Deus e da salvação dos homens, piores que todos os bárbaros selvagens, deleitavam-se com tais libações de sangue humano; e os seus servidores ofereciam-lhes tais brindes decorrentes de injustos assassinatos, preparando-lhes este banquete amargo e ímpio para a destruição do gênero comum. Estando as coisas assim, o que deveria fazer Deus, o Rei dos oprimidos? Deveria desconsiderar a salvação de seus mais queridos e ignorar os seus servos assim sitiados? Mas nem um piloto seria chamado de sábio se entregasse aos abismos o navio com toda a sua tripulação, nada providenciando de si mesmo para a salvação dos passageiros; nem um general seria tão negligente a ponto de entregar os seus soldados conhecidos sem punição aos inimigos; e nem mesmo um bom pastor desconsideraria com indiferença a ovelha perdida de seu rebanho, mas deixaria as que estão bem em segurança e, em vista da salvação daquela que se perdera...

...sofreria qualquer coisa, mesmo se fosse necessário lutar com feras selvagens. Contudo, o zelo do grande Rei não era por um rebanho irracional, mas toda a sua atenção voltava-se para o seu próprio exército e para aqueles que por causa d'Ele eram combatidos. Tendo acolhido as suas lutas e combates pela piedade, glorificou os que haviam partido na jornada para Ele com prêmios de vitória e os alistou nos coros angélicos dos céus; as que permaneciam na terra, conservou-as como sementes vivas de piedade para as posteridades, para que fossem testemunhas da justiça contra os ímpios e narradores da história das ações realizadas. Em seguida, estendendo a sua mão direita para a vingança contra os inimigos, com um único aceno reduziu a nada, repentinamente, os ímpios, punindo-os com pragas divinas; e forçando-os, ainda que contra a vontade, a entoar com os seus próprios lábios a palinódia de seus crimes; por outro lado, ergueu da terra os que outrora estavam humilhados e desamparados por todos, exaltando-os. E isso o grande Rei realizava lá do céu, tendo colocado à frente o seu servo como combatente invencível (pois o imperador alegra-se em ser chamado de servo, devido à sua extrema piedade); a quem declarou vencedor de toda a estirpe de inimigos, levantando um só contra muitos. Estes, com efeito, eram miríades e numerosos, como amigos de muitos demônios, ou melhor, eram nadas, de onde nem mesmo existem; ele, porém, um único imperador a partir do Único, imagem do Rei universal. E enquanto os outros, com alma ateia, assassinavam os homens piedosos em matanças cruéis, ele, imitando o seu Salvador e sabendo apenas salvar, salvava até mesmo os ateus, ensinando-os a ser piedosos. Depois, como verdadeiro vencedor, subjugava aquela dupla linhagem bárbara: domesticando as tribos selvagens dos homens por meio de discursos racionais e forçando-os a conhecer e a não ignorar as coisas superiores, mudando a sua vida sem leis e bestial para uma vida racional e legal; e desmascarando a natureza invisível e cruel dos demônios através de fatos concretos como já vencida pelo Ser superior desde há muito. De fato, o Salvador comum do universo repeliu de forma invisível os inimigos invisíveis, e ele, agindo como legado do grande Rei, investiu contra os vencidos, despojando os mortos e destruídos de outrora, e distribuindo abundantemente os despojos aos soldados do Vencedor.

VIII

Ἐπειδὴ γὰρ συνεῖδεν μάτην δειμαίνοντα νηπίων δίκην ἀφρόνων τὰ πλήθη τῆς πλάνης τὰ μορμολύκεια ὕλῃ χρυσοῦ καὶ ἀργύρου πεπλασμένα, καὶ ταῦτα ἐκποδῶν ᾤετο δεῖν ἄρασθαι ὥσπερ τινὰ λίθων ἐγκόμματα τοῖς ἐν σκότῳ βαδίζουσι πρὸ τῶν ποδῶν ἐρριμμένα, λείαν τε καὶ ὁμαλὴν τοῦ λοιποῦ τὴν βασιλικὴν τοῖς πᾶσιν ἀναπετάσας πορείαν. ταῦτ’ οὖν διανοηθεὶς οὐχ ὁπλιτῶν αὐτῷ καὶ πλήθους στρατοπεδίας ἡγήσατο δεῖν πρὸς τὸν τούτων ἔλεγχον, εἷς δὲ μόνος αὐτῷ καὶ δεύτερος τῶν αὐτοῦ γνωρίμων πρὸς τὴν ὑπηρεσίαν ἀπήρκουν, οὕς ἑνὶ νεύματι κατὰ πᾶν ἔθνος διεπέμπετο. οἱ δ’ εὐσεβείᾳ πίσυνοι μυριάνδρων δήμων τε καὶ λαῶν μέσον παριόντες ἀνὰ πάσας πόλεις τε καὶ χώρας πολυχρονίου πλάνης ἐποιοῦντο φωράν, αὐτοὺς τοὺς ἱερωμένους σὺν πολλῷ γέλωτι καὶ σὺν αἰσχύνῃ παράγειν εἰς φῶς ἐκ σκοτίων μυχῶν τοὺς αὐτῶν θεοὺς παρακελευόμενοι, κἄπειτα ἀπογυμνοῦτες τοῦ φάσματος καὶ τὴν εἴσω τῆς ἐπικεχρωσμένης μορφῆς ἀμορφίαν τοῖς πάντων ὀφθαλμοῖς ἐνδεικνύμενοι. εἶτ’ ἀποξέοντες τὸ δοκοῦν χρήσιμον τῆς ὕλης, χωνείᾳ τε καὶ πυρὶ δοκιμάζοντες, τὸ μὲν λυσιτελὲς ὅσον αὐτοῖς ἀναγκαῖον ἐνομίζετο ἐν ἀσφαλεῖ τιθέμενοι συνεῖχον, τὸ δ’ ἄλλως περιττὸν καὶ ἄχρηστον εἰς μνήμην αἰσχύνης παρεχώρουν τοῖς δεισιδαίμοσιν. οἷον δὲ καὶ τόδ΄ ἔρεξε βασιλεὺς ὁ θαυμάσιος· ὡς γὰρ καὶ τῶν νεκρῶν εἰδώλων τὰ τῆς πολυτελοῦς ὕλης τὸν ἀποδοθέντα τρόπον ἐσκυλεύετο, τὰ λοιπὰ μετῄει ἀνδρείκελα χαλκοῦ πεποιημένα. δέσμιοι δῆτα καὶ οἵδε μύθων θεοὶ γεγηρακότων τριχῶν ὑφάσμασιν ἤγοντο περιβληθέντες, κἀπὶ τούτοις ὁ μέγας βασιλεὺς ὥσπερ τινὰ πολυφεγγῆ πυρςὸν ἐξάψας, μή πῃ λανθάνοι κρύφιόν τι πλάνης λείχανον, ὄμματι βασιλικῷ περιεσκόπει· οἷα δέ τις οὐρανοπετὴς ἀετῶς ὀξυωπέστατος ἄνωθεν ἀφ’ ὑψηλοῦ τὰ πορρωτάτω διεστῶτα κατὰ γῆς ἴδοι, ὧδε καὶ αὐτὸς τῆς αὐτοῦ καλλιπόλεως τὴν βασιλικὴν ἀμφιπολεύων ἑστίαν, δεινόν τι ψυχῶν θήρατρον ἐπὶ τοῦ Φοινίκων λανθάνον ἔθνους ἐξ ἀπόπτου συνεῖδεν. ἄλσος δὲ τοῦτ’ ἦν καὶ τέμενος, οὐκ ἐν μέσαις πόλεσιν οὐδ’ ἐν ἀγοραῖς καὶ πλατείαις, ὁποῖα τὰ πολλὰ κόσμου χάριν ταῖς πόλεσι φιλοτιμεῖται, τὸ δὲ ἦν ἔξω πάτου τριόδων τε καὶ λεωφόρων αἰσχρῷ δαίμονι Ἀφροδίτης ἐπ’ ἀκρωρείας μέρει τοῦ Λιβάνου καθιδρυμένον. σχολή τις ἦν αὕτη κακοεργίας ἅπασιν ἀκολάστοις πολλῇ τε ῥᾳστώνῃ διεφθορόσι τὰ σώματα· γύννιδες γοῦν τινες ἄνδρες οὐκ ἄνδρες τὸ σεμνὸν τῆς φύσεως ἀπαρνησάμενοι θηλείᾳ νόσῳ τὴν δαίμονα ἱλεοῦντο, γυναικῶν τε αὖ παράνομοι ὁμιλίαι, κλεψίγαμοί τε φθοραί, ἄρρητοί τε καὶ ἐπίρρητοι πράξεις ὡς ἐν ἀνόμῳ καὶ ἀπροστατῃ χώρῳ κατὰ τόνδε τὸν νεὼν ἐπεχειροῦτο. φώρ τε οὐδεὶς ἦν τῶν πραττομένων, τῷ μηδένα σεμνῶν αὐτόθι τολμᾶν παριέναι. ἀλλ’ οὐχὶ καὶ βασιλέα τὸν μέγαν οἷα τε ἦν τὰ τῇδε δρώμενα λανθάνειν, α υτοπτήσας δὲ ταῦτα βασιλικῇ προμηθείᾳ οὐκ ἔξιον εἶναι ἡλίου αὐγῶν τὸν τοιόνδε νεὼν ἔκρινεν, αὐτοῖς δὲ ἀφιερώμασιν ἐκ βάθρων τὸ πᾶν ἀφανισθῆναι κελεύει. ἐλύετο δῆτα αὐτίκα βασιλικῷ νεύματι τὰ τῆς ἀκολάστου πλάνης μηχανήματα, χείρ τε στρατιωτικὴ τῇ τοῦ τόπου καθάρσει διηκονεῖτο, σωφρονεῖν δ’ ἐμάνθανον ἀπειλῇ βασιλέως οἱ μέχρι τοῦδε ἀκόλαστοι, ἀλλὰ γὰρ ὧδε καὶ τὰ τῆς λαοπλάνου φάσματα κακίας ἐμφανῆ τοῖς πᾶσι καταστηςάμενος βασιλεύς, τὸν αὐτοῦ σωτῆρα τοῖς πᾶσιν ἀνεκήρυττεν, οὐκ ἦν τε ἀρωγὸς οὐδεὶς οὐδ’ ἐπαμύνων τοῖς ἑαλωκόσιν, οὐ δαίμων, οὐ θεός, οὐ χρησμῳδός, οὐ μάντις. οὐδὲ γὰρ ἔτι σκοτίῳ ζόφῳ αἱ τῶν ἀνθρώπων ἐκαλινδοῦντο ψυχαί, θεοσεβείας δὲ ἀπλανοῦς ἀκτῖσι πεφωτισμέναι τοῖς μὲν αὐτῶν προπάτορσι κατεμέμφοντο ἀγνωςίαν ἠλέουν τε αὐτοὺς τῆς ἀβλεψίας, σφᾶς δὲ αὐτὰς μακαρίας ἀπέφαινον ὡς ἄν δεινῆς ἠλευθερωμέναι πλάνης. οὕτω δῆτα ἐν βραχεῖ θεοῦ μεγάλου βουλῇ βασιλέως τε ὑπουργίᾳ πᾶν τὸ τῶν ἐχθρῶν καὶ πολεμίων ὁρωμένων τε καὶ ἀφανῶν ἀνῄρητο γένος, εἰρήνη τε λοιπὸν ἀγαθὴ καὶ κουροτρόφος τὸ πάντων ἀνθρώπων διελάμβανεν οἰκητήριον, καὶ οὐκέτ’ ἦσαν πόλεμοι, ὅτε μηδὲ θεοί, ἀλλ’ οὐδὲ μάχαι κατ’ ἀγροὺς καὶ κατὰ πόλεις, οἷαι τὸ πρὶν ὅτε τὰ δαιμόνων ἐπήνθει, καὶ οὐκέθ’ αἹμάτῶν παρ’ ἀνθρώποις ἐκχύσεις, ὡς ὅτε τὰ τῆς πολυθέου μανίας ἤκμαζεν.

Pois, percebendo que as multidões temiam em vão, como crianças insensatas, os espantalhos do extravio moldados em matéria de ouro e prata, considerou ser necessário removê-los do caminho como pedras de tropeço jogadas diante dos pés dos que caminhavam nas trevas, abrindo para todos, no restante do caminho, uma estrada imperial plana e suave. Tendo isso em mente, julgou não ser necessário o uso de soldados e da multidão de um exército para desmascarar tais coisas; um só e no máximo um segundo de seus familiares bastavam para prestar o serviço, os quais de fato ele enviava a cada nação com um único aceno. E estes, confiantes na piedade, passando pelo meio de miríades de povos e populações por todas as cidades e províncias, faziam a investigação do antigo extravio, ordenando aos próprios sacerdotes, com muito riso e vergonha, trazer à luz a partir dos recessos sombrios os seus deuses, despojando-os em seguida daquela aparência ilusória e mostrando aos olhos de todos a deformidade oculta sob a forma pintada. Depois, raspando o que parecia útil na matéria, fundindo-o e testando-o ao fogo, guardavam em segurança o que consideravam conveniente e necessário para eles, ao passo que o que era supérfluo e inútil deixavam aos supersticiosos para servir de recordação da vergonha. Eis também o que fez o admirável imperador: pois enquanto as imagens sem vida feitas de matéria preciosa eram despojadas do modo mencionado, ele passava a tratar das restantes figuras humanas feitas de bronze. E assim, estes deuses das fábulas antigas eram arrastados amarrados com cordas de cabelos, e sobre isso o grande imperador, como quem acende um farol luminoso para que não passasse despercebido nenhum vestígio oculto do extravio, inspecionava com olhar imperial. E como uma águia que cai do céu, de vista aguçada, do alto e de longe avista as coisas distantes sobre a terra, assim também ele, guardando a habitação imperial de sua bela cidade, avistou de longe uma terrível armadilha de almas escondida entre o povo dos fenícios. Este era um bosque e um santuário, não no meio das cidades, nem em fóruns e praças, como a maior parte das coisas das quais as cidades se orgulham como ornamento...

...mas encontrava-se fora dos caminhos, longe das encruzilhadas e das estradas principais, dedicado a um demônio obsceno, Afrodite, edificado no cume do Monte Líbano. Este templo era uma escola de maldade para todos os libertinos que corrompiam os seus corpos em total ociosidade; homens efeminados, que na verdade não eram homens, negando a dignidade de sua própria natureza, propiciavam a divindade com a fraqueza feminina; havia também relações ilícitas de mulheres, adultérios secretos e atos indizíveis e infames perpetrados neste templo como num lugar sem lei e sem vigilância. E nada do que ali se praticava era denunciado, pois nenhuma pessoa de gravidade ousava aproximar-se daquele local. Contudo, não era possível ocultar do grande imperador o que ali se fazia. Tendo presenciado essas coisas por sua providência imperial, julgou que tal templo não era digno da luz do sol e ordenou que fosse inteiramente arrasado até os alicerces, junto com os seus próprios ornamentos. Logo, por aceno imperial, eram desfeitas as estruturas daquele extravio licencioso; a força militar encarregava-se da purificação daquele local, e os que até então eram devassos aprendiam a moderação sob a ameaça do imperador. Mas tendo o imperador exposto à vista de todos esses simulacros de maldade que seduziam o povo, proclamou o seu Salvador a todos; e não houve defensor algum ou protetor para os vencidos, nem demônio, nem deus, nem profeta, nem adivinho. Pois as almas dos homens já não se arrastavam nas trevas sombrias, mas, iluminadas pelos raios sem desvios da piedade para com Deus, censuravam a ignorância de seus antepassados e compadeciam-se deles por causa de sua cegueira, declarando-se felizes por terem sido libertados de tão terrível extravio. Assim, em pouco tempo, pela vontade do grande Deus e pelo ministério do imperador, foi eliminada toda a linhagem dos inimigos e adversários visíveis e invisíveis; e doravante a paz benéfica e protetora dos jovens estendia-se sobre a habitação de todos os homens; e já não havia guerras, visto que também não havia deuses falsos, nem lutas nos campos e nas cidades como dantes, quando floresciam os ritos dos demônios, nem derramamentos de sangue entre os homens, como quando a loucura politeísta estava no auge.

IX

Ὥρα δ’ οὖν τὰ νέα τοῖς παλαιοῖς ἀντιπαραβάλλειν καὶ τὴν ἐπὶ τὰ κρείττω ῥοπὴν ἐκ τῆς τῶν χειρόνων ἀντιπαραθέσεως ἐπισκοπεῖν, διακρίνειν τε καὶ συνορᾶν ὡς πάλαι μὲν πρόπυλα καὶ τεμένη ἄλση τε καὶ ἱερὰ κατὰ πᾶσαν πόλιν αὐτοῖς φιλοπόνως ἐξησκεῖτο ἀναθήμασί τε πάνυ πολλοῖς ἐστεφανοῦντο οἱ ναοί. καὶ θεῶν μὲν πολλὺς ἦν ὁ παρὰ τοῖς τότε τυράννοις λόγος, ἔθνη τε καὶ δῆμοι κατ’ ἀγροὺς καὶ κατὰ πάντα τόπον ἤδη τε κατ’ οἴκους ἐν αὐτοῖς αὐτῶν ταμείοις τε καὶ θαλάμοις βωμοῖς καὶ ἀγάλμασιν ἐτίμων τὰ πάτρια, τῆς δ’ εὐσεβείας αὐτοῖς ὁ καρπὸς οὐ τὰ νῦν ὀφθαλμοῖς ὁρώμενα τῆς πρὸς ἀλλήλους ὑπῆρχεν εἰρήνης, πάντα δὲ τἀναντία τούτοις, πόλεμοι καὶ μάχαι καὶ στάσεις· αἷς διὰ παντὸς τοῦ βίου κατατριβόμενοι αἵμασι καὶ φόνοις ἐμφυλίοις τὰς ἑαυτῶν ἐπλήρουν χώρας. οἱ τ’ αὖ πρὸς αὐτῶν τιμώμενοι μαντείας μὲν καὶ χρησμοὺς καὶ μελλόντων προγνώσεις σὺν κολακείᾳ πολλῇ τοῖς τότε κρατοῦσιν ἐπηγγέλλοντο, τὸν δὲ σφῶν ὄλεθρον οὐκ ἔγνωσαν προγνῶναι οὐδὲ προφῆσαι σφίσιν αὐτοῖς, ὅ δὴ καὶ μέγιστον γένοιτ’ ἄν δεῖγμα τοῦ τῆς ἀπάτης ἐλέγχου. οὐδεὶς γοῦν πώποτε τῶν ἐπὶ χρησμοῖς πάλαι θαυμαζομένων τὴν εἰς ἀνθρώπους ἔκλαμψιν τοῦ κοινοῦ σωτῆρος προγόρευσεν οὐδὲ τὸ νέον κήρυγμα τῆς ὑπ’ αὐτοῦ προβληθείσης θεογνωσίας· ἀλλ’ οὐδ΄ αὐτὸς ὁ Πύθιος συνῆκεν οὐδ’ ἕτερος τῶν μεγαλοδαιμόνων τὴν οἰκείαν ἐρημίαν οὐδὲ τὸν πολιορκητὴν ἐθέσπισεν οὐδὲ τὸν αὐτῶν καθαιρέτην ἐμαντεύσατο. τίς δὲ χρησμῳδός ἢ μάντις τὰ μὲν αὐτῶν σεμνὰ νέου τινὸς ἐπιφανέντος τῷ βίῳ σβεσθήσεσθαι, τὴν δ΄ εἰς τὸν πάντων βασιλέα γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις παραδοθήσεσθαι προηγόρευσεν; τίς τὸ σεμνὸν τοῦτὶ καὶ θεοσεβὲς βασίλειον αὐτόν τε τὸν καλλίνικονἩμῶν τά τε κατὰ δαιμόνων αὐτῷ πανταχοῦ γῆς ἀνεγηγερμένα τρόπαια καὶ τῶν ὑψηλῶν τὸν ἀφανισμὸν προέγνω; τὴν δὲ διὰ πυρὸς χωνείαν καὶ τὴν ἐξ ἀχρήστου ἰδέας εἰς ἀναγκαίας χρήσεις τῶν ἀψύχων μεταβολὴν τίς πώποτε ἡρώων διεστείλατο; χωνευομένων δ’ αὐτοῖς τῶν ξοάνων εἰς λεπτόν τε γελοίως κατακοπτομένων τίς πώποτε θεῶν ξοάνων εἰς λεπτόν τε γελοίως κατακοπτομένων τίς πώποτε θεῶν ἐμνημόνευσεν; ποῖ δ’ ἦσαν οἱ τούτων ἀρωγοὶ μὴ οὐχὶ ἐπαμύνειν τοῖς αὐτῶν ἀφιερώμασιν ὑπ’ ἀνθρώπων ἀφανιζομένοις; ποῖ δ’ ἦσαν ἐν βαθυτάτῃ διατελοπυντας εἰρήνῃ θεώμενοι; ποὶ δὲ οἱ τούτοις ὡς θεοῖς ἐπιθαρσοῦντες καὶ τεποιθήσει ματαίᾳ τοὺς λογισμοὺς ἐπαιρόμενοι, οἱ τὴν μὲν πλάνην εἰς ὕψος ἐγείραντες πόλεμον δ’ ἀκήρυκτον κατὰ τῶν προμάχων τῆς ἀληθείας ἀράμενοι; ποῖ τὸ τῶν θεομάχων γιγάντων στῖφος καὶ τῶν δρακόντων τὰ συρίγματα, οἵ τὰς γλώττας ἀκονήσαντες φωνὰς ἀθέους κατὰ τοῦ παμβασιλέως ἠφίεσαν; ἀλλ’ οἱ μὲν τῷ βασιλεῖ τῶν ὅλων πεπολεμωμένοι πολυπληθείᾳ θεῶν θαρροῦντες, σὺν πολλῇ δυνάμει χειρὸς στρατιωτικῆς ἐπῄεσαν, νεκρῶν εἴδωλα καμόντων ἐν ἀψύχοις ἀγάλμασι προβεβλημένοι, ὁ δ’ εὐσεβείας θώρακι πεφραγμένος τὸ σωτήριον καὶ ζωοποιὸν σημεῖον ὥσπερ τι φόβητρον καὶ κακῶν ἀμυντήριον τῷ πλήθει τῶν ἐναντίων ἀντιπαρατάξας, ὁμοῦ τὴν κατ’ ἐχθρῶν καὶ κατὰ δαιμόνων νίκην ἀπηνέγκατο, εἶτ’ εὐγνώμονι λογισμῷ χαριστήριον ἀποδιδοὺς εὐχὴν τῷ τῆς νίκης αἰτίῳ φωνῇ μεγάλῃ καὶ στήλαις ἅπασιν ἀνθρώποις τὸ νικοποιὸν ἀνεκήρυττεν σημεῖον, μέσῃ τῇ βασιλευούσῃ πόλει μέγα τρόπαιον τοῦτὶ κατὰ πάντων πολεμίων ἐγείρας, διαρρήδην τε ἀνεξάλειπτον σωτήριον τουτὶ σημεῖον τῆς Ῥωμαίων ἀρχῆς καὶ τῆς καθόλου βασιλείας φυλακτήριον. τοῦτο μὲν δὴ γνωρίζειν ἅπαντας ἐδίδασκεν ἀνθρώπους, πρό γε πάντων τὰ στρατιωτικά, οὓς δὴ μάλιστα χρῆναι μὴ δόρασι καὶ παντευχίαις μηδ’ ἀλκῇ σωμάτων τὰς ἐλπίδας ἐξάπτειν, τὸν δ’ ἐπὶ πάντων εἰδέναι θεόν, τὸν παντὸς ἀγαθοῦ καὶ αὐτῆς νίκης δοτῆρα. οὕτω δὴ βασιλεὺς αὐτός, ὤ τῆς παραδόξου ἀκοῆς, λόγων εὐκτηρίων διδάσκαλος τῷ αὐτοῦ στρατῷ καθίστατο, εὐχὰς τε εὐσεβεῖς θεσμοῖς ἀκολούθως παρεδίδου θείοις, ἄνω μὲν αἴροντας εἰς οὐρανὸν μετεώρους τὰς χεῖρας, ἀνωτάτω δ’ ἐπὶ τὸν ἐπουράνιον βασιλέα τοὺς τῆς διανοίας παραπέμποντας ὀφθαλμούς, κἀκεῖνον ταῖς εὐχαῖς νίκης δοτῆρα σωτῆρα φύλακά τε καὶ βοηθὸν ἐπιβοωμένους· ναὶ μὴν καὶ ἡμέραν εὐχῶν ἡγεῖσθαι κατάλληλον τὴν κυρίαν ἀληθῶς καὶ πρώτην ὄντως κυριακήν τε καὶ σωτήριον, τὴν δὴ καὶ φωτός καὶ ζωῆς, ἀθανασίας τε καὶ ἀγαθοῦ παντὸς ἐπώνυμον. αὐτὸς τε αὐτοῦ διδάσκαλος ἀγαθῶν ὑποστάς, ἐν αὐτοῖς βασιλικοῖς ταμείοις τὸν αὐτοῦ σωτῆρα γεραίρων, ὧδε μὲν εὐχαῖς θεσμοὺς ἐξετέλει θείους, ὡδε δὲ λόγων ἱερῶν ἀκοαῖς τὸν νοῦν ἐξεπαιδεύετο· διάκονοι δ’ αὐτῷ καὶ ὑπηρέται θεῷ καθιερωμένοι, βίου τε σεμνότητι καὶ ἀρετῇ κεκοσμημένοι ἄνδρες, φύλακες τοῦ παντὸς οἴκου καθίσταντο, καὶ δορυφόροι δὲ πιστοί, σωματοφύλακες τρόποις εὐνοίας ἀγαθῆς καθωπλισμένοι, βασιλέα διδάσκαλον θεοσεβοῦς ἐπεγράφοντο βίου. ὁ δὲ βασιλεὺς τὸ νικοποιὸν ἐτίμα σημεῖον, ἔργῳ τὴν πεῖραν τῆς ἐν αὐτῷ θεότητος μαθών· καὶ γὰρ δὴ τούτῳ πλήθη πολεμίου στρατιᾶς ὑπεχώρει, τούτῳ θεομάχων μεγαλαυχίαι καθῃροῦντο, τούτῳ δυσφήμων καὶ δυσσεβῶν γλῶτται κατεσιγάζοντο, τούτῳ βάρβαρα φῦλα καθυπετάττετο, τούτῳ δυνάμεις ἀφανῶν δαιμόνων ἠλαύνοντο, τούτῳ παιδιαὶ δεισιδαίμονος ἀπάτης ἠλέγχοντο, τούτῳ τὸ πάντων ἀγαθῶν τέλος οἷόν τι χρέος βασιλεὺς ἀποδιδοὺς ἁπανταχοῦ γῆς στήλας ἐπινικίους ἱδρύετο, πλουσίᾳ καὶ βασιλικῇ χειρὶ νεὼς καὶ τεμένη ἱερά τε προσευκτήρια συνίστασθαι τοῖς πᾶσι διακελευόμενος. ὑψοῦτο δὲ παραχρῆμα μέσαις αὐταῖς ἐπαρχίαις τε καὶ πόλεσι βασιλικῆς μεγαλονοίας μεγαλουργήματα, ἐν ὀλίγῳ τε ταῦτα κατὰ πᾶν ἔθνος διέλαμπεν, ἀθέου τυραννίδος τὸν ἔλεγχον ἐφελκόμενα· οἱ μὲν γὰρ ψυχῆς ἀπονοίᾳ πρὸ μικροῦ θεομαχεῖν ὡρμημένοι κυνῶν δίκην λυττῶντες κατὰ τῶν ἀψύχων οἰκοδομημάτων, ὅτι μὴ κατ' αὐτοῦ θεοῦ δυνατὸν ἦν αὐτοῖς, τοὺς θυμοὺς ἠφίεσαν, εἶτ' ἐξ ὕψους εἰς ἔδαφος καταρρίπτοντες ἐξ αὐτῶν τε βάθρων ἀνασκάπτοντες τὰ προσευκτήρια ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαν. καὶ τοῦτ΄ ἦν αὐτοῖς τῶν κακῶν τὸ δρᾶμα, δι' οὗ τὸ θεῖον ὥσπερ ἀμυνόμενοι τῆς φρενοβλαβείας αὐτίκα τὴν πεῖραν ἐλάμβανον. οὔπω δ' οὖν αὐτοῖς βραχὺς διῄει χρόνος, καὶ μιᾷ ῥιπῇ θεηλάτου καταιγίδος ἀφανεῖς ἐποίει, ὡς μὴ γένος, μὴ σπέρμα, μηδέ τι λείψανον τῆς αὐτῶν μνήμης ἐν ἀνθρώποις ἀπολειφθῆναι ἄρδην δ' ἐν βραχεῖ τοὺς πάντας καίπερ εἰς πλῆθος ἀφωρισμένους θεηλάτοις μάστιξι τιμωρουμένους ἀποσβῆναι. ἀλλ' οἵδε μὲν θεομάχου λύττης τοιοῦτον εὕραντο τέλος, ὁ δὲ τὸ σωτήριον τρόπαιον προβεβλημένος μόνος αὐτός, οὐ μὴν μόνος συνόντος δὲ καὶ συμπράττοντος αὐτῷ τοῦ μόνου, τῶν μικρῷ πρόσθεν ἑαλωκότων τὰ νέα πολὺ κρείττονα τὰ δεύτερα μακρῷ τῶν πρώτων ἀπέφαινε τιμιώτερα, ὧδε μὲν τὴν ἐπώνυμον αὐτῷ πόλιν διαφόροις ἐκκλησίαις θεοῦ φαιδρύνων, ὧδε δὲ τὴν Βιθυνῶν ἄρχουσαν μεγίστῃ τιμῶν καὶ περικαλλεστάτῃ, καὶ τῶν δὲ λοιπῶν ἐθνῶν τὰς μάλιστα κρατιστευούσας τοῖς ὁμοίοις ἐκόσμει. πάντων δ' ἐξαίρετα δύο τμήματα τῆς ἑῴας ἀπολαβών, τὸ μὲν ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους ὡς ἂν ἐνθένδε τοῦ ζωοποιοῦ νάματος πηγῆς δίκην ἀνομβρήσαντος εἰς πάντας, τὸ δ’ ἐπὶ τῆς ἀνατολικῆς μητροπόλεως ἣ τὴν ἐπώνυμον Ἀντιόχου κοσμεῖ προσηγορίαν. τῇδε μὲν ὥσπερ ἐν κεφαλῇ τῶν τῇδε ἐθνῶν ἀπάντων θεῖόν τι καὶ μονογενὲς χρῆμα μεγέθους ἕνεκα καὶ καλλονῆς ἀφιέρου· μακροῖς ἔξωθεν περιβόλοις τὸν πάντα νεὼν περιλαμβάνων, εἴσω δὲ τὸ ἀνάκτορον εἰς ἀμήχανον ἐπαίρων ὕφος, ἐν ὀκταέδρου μὲν σχήματι κατεποίκιλλεν, οἴκοις δὲ τοῦτο πλείοσιν ἐξέδραις τε ἐν κύκλῳ περιστοιχισάμενος, παντοίοις ἐστεφάνου κάλλεσιν. τάδε μὲν οὖν ὡδε συνετελεῖτο, τὰ δ' ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους τῆς Ἑβραίων βασιλικῆς ἑστίας ἐν μέσῳ κατ' αὐτὸ δὴ τὸ σωτήριον μαρτύριον οἶκον εὐκτήριον παμμεγέθη νεών τε ἅγιον τῷ σωτηρίῳ σημείῳ πλουσίαις καὶ δαψιλέσι κατεκόσμει φιλοτιμίαις, μνῆμά τε μνήμης αἰωνίου γέμον αὐτό τε τοῦ μεγάλου σωτῆρος τὰ κατὰ τοῦ θανάτου τρόπαια λόγου παντὸς κρείττοσιν ἐτίμα καλλωπίσμασιν. τρεῖς δ' ἀπολαβὼν ἐν τῇδε χώρας τρισὶν ἄντροις μυστικοῖς τετιμημένας, πλουσίαις ταύτας οἰκοδομαῖς ἐκόσμει, τῷ μὲν τῆς πρώτης ἄντρῳ τὰ τῆς καταλλήλου νέμων τιμῆς, τῷ δὲ τῆς ὑστάτης ἀναλήψεως τὴν ἐπὶ τῆς ἀκρωρείας μνήμην σεμνύνων, τῷ δὲ μέσῳ τοῦ παντὸς ἀγῶνος τὰς σωτηρίους ἀνυψῶν νίκας. ταῦτα δὴ πάντα βασιλεὺς ἐκόσμει τὸ σωτήριον εἰς ἅπαντας ἀνακηρύττων σημεῖον· τὸ δὲ τῆς εὐσεβείας αὐτῷ τὰ ἀμοιβαῖα δωρούμενον οἶκον ἅπαντα καὶ γένος αὔξει, θρόνον τε βασιλείας μακραῖς ἐτῶν περίοδοις κρατύνει, παισὶν ἀγαθοῖς καὶ αὐτοῦ γένει διαδοχαῖς τε τούτων τοὺς τῆς ἀρετῆς καρποὺς ταμιευόμενον. καὶ δὴ τοῦτ' ἦν τὸ μέγιστον τῆς τοῦ τιμωμένου δυνάμεως δεῖγμα, ὅτι δὴ δικαιοσύνης ἐξ ἴσου νέμων τὰ τάλαντα τὴν κατ’ ἀξίαν ἀμοιβὴν ἑκατέρῳ τάγματι προσῆγεν. διὸ τοῖς μὲν τοὺς εὐκτηρίους οἴκους πολιορκήσασι παρὰ πόδας εἵπετο τἀπίχειρα τῆς δυσσεβείας, ἄρριζοί τε καὶ ἄοικοι ἀνέστιοί τε καὶ ἀφανεῖς καθίσταντο παραχρῆμα· ὁ δὲ τὸν αὐτοῦ δεσπότην παντοίοις τρόποις εὐσεβείας τιμῶν, καὶ τοτὲ μὲν οἴκους αὐτῷ βασιλικοὺς ἀνυψῶν, τοτὲ δὲ τοῖς ἁπανταχοῦ γῆς ἀφιερώμασι τοῖς ἀρχομένοις ἀναφαίνων, εἰκότως αὐτὸν οἴκου, βασιλείας καὶ γένους σωτῆρα καὶ φρουρὸν εὕρατο. ὡδε θεοῦ κατεφαίνοντο πράξεις δἰ ἐνθέου ἀρετῆς τοῦ σωτηρίου σημείου,

É hora, pois, de comparar as coisas novas com as antigas, e discernir a inclinação para o melhor a partir do confronto com o pior; julgar e perceber como outrora os pórticos e santuários, bosques e templos, eram cuidadosamente adornados em cada cidade, e como os templos eram coroados com muitíssimas oferendas.

E falava-se muito dos deuses entre os tiranos daquela época; e nações e povos nos campos, em todo lugar e mesmo nas suas casas, em seus próprios aposentos e quartos, honravam com altares e imagens os costumes pátrios; porém, o fruto da piedade para eles não era esta paz mútua que agora se avista com os próprios olhos, mas tudo o oposto disso: guerras, combates e discórdias. E consumindo-se ao longo de toda a vida nestas aflições, enchiam as suas próprias terras com sangue e mortes civis. E os que eram por eles honrados prometiam aos governantes de então, com muita adulação, adivinhações, oráculos e presságios do futuro; contudo, não souberam prever o próprio extermínio nem profetizá-lo a si mesmos, o que de fato seria a maior prova para o desmascaramento do embuste. Ninguém, de fato, entre os outrora admirados pelos seus oráculos profetizou o brilho da vinda do Salvador comum entre os homens, nem a nova proclamação do conhecimento de Deus por Ele proposta; mas nem mesmo o próprio deus Pítio compreendeu, nem outro dos demônios poderosos predisse o próprio abandono, nem vaticinou o seu sitiador, nem profetizou o seu destruidor. Que adivinho ou profeta predisse que as coisas veneráveis deles se extinguiriam com o surgimento de um ser novo na vida, e que o conhecimento e a piedade para com o Rei do universo seriam entregues a todos os homens? Quem previu esta venerável e piedosa corte imperial, e o nosso próprio soberano vitorioso, e as colunas de vitória contra os demônios erguidas por ele em toda a terra, bem como a destruição das coisas elevadas? E quem jamais, entre os heróis, prescreveu aquela fusão pelo fogo e a transformação dos objetos inanimados de uma forma inútil para usos necessários? E quando as imagens deles eram fundidas e picadas risivelmente em pedaços miúdos, quem jamais, entre os deuses, fez menção disso? Onde estavam os defensores deles para proteger as próprias oferendas que eram destruídas por homens? Onde estavam os deuses que assistiam a isso em profunda paz? Onde estavam os que confiavam neles como em deuses, elevando em vã presunção as suas mentes...

...os quais, tendo erguido ao alto o extravio, travaram guerra implacável contra os defensores da verdade? Onde estava a multidão dos gigantes guerreantes contra Deus, e os sibilos dos dragões que, afiando as suas línguas, proferiam vozes ateias contra o Rei supremo? Com efeito, aqueles que guerreavam contra o Rei do universo, confiantes na multidão de seus deuses, avançavam com grande poder militar, tendo diante de si, como proteção, os simulacros de mortos indefesos sob a forma de estátuas inanimadas; ele, porém, protegido com a couraça da piedade, tendo oposto à multidão dos adversários o sinal salvífico e vivificante como um espantalho e defensor contra os males, alcançou ao mesmo tempo a vitória sobre os inimigos e sobre os demônios. Em seguida, rendendo ação de graças com mente piedosa ao autor da vitória, proclamava em alta voz e por meio de colunas a todos os homens o sinal vitorioso, tendo erguido no meio da cidade imperial este grande troféu contra todos os inimigos, declarando abertamente ser este sinal salvífico um protetor perpétuo do Império Romano e do reino universal. Isso com efeito ele ensinava a todos os homens a reconhecer, e antes de tudo aos soldados, a quem convinha sobretudo não depositar as esperanças em lanças, armaduras ou na força dos corpos, mas conhecer o Deus supremo, autor de todo bem e da própria vitória. Assim o próprio imperador — ó prodígio extraordinário! — constituía-se mestre de orações para o seu próprio exército, e ensinava-lhes orações piedosas em conformidade com as leis divinas: erguendo as mãos para o alto, em direção ao céu, e elevando ao máximo os olhos da mente ao Rei celestial, invocando-O nas orações como autor da vitória, salvador, guardião e auxílio. E recomendava que considerassem como dia apropriado para as orações aquele que é verdadeiramente do Senhor, e realmente o primeiro dia do Senhor e salvífico, o qual tem o nome da luz, da vida, da imortalidade e de todo bem. E ele mesmo, constituindo-se mestre de bens para si próprio, honrando o seu Salvador nos próprios aposentos reais, realizava por meio de orações as leis divinas...

...e educava a mente com a escuta de discursos sagrados. E ministros e servidores consagrados a Deus, homens adornados com a gravidade de vida e com a virtude, eram estabelecidos como guardiões de toda a casa imperial; e também guarda-costas fiéis, armados com sentimentos de sincera lealdade, reconheciam o imperador como mestre de uma vida piedosa. E o imperador honrava o sinal vitorioso, tendo aprendido por experiência prática a divindade contida nele; pois com este sinal as multidões do exército inimigo recuavam; com este sinal a soberba dos guerreantes contra Deus era derrubada; com este sinal as línguas blasfemas e ímpias eram caladas; com este sinal as tribos bárbaras eram subjugadas; com este sinal as forças dos demônios invisíveis eram expulsas; com este sinal os embustes da superstição ilusória eram desmascarados; com este sinal, como quem paga uma dívida ao autor de todos os bens, o imperador erguia em toda parte monumentos de vitória, ordenando a todos que erigissem templos, recintos sagrados e casas de oração. E erguiam-se imediatamente, no meio das próprias províncias e cidades, as grandes obras da grandeza imperial, as quais em pouco tempo brilhavam em cada nação, trazendo o desmascaramento da tirania ateia. Pois aqueles que, com loucura espiritual, pouco antes se haviam lançado a guerrear contra Deus, enfurecidos como cães raivosos, descarregavam as suas fúrias contra os edifícios inanimados, uma vez que não lhes era possível fazê-lo contra o próprio Deus; e derrubando as casas de oração do alto ao chão, e escavando-as desde os alicerces, ofereciam o espetáculo de uma cidade capturada por inimigos. E este era o crime impiedoso deles, pelo qual, julgando punir a divindade por sua demência, recebiam imediatamente a punição prática. Não correu muito tempo, com efeito, e o sopro de uma tempestade enviada por Deus os reduziu a nada, de sorte que nenhuma estirpe, nenhuma descendência, nem vestígio algum de sua memória restou entre os homens; e em breve espaço de tempo todos eles, embora constituíssem uma grande multidão, extinguiram-se punidos por pragas divinas. Mas enquanto estes encontraram tal fim para a sua loucura inimiga de Deus, aquele que se munira com o troféu salvífico, sozinho — contudo não sozinho, mas estando com ele e cooperando o Único —, declarava as novas construções muito superiores às que pouco antes haviam sido destruídas, sendo as segundas muito mais valiosas que as primeiras...

...adornando, por um lado, a cidade que traz o seu nome com diversas igrejas de Deus; por outro lado, honrando a capital dos bitínios com a maior e mais bela igreja, e de igual modo ornamentando as cidades mais proeminentes das restantes nações. E tendo escolhido duas regiões extraordinárias de todo o Oriente: uma na província da Palestina, de onde a torrente vivificante brotou para todos como de uma fonte; a outra na metrópole oriental que ostenta a denominação de Antíoco. Nesta última, de fato, como que na cabeça de todas as nações daquela região, consagrou um edifício divino e único em termos de tamanho e beleza, circundando todo o templo com extensos muros exteriores, e elevando no interior o palácio a uma altura indescritível, ornando-o em forma de octógono, e cercando-o em círculo com muitas câmaras e pórticos, coroando-o com toda sorte de belezas. Essas coisas, portanto, realizavam-se ali; por outro lado, na província da Palestina, no meio da habitação imperial dos hebreus, junto ao próprio testemunho salvífico, adornou com ricas e abundantes honras uma casa de oração imensa e um templo santo dedicado ao sinal salvífico; e o túmulo cheio de memória eterna, e os próprios troféus do grande Salvador contra a morte, honrou com ornamentos superiores a todo discurso. E tendo escolhido três lugares nesta província, honrados por três grutas místicas, ornou-os com ricas construções: concedendo à primeira gruta as honras adequadas, e no caso da última ascensão, enobrecendo a memória sobre o cume da montanha, e no meio erguendo as vitórias salvíficas de todo o combate. Tudo isso o imperador adornava, proclamando o sinal salvífico a todos os homens; e a piedade, concedendo-lhe dons recíprocos, engrandece toda a sua casa e descendência, e consolida o trono do seu império por longos períodos de anos, reservando os frutos da virtude para os seus bons filhos, descendência e sucessores. E esta era decerto a maior demonstração do poder do Honrado: que, distribuindo com igualdade os pratos da balança da justiça, trazia a recompensa merecida a cada uma das duas partes. Por isso, aos que haviam sitiado as casas de oração, seguiu-se imediatamente a retribuição por sua impiedade, ficando sem raízes, sem casa, sem lar e...

...desapareceram de imediato. Ele, porém, honrando o seu Senhor com todos os modos de piedade, ora erguendo-Lhe edifícios imperiais, ora revelando aos seus súditos as coisas sagradas por toda a terra, encontrou n'Ele, como era de esperar, o salvador e guardião da sua casa, do seu império e da sua linhagem. Assim se manifestavam as obras de Deus através da virtude divina do sinal salvador,

X

οὗ δὴ πέρι μακρὸς ἂν εἴη λόγος μύσταις θεολόγων ἀνδρῶν παραδεδομένος· καὶ γὰρ ἦν τουτὶ σωτήριον ἀληθῶς, θαῦμα μὲν εἰπεῖν πολὺ δὲ θαυμάσιον ἐννοῆσαι, ὡς πάντα μὲν τὰ ἐξ αἰῶνος περὶ θεῶν ἐψευσμένα μόνον ἐπὶ γῆς ἐκάλυψεν ὀφθὲν καὶ σκότῳ μὲν καὶ λήθῃ παραδέδωκεν τὴν πλάνην, φῶς δὲ νοερὸν ψυχαῖς ἀνθρώπων ἐκλάμψαν τὸν μόνον ἀληθῆ τοῖς πᾶσιν ἀνεκάλυψε θεόν. διὸ δὴ πᾶς ἐπὶ τὸ κρεῖττον μεταβαλὼν νεκρῶν μὲν εἰδώλων καταπτύει προσώποις, πατεῖ δ' ἄθεσμα δαιμόνων θέσμια, καὶ παλαιᾶς ἀπάτης πατροπαραδότου καταγελᾷ. λόγων δ' ἱερῶν ἁπανταχοῦ διατριβὰς ἄνθρωποι συστησάμενοι [φ] σωτηρίοις μαθήμασιν ἐκπαιδεύονται, ὡς μηκέτι τὴν ὁρωμένην σαρκὸς ὀφθαλμοῖς ἐπτοῆσθαι κτίσιν μηδ’ ἄνω βλέποντας ἥλιον καὶ σελήνην καὶ ἀστέρας μέχρι τούτων ἱστάναι τὸ θαῦμα, τὸν δὲ τούτων ἐπέκεινα, τὸν ἀφανῆ καὶ ἀόρατον κτίστην τῶν ὅλων ὁμολογεῖν, μόνον αὐτὸν σέβειν δεδιδαγμένους. τοσούτων δῆτα παραίτιον ἀγαθῶν ἀνθρώποις τὸ μέγα τουτὶ καὶ παράδοξον ἀναπέφανται σημεῖον, δι' οὗ τὰ μὲν οὐκ(ἐτ’) ἔστιν ὅσα φαῦλα, τὰ πρὶν οὐκ ὄντα νῦν παρὰ τοῖς πᾶσιν ἀκτῖσιν εὐσεβείας ἐκλάμπει. λόγοι δ' οὖν καὶ μαθήματα καὶ προτροπαὶ σώφρονος καὶ θεοσεβοῦς βίου εἰς ἐξάκουστον πᾶσιν ἔθνεσι κηρύττονται, κηρύττει τε βασιλεὺς αὐτός· τὸ δὲ μέγιστον θαῦμα ὅτι δὴ τοσοῦτος βασιλεὺς μεγίστῃ φωνῇ τῷ παντὶ κόσμῳ οἱά τις ὑποφήτης τοῦ παμβασιλέως θεοῦ κέκραγεν, πάντας ὁμοῦ τοὺς ὑπ' αὐτῷ ποιμαινομένους ἐπὶ τὴν τοῦ ὄντος γνῶσιν ἀνακαλούμενος. καὶ δὴ μέσοις βασιλείων οἵκοις οὐκ ἔθ' ὡς τὸ πρὶν ἀνδρῶν ἀθέων φλήναφοι, ἱερεῖς δὲ καὶ θιασῶται θεοῦ βασιλικῆς ὕμνοις εὐσεβείας σεμνυνόμενοι πανηγυρίσουσιν, θεός τε εἷς αὐτὸς ὁ τῶν ὅλων βασιλεὺς εἰς ἅπαντας καταγγέλλεται, ἀγαθῶν τε λόγος εὐαγγελικὸς τῷ τοῦ παντὸς βασιλεῖ τὸ τῶν ἀνθρώπων συνάπτει γένος, ἵλεων καὶ φίλον τὸν ἐπουράνιον πατέρα τοῖς κατὰ γῆν υἱοῖς εὐαγγελιζόμενος, χοροί τε παντοῖοι ᾠδαῖς ἐπινικίοις γεραίρουσι, καὶ πᾶν τὸ θνητὸν συνηχεῖ τοῖς κατ' οὐρανὸν ἀγγελικοῖς θιάσοις. ψυχαί τε λογικαὶ δι’ ὧν περιβέβληνται σωμάτων ὥσπερ διὰ μουσικῶν ὀργάνων τοὺς πρέποντας ὕμνους αὐτῷ καὶ τὰς ὀφειλομένας ἀναπέμπουσι θεολογίας· ὁμοῦ τε τοῖς κατ' ἀνατολὰς οἰκοῦσιν οἱ τὰ πρὸς δυσμὰς λαχόντες ὑπὸ μίαν καιροῦ ῥοπὴν τοῖς αὐτοῦ μαθήμασιν ἐκπαιδεύονται, τοῖς τε κατὰ μεσημβρίαν οἱ τὴν ἀρκτῴαν διειληφότες λῆξιν σύμφωνα κελαδοῦσι μέλη, τοῖς αὐτοῖς τρόποις τε καὶ λόγοις τὸν θεοσεβῆ μεταδιώκοντες βίον, καὶ ἕνα μὲν τὸν ἐπὶ πάντων θεὸν ἀνευφημοῦντες, ἕνα δὲ τὸν μονογενῆ σωτῆρα πάντων αἴτιον ἀγαθῶν ἐπιγραφόμενοι, ἕνα δὲ καὶ τὸν ἐπὶ γῆς διορθωτὴν βασιλέα παῖδάς τε τούτου θεοφιλεῖς γνωρίζοντες. ὁ δ’ οἷα σοφὸς κυβερνήτης ὑψίζυγος ὑπὲρ πηδαλίων ὀχούμενος εὐδίᾳ περαίνων οἰακίζει, οὐρίῳ πνεύματι τοὺς ὑπ αὐτῳ πάντας ἐπὶ τὸν ἀσφαλῆ καὶ γαληνὸν ναυστολῶν ὅρμον, θεὸς δὲ αὐτὸς ὁ μέγας βασιλεὺς ἄνωθεν αὐτῷ δεξιὰν χεῖρα προτείνων τέως μὲν ἁπάντων ἐχθρῶν καὶ πολεμίων νικητὴν αὐτὸν καθίστησιν, μακραῖς ἐτῶν περιόδοις τὸ τῆς βασιλείας ἐπαύξων κράτος, μέλλει δὲ καὶ κρειττόνων ἀποφαίνειν κοινωνὸν ἀγαθῶν, ἔργοις εἰς αὐτὸν τὰς οἰκείας πιστούμενος ἐπαγγελίας, ἃς οὐκέθ' ὁ παρὼν καιρὸς οἶός τε ἐπιτρέπει λέγειν, μένειν δὲ χρὴ τὴν ἐκεῖσε ὅτι δὴ θνητοῖς ὄμμασι καὶ σαρκὸς ἀκοαῖς οὐκ ἔχει φύσιν τὰ θεῖα καταλαμβάνεσθαι.

a respeito do qual seria longo o discurso transmitido aos iniciados dos homens teólogos; pois isto era verdadeiramente salvífico, um prodígio para se dizer e muito mais admirável para se conceber: que apenas por ter sido visto sobre a terra encobriu todas as falsidades de outrora sobre os deuses, entregando o erro às trevas e ao esquecimento, e, fazendo brilhar uma luz inteligente nas almas dos homens, revelou a todos o único Deus verdadeiro. Por isso, todo aquele que se converteu para o melhor cospe nos rostos dos ídolos mortos, pisoteia as leis ímpias dos demônios e escarnece do antigo engano transmitido pelos pais. Tendo os homens estabelecido por toda parte escolas de discursos sagrados, são instruídos nos ensinamentos salvíficos, de modo a não mais se assombrarem com a criação visível aos olhos da carne, nem, olhando para o alto, para o sol, a lua e as estrelas, deterem neles a sua admiração, mas confessarem Aquele que está além deles, o Criador invisível e intangível de todas as coisas, tendo sido ensinados a adorar a Ele só. De tantos bens para os homens revelou-se causa este grande e extraordinário sinal, pelo qual já não existem as coisas vis, e o que antes não existia agora resplandece entre todos com os raios da piedade. Discursos, ensinamentos e exortações a uma vida sóbria e piedosa são proclamados aos ouvidos de todas as nações, e o próprio imperador os proclama; e o maior prodígio é que tão grande soberano clame com altíssima voz a todo o mundo, como um porta-voz do Deus soberano de todas as coisas, convocando todos os que estão sob o seu pastoreio ao conhecimento Daquele que É. E no meio dos palácios reais, já não há, como outrora, as tagarelices de homens ateus, mas sacerdotes e devotos de Deus celebram solenemente com hinos de piedade imperial; e o próprio Deus único, o Rei de todas as coisas, é anunciado a todos, e a palavra evangélica de bens une o gênero humano ao Rei do universo, anunciando o Pai celestial como propício e amigo de Seus filhos na terra, anunciando o evangelho; coros de toda espécie O honram com cantos de vitória, e tudo o que é mortal ecoa em uníssono com as assembleias angélicas nos céus. E as almas racionais, por meio dos corpos com que estão revestidas, como que através de instrumentos musicais, elevam a Ele os hinos apropriados e as teologias devidas; e, ao mesmo tempo que os habitantes do oriente, aqueles a quem coube o ocidente são instruídos nos Seus ensinamentos num único momento do tempo; e com os do meio-dia, os que habitam a região setentrional entoam cantos harmoniosos, buscando a vida piedosa pelos mesmos modos e palavras; e aclamando o Deus único que está acima de tudo, reconhecendo o único Salvador unigênito como causa de todos os bens, e reconhecendo também o único imperador sobre a terra como governante e os seus filhos amados por Deus. Este, como um sábio timoneiro sentado no alto sobre o leme, governa conduzindo tudo em tempo calmo, velejando com vento favorável todos os que lhe estão submetidos em direção ao porto seguro e tranquilo; e o próprio Deus, o grande Rei, estendendo-lhe do alto a Sua mão direita, estabelece-o por ora como vencedor de todos os inimigos e adversários, aumentando o poder do seu império por longos períodos de anos, e há de manifestá-lo também como participante de bens ainda melhores, confirmando por meio de obras as Suas próprias promessas feitas a ele, as quais o tempo presente não permite relatar, devendo aguardar a revelação dali, porquanto as coisas divinas não têm por natureza como ser apreendidas por olhos mortais e ouvidos de carne.

XI

Φέρε δή σοι, Νικητὰ Μέγιστε Κωνσταντῖνε, λόγων ἀπορρήτων μυήσεις ἐν τῷ βασιλικῷ τῷδε ἀμφὶ τοῦ παμβασιλέως τῶν ὅλων συγγράμματι παραθώμεθα, οὐ σὲ μυοῦντες τὸν ἐκ θεοῦ σεσοφισμένον οὐδὲ σοὶ τὰ ἀπόρρητα γυμνοῦντες, ᾧ καὶ πρὸ τῶν ἡμετέρων λόγων θεὸς αὐτὸς οὐκ ἐξ ἀνθρώπων οὐδὲ δἰ ἀνθρώπου δἰ αὐτοῦ δὲ τοῦ κοινοῦ σωτῆρος καὶ τῆς αὐτοῦ σοι πολλαχῶς ἐπιλαμψάσης θεϊκῆς ὄφεως τὰ κρύφια τῶν ἱερῶν ἐξέφηνέν τε καὶ ἀπεκάλυψεν, τοὺς δ’ ἀμαθεῖς ἀνθρώπους εἰς φῶς ἄγοντες καὶ τῶν σῶν τῆς εὐσεβείας ὁσίων ἔργων τὰς ὑποθέσεις καὶ τὰς αἰτίας τοῖς ἀγνοοῦσιν ὑποτιθέμενοι. τὰ μὲν γὰρ εἰς τὴν τοῦ παμβασιλέως θεοῦ θεραπείαν τε καὶ τιμὴν ὁσημέραι καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης πρὸς τῆς σῆς ἀρετῆς κατορθούμενα πᾶν στόμα θνητῶν ἀνυμνεῖ, τὰ ἐπὶ τῆς ἡμεδαπῆς ἑστίας, φημὶ δὴ τοῦ Παλαιστινῶν ἔθνους, πόλεώς τε τῆσδε, ἔνθεν ὁ σωτήριος λόγος ὥσπερ ἀπὸ πηγῆς εἰς πάντας ἀνώμβρησεν ἀνθρώπους, ἀνατεθέντα τῷ σῷ φύλακί τε καὶ σωτῆρι χαριστήρια, τρόπαιά τε τῆς κατὰ τοῦ θανάτου νίκης ἐν προσευκτηρίων οἴκοις καὶ ναῶν ἀφιερώσασιν ἀνεγηγερμένα, ὑψηλά τε καὶ περικαλλῆ βασιλικῆς διανοίας βασιλικὰ μεγαλουργήματα ἀμφὶ τὸ σωτήριον μαρτύριον τῆς ἀθανάτου μνήμης ἐπεσκευασμένα οὐ τοῖς πρόδηλον ἔχει τὴν αἰτίαν, ἀλλ’ οἱ μὲν τὰ θεῖα δυνάμει πνεύματος ἐνθέου πεφωτισμένοι ἴσασί τε καὶ γνωρίζουσι, καὶ σὲ τῆς ἐπὶ ταῦτα διανοίας τε καὶ ὁρμῆς οὐκ ἀθεεὶ κεκινημένης ἐνδίκως θαυμάζουσί τε καὶ μακαρίζουσιν, οἱ δὲ τῶν θείων ἀγνώμονες ψυχῆς ἀβλεψίᾳ χλεύην καὶ γέλωτα πλατὺν τίθενται τὸ πρᾶγμα, νεκρῶν σωμάτων μνημεῖα καὶ τάφους τοσούτῳ βασιλεῖ σπουδάζεσθαι ἀπρεπὲς εἶναι καὶ ἀνοίκειον ὑπειληφότες. εἶτ' οὐχὶ βέλτιον, φαίη ἄν τις αὐτῶν, τὰ πάτρια φυλάττειν καὶ τοὺς καθ' ἕκαστον ἔθνος τιμωμένους ἥρωάς τε καὶ θεοὺς εὐμενίζειν μηδὲ ἀποπτύειν αὐτοὺς καὶ φεύγειν τῶν τοιῶνδε συμφορῶν ἕνεκα; ἀλλ' ἢ κἀκείνους ὁμοίως τῷδε τῆς ὁμοπαθείας χάριν θειάζειν, ἤ εἰ ἀπόβλητοι διὰ τὰς ἀνθρωποπαθείας ἐκεῖνοι, καὶ τούτῳ δίκαιον εἶναι τὴν αὐτὴν ἀπονέμειν ψῆφον. ταῦτα γοῦν αὐτῶν εἴποι τις ἂν εὖ μάλα τὰς ὀφρῦς συνάγων οἰήματί τε δοκησισόφῳ τὸν αὐτοῦ σεμνολογῶν τῦφον. ὅν δὴ συγγνώμης ἀξιῶν τῆς ἀμαθίας οὐ μόνον ἀλλὰ καὶ πάντα πεπλανημένον ὁ τοῦ παναγάθου πατρὸς φιλάνθρωπος λόγος, διατριβὰς καὶ διδασκαλεῖα καθ’ ὅλης τῆς τῶν ἐθνῶν οἰκουμένης πηξάμενος ἐν τε χώραις καὶ κώμαις ἀγροῖς τε καὶ ἐρημίαις ταῖς θ' ἀπανταχοῦ πόλεσιν εἰς τὴν τῶν ἐνθέων μαθημάτων παίδευσιν ἀφθόνως ἐπικαλεῖται, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, σοφοὺς καὶ ἰδιώτας, πένητας καὶ πλουσίους, οἰκέτας ἅμα δεσπόταις, ἄρχοντας καὶ ἀρχομένους, ἀσεβεῖς ἀδίκους ἀμαθεῖς αἰσχροποιοὺς βλασφήμους ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν ἔνθεον θεραπείαν οἷα φιλάνθρωπος σωτὴρ καὶ ψυχῶν ἰατρὸς παρακελευόμενος. λαμπραῖς γοῦν φωναῖς προτέρων κακῶν ἀμνηστίαν τοῖς πᾶσιν ἀνακηρύττων ἐβόα· δεῦτε, πρός με", λέγων, „πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς·" αὐθις· „οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·" καὶ προστίθησί γε τὸ αἵτιον φάσκων· „οὐ γὰρ χρείαν ἔχουσιν ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες." καὶ· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ.“ ἐνθένδε μόνῳ τῷ τὰ θεῖα πεπαιδευμένῳ, τὰς αἰτίας ἐκμαθόντι τῆς τῶν προκειμένων σπουδῆς, κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπίπνοιαν τῷ ἡμετέρῳ βασιλεῖ συνομολογεῖν ἔπεισι καὶ τοῦ τρόπου τὸ θεοσεβὲς ἀποθαυμάζειν τήν τε περὶ τὸ μαρτύριον τῆς σωτηρίου ἀθανασίας σπουδὴν οὐκ ἀθεεὶ γεγονέναι πιστεύειν ἐξ ἐπιπνοίας δὲ ἀληθῶς τοῦ χρείττονος, οὑ θεράπων ἀγαθὸς ἀγαθῶν ὑπηρέτης εἶναι σεμνύνεται. ταῦτά σοι, βασιλεῦ μέγιστε, φίλτατα καὶ προσήγορα εἶναι ἀληθῶς πεπεισμένος, τῶν σῶν φιλοθέων ἔργων τοὺς λόγους καὶ τὰς αἰτίας ὁ παρών μοι λόγος εἰς τοὺς πάντας ἐκφῆναι βούλεται, τις εἶναι τῆς σῆς διανοίας καὶ τῆς φιλοθέου ψυχῆς ἄγγελος ὑπάρχειν εὐχόμενος, διδάσκων πάντα ἅ δεῖ καὶ προσήκει παιδεύεσθαι πάντα, ᾠ πόθος ἐστὶ μανθάνειν τῆς τοῦ σωτῆρος ἡμῶν θεοῦ δυνάμεως τοὺς λόγους, δἰ οὕς καὶ πάλαι προὼν καὶ τοῦ παντὸς ἐπιμελόμενος ὀψέ ποτε οὐρανόθεν εἰς ἡμᾶς κατῄει, καὶ δἰ οὕς φύσιν ὑπεδύετο, καὶ δι' οὓς ἐπὶ τὸν θάνατον παρῄει, τῆς τε μετὰ ταῦτα ζωῆς ἀθανάτου καὶ τῆς ἐκ νεκρῶν ἀναβιώσεως τὰς αἰτίας οὐ μόνον ἀλλὰ καὶ λογικὰς ἀποδείξεις ἐναργῆ τε διδάγματα τοῖς εἰσέτι τούτων δεομένοις ἀναγκαῖα. ἀλλὰ γὰρ καὶ τούτων αὐτῶν ἐνθένδε ποθὲν ἄρξασθαι ὥρα. οἱ τὸ σέβας τοῦ κοσμοποιοῦ καὶ πανηγεμόνος θεοῦ τῶν ὅλων τοῖς πρὸς αὐτοῦ γεννηθεῖσιν ἀντικαταλλαξάμενοι ἥλιόν τε καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη τά τε πρῶτα στοιχεῖα γῆν, ὕδωρ. ἀέρα, πῦρ, τῇ ἴσῃ προσηγορίᾳ τῷ τούτων ποιητῇ καὶ δημιουργῷ τιμήσαντες καὶ θεοὺς ταῦτα προσειπόντες, ἅ οὐδαμῆ οὐδαμῶς ἦν, ὑπῆρχεν ἂν οὐδ’ ὠνόμαστο, εἰ μὴ τῷ κοσμοποιῷ τοῦ θεοῦ λόγῳ παρέστη, οὔ μοι δοκοῦσι τούτων διαφέρειν, ὅσοι τὸν ἀρχιτέκτονα τῶν ἐν τοῖς βασιλικοῖς οἴκοις μεγαλουργημάτων παριόντες ὀρόφους καὶ τοίχους καὶ τὰς ἐν τούτοις πολυχρώμους καὶ πολυανθεῖς γραφὰς χρυσόφορα τε δαιδάλματα καὶ λίθων γλυφὰς ὑπερεκπλήττονται, τούτοις τε αὐτοῖς τῆς τοῦ τεχνίτου σοφίας ἀνατίθενται τὴν ἐπηγορίαν, δέον μὴ τοῖς ὁρωμένοις μόνῳ δὲ τῷ τούτων ἀρχιτέκτονι τὴν τοῦ θαύματος ἐπιγράφειν αἰτίαν, καὶ σοφίας ἔργα τὰ πολλὰ εἶναι ὁμολογεῖν σοφὸν δ' ἐκεῖνον μόνον τὸν δὴ τοῖς πολλοῖς τοῦ τοιαδὶ εἶναι παρασχόντα αἰτίαν. νηπίων γοῦν κομιδῆ παίδων διαφέροιεν ἂν οὐδὲν καὶ οἱ τῆς ἑπταχόρδου λύρας αὐτὸ αὐτὸ τὸ μουσικὸν ὄργανον ἀλλ’ οὐ τὸν τῆς συντάξεως εὑρέτην τε καὶ ἐπιστήμονα τῆς σοφίας ἀποθαυμάζοντες, ἢ οἱ τὸν ἐν πολέμοις ἀριστέα παριόντες τὸ δὲ δόρυ καὶ τὴν ἀσπίδα ἐπινικίοις κοσμοῦντες στεφάνοις, ἢ οἱ τῷ μεγάλῳ βασιλεῖ τῷ τῆς μεγάλης καὶ βασιλικῆς παραιτίῳ πόλεως ἐξ ἵσου τιμῶντες ἀγορὰς καὶ πλατείας καὶ οἰκοδομήματα τεμένη τε ἄψυχα καὶ γυμνάσια, δέον μὴ κίονας μηδὲ λίθους τὸν δὲ τῶν σοφῶν μεγαλουργὸν καὶ νομοθέτην ὑπερεκπλήττεσθαι. κατὰ τὰ αὐτὰ δὴ καὶ τὸ σύμπαν τόδε σαρκὸς ὀφθαλμοῖς θεωμένους οὔτε ἡλίῳ οὔτε σελήνῃ οὔτ' ἄλλῳ τῶν κατ' οὐρανὸν ἀναθετέον τὴν αἰτίαν, σοφίας δ' ἔργα τὰ πάντα προσῆκον ὁμολογεῖν, μηδὲ μὴν ὁμοίως τῷ τούτων ποιητῇ τε καὶ δημιουργῷ τιμᾶν τε καὶ σέβειν, ἐκ δὲ τούτων αὐτῶν τῆς ὄψεως τὸν μηκέτι σώματος ὀφθαλμοῖς μόνῳ δὲ νῷ διαυγεῖ καὶ καθαρῷ νοούμενον τὸν παμβασιλέα θεοῦ λόγον πάσῃ διαθέσει ψυχῆς θεολογεῖν τε καὶ προσκυνεῖν· ἐπεὶ καὶ ἐπὶ ἀνθρώπου σώματι πώποτε τοῦ σοφοῦ καὶ ἐπιστήμονος ὀφθαλμοὺς ἢ κεφαλὴν ἢ χεῖρας ἢ πόδας ἢ τὰς λοιπὰς σάρκας, πολλοῦ δεῖ τὴν ἔξωθεν τοῦ τρίβωνος περιβολὴν σοφὴν ἀνηγόρευσεν, οὐδὲ σοφὰ τῆς οἰκίας τὰ ἔπιπλὰ οὐδὲ τοῦ φιλοσόφου τὰ ὑπηρετικὰ σκεύη, τὸν δ’ ἀφανῆ καὶ ἀόρατον ἐν ἀνθρώπῳ νοῦν πᾶς τις ἔμφρων θαυμάζει. ταύτῃ τοι καὶ μᾶλλον πρὸ τῶν ὁρωμένων δαιδαλμάτων τοῦ σύμπαντος κόσμου, σωμάτων ὄντων καὶ ἐκ μιᾶς ὕλης πε·ποιημένων, τὸν ἀφανῆ καὶ ἀόρατον λόγον τὸν δὴ τοῦ παντὸς εἰδοποιόν τε καὶ κοσμήτορα ὑπερεκπληκτέον, ὄντα τοῦ θεοῦ μονογενῆ, ὅν ὁ τῶν ὅλων ποιητὴς ὁ πάσης ἐπέκεινα καὶ ἀνωτάτω οὐσίας αὐτὸς ἐξ αὐτοῦ γεννήσας ἡγεμόνα καὶ κυβερνήτην τοῦδε τοῦ παντὸς κατεστήσατο. ἐπεὶ γὰρ μὴ οἷον τε ἦν τὴν ῥευστὴν τῶν σωμάτων οὐσίαν τὴν τε τῶν ἄρτι γενομένων λογικῶν φύσιν τῷ πανηγεμόν θεῷ πελάζειν δἰ ὑπερβολὴν τῆς ἀπὸ τοῦ κρείττονος ἐλλείψεως· ὁ μὲν γὰρ ἦν ἀγέννητος, ἀνωτάτω τε καὶ ἐπέκεινα τῶν ὅλων, ἄρρητος ἀνέφικτος ἀπροσπέλαστος φῶς οἰκῶν ἀπρόσιτον, ᾗ φασὶν οἱ θεῖοι λόγοι· ἡ δ’ ἐξ οὐκ ὄντων προβεβλημένη πορρωτάτω τε διεστῶσα καὶ μακρὰν τῆς ἀγεννήτου φύσεως ἀπεσχοινισμένη· εἰκότως ὁ τανάγαθος καὶ θεὸς τῶν ὅλων μέσην τινὰ προεμβάλλει τὴν τοῦ μονογενοῦς αὐτοῦ λόγου θείαν καὶ παναλκῆ δύναμιν, ἀκριβέστατα μὲν ὡς ὅτι μάλιστα καὶ ἐγγύτατα τῷ πατρὶ προσομιλοῦσαν εἴσω τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν καὶ ἁμωσγέπως συσχηματιζομένην τοῖς τῆς ἄχρας ἀπολιμπανομένοις· ἄλλως γὰρ οὔτ' εὐαγὲς οὔθ' ὅσιον τὸν τῶν ὅλων ἐπέκεινα καὶ ἀνωτάτω ὕλῃ φθαρτῇ καὶ σώματι συμπλέκειν. διὸ δὴ λόγος θεῖος ἀναμὶξ τόδε τὸ πᾶν ὑπελθὼν καὶ τὰς ἡνίας τοῦ παντὸς ἐνδησάμενος ἀσωμάτῳ καὶ θεϊκῇ δυνάμει ἄγει καὶ φέρει, πανσόφως ἡνιοχῶν ᾗ καλῶς ἔχειν αὐτῷ καταφαίνεται. τοῦ δὲ λόγου σαφὴς ἡ ἀπόδειξις. ἐι γὰρ δὴ αὐτὰ καθ’ ἑαυτὰ τὰ τοῦ κόσμου μέρη, ἃ δὴ καὶ πρῶτα στοιχεῖα καλεῖν εἰώθαμεν, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἅπερ ἐξ ἀλόγου συνέστηκε φύσεως, ὅ δὴ καὶ αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν, ἢ εἰ μία τοῖς ὑπόκειται οὐσία, ἣν δὴ καὶ πάνδοχον καὶ μητέρα καὶ τιθήνην τοῖς περὶ ταῦτα δεινοῖς ὀνομάζειν φίλον, ἄμορφός τε καὶ ἀνείδεος αὕτη πάντη τε ἄψυχος καὶ ἄλογος, πόθεν ἂν εἴποι τις τὸν ἐν αὐτῇ κόσμον ἐνυπάρχειν αὐτῇ; πόθεν ἡ τῶν στοιχείων διάκρισις; πόθεν ἡ τῶν ἐναντίων ἐπὶ ταὐτὸ συνδρομή; τίς τὸ βαρὺ τῆς γῆς στοιχεῖον ἐφ' ὑγρᾶς οὐσίας ὀχεῖσθαι παρεκελεύσατο; τίς τὴν τῶν ὑδάτων φύσιν κάτω ῥέουσαν ἀναστρέψας εἰς τοὐπίσω μετέωρον διὰ νεφῶν ἤγαγεν; τίς τὴν τοῦ πυρὸς δύναμιν πεδήσας ξύλοις φωλεύειν καὶ τοῖς ἐναντίοις τῇ φύσει συνεκεράσατο; τίς τὸν ψυχρὸν ἀέρα θερμῇ δυνάμει καταμίξας, τῆς πρὸς ἄλληλα μάχης αὐτὰ διαλύσας εἰς φιλίαν κατήλλαξεν ; λαξεν; τίς τὸ θνητὸν γένος τῷ τῆς διαδοχῆς τρόπῳ μηχανησάμενος εἰς μακρὸν αἰῶνα ζωῆς ἀθανάτου βίον διεξήγαγεν; τίς ὧδε τὸ μὲν μορφώσας τὸ δὲ θῆλυ σχηματίσας ἄμφω τε εἰς ἁρμονίαν μίαν, γενέσεως ἀρχὴν ἅπασι ζώοις ἐξεύρατο; τίς τὴν ῥοώδη καὶ σπερματικὴν γένεσιν τῆς φθαρτῆς καὶ ἀναισθήτου μεταβαλὼν ῥοῆς ζωογόνον ἀπέδειξεν; τίς ταῦτα πάντα καὶ μυρία τούτων ἐπέκεινα θαύματος καὶ ἐκπλήξεως κρείττονα εἰσέτι καὶ νῦν ἐνεργεῖ; τίς ἐφ' ἑκάστης ἡμέρας καὶ ὥρας τὰς τούτων γενέσεις καὶ φθορὰς ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει κατεργάζεται; ἀλλὰ γὰρ τούτων ἁπάντων ὁ παραδοξοποιὸς τοῦ θεοῦ λόγος αἴτιός ἄν ἐνδίκως ἀποφανθείη· λόγος γὰρ ὡς ἀληθῶς θεοῦ παντοδύναμος διὰ πάντων ἑαυτὸν ἁπλώσας, καὶ ἄνω τε πρὸς ὕψος καὶ κάτω πρὸς βάθος ἑαυτὸν ἀσωμάτως ἐκτείνας, πλάτη τε καὶ μήκη τοῦ παντὸς πλατείαις ὥσπερ ταῖς χερσὶ περιλαβών, συνήγαγεν τόδε τὸ πᾶν καὶ συνέσφιγξεν, ὄργανον τε τοῦτο παναρμόνιον αὐτὸς ἑαυτῷ συμπηξάμενος τὴν ἄλογον καὶ ἄμορφον καὶ ἀνείδεον τῶν σωμάτων οὐσίαν πανσόφῳ καὶ λογικῇ δυνάμει, εὖ μάλα τοῖς διατόνοις τὰ διεζευγμένα συνάπτων, ἀνακρούεται, ἥλιόν τε αὐτὸν καὶ σελήνην καὶ τὰ κατ' οὐρανὸν φωσφόρα λόγοις διακυβερνῶν ἀρρήτοις ἐς τὸ χρήσιμον τῶν ὅλων ὁδηγεῖ. ὁ δ’ αὐτὸς τοῦ θεοῦ λόγος καὶ κατὰ γῆς ἑαυτὸν βαθύνας παντοδαπῶν γένη ζώων φυτῶν τε πολύμορφα κάλλη συνεστήσατο· οὗτος αὐτὸς ὁ τοῦ θεοῦ λόγος καὶ βυθῶν ἄχρι θαλάττης καταδὺς νηκτῶν ἐπενόησε φύσιν, πάλιν κἀνταῦθα μυρίας καὶ ἀναρίθμους ἰδέας καὶ παντοίων ζώων διαφορὰς ἐργασάμενος. ὁ δ' αὐτὸς οὗτος καὶ τὰ γαστρὸς κυούμενα ἔνδον ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ τελεσιουργῶν ζωοπλαστεῖ· οὗτος καὶ τῆς ὑγρᾶς οὐσίας τὴν ῥευστὴν καὶ βαρεῖαν φύσιν ἄνω μετέωρον ἀνακουφίσας κἄπειτα γλυκάνας τῇ μεταβολῇ, μέτρῳ μὲν εἰσάγει τῇ γῇ‧ χρόνοις δὲ ὡρισμένοις τὴν ἐπιχορηγίαν ἐκτελεῖ. εἶθ' οἷά τις γεωργὸς ἄριστος ἐποχετεύσας εὐ μαλα τὴν χώραν τῇ τε ξηρᾷ τὴν ὑγρὰν συγκεράσαμενος, μεταρρυθμίζει παντοίως τοτὲ μὲν ὡραίοις ἄνθεσιν, τοτὲ δὲ σχήμασι παντοίοις, τοτὲ δὲ ὀδμαῖς ἡδείαις, τοτὲ δὲ καρπῶν ἐναλλαττούσαις διαφοραῖς, τοτὲ δὲ τῇ γεύσει παντοδαπὰς ἀπολαύσεις παρέχων. τί με δεῖ τοῦ θείου λόγου τὰς δυνάμεις ἐπεξιέναι τολμᾶν καὶ ἀδυνάτοις ἐπιχειρεῖν, πᾶσαν θνητὴν διάνοιαν ὑπερνικώσης τῆς ἐνεργείας; ἄλλοι μὲν οὖν τοῦτον φύσιν τοῦ παντὸς ὠνομάκασιν, ἄλλοι δὲ τὴν καθ' ὄλου ψυχήν, ἄλλοι δὲ εἱμαρμένην· οἱ δ' αὐτὸν εἶναι τὸν ἐπέκεινα τῶν ὅλων θεὸν οὐκ οἶδ' ὅπως τὰ πορρωτάτω διεστῶτα μιγνύντες ἀπεφήαντο, αὐτὸν τὸν πανηγεμόνα καὶ τὴν ἀγέννητον καὶ τἀνωτάτω δύναμιν κάτω βάλλοντες ἐπὶ γῆν, καὶ σώματι ὕλῃ τε φθαρτῇ συμπλέξαντες, ζώων τε ἀλόγων καὶ λογικῶν θνητῶν τε καὶ ἀθανάτων μέσον εἰλεῖσθαι φήσαντες. ἀλλ' οἱ μὲν ταῦτα.

Eia, pois, ó supremo Vencedor Constantino, apresentemos-te as iniciações de discursos secretos neste tratado imperial acerca do Rei soberano de todas as coisas, não para te iniciar a ti, que foste instruído por Deus na sabedoria, nem para te expor os segredos, a quem, mesmo antes das nossas palavras, o próprio Deus — não por parte de homens nem por meio de um homem, mas por intermédio do próprio Salvador comum e da Sua manifestação divina que muitas vezes brilhou para ti — revelou e desvelou os mistérios ocultos das coisas sagradas; mas sim para conduzir à luz os homens ignorantes, e para propor aos que não conhecem as razões e causas de tuas santas obras de piedade.

Pois tudo o que se realiza diariamente, em toda a terra habitada, pela tua virtude, para o culto e honra do Deus soberano de todas as coisas, é cantado por toda boca de mortais; mas as ofertas de gratidão dedicadas ao teu guardião e salvador em nossa própria pátria — refiro-me à nação dos palestinos e a esta cidade de onde a palavra salvadora, como de uma fonte, jorrou sobre todos os homens —, os troféus da vitória sobre a morte erguidos em casas de oração e com a consagração de templos, e as altas e belíssimas obras imperiais de espírito real construídas ao redor do monumento salvador da memória imortal, não têm a sua causa evidente para todos; mas aqueles que foram iluminados nas coisas divinas pelo poder do Espírito divino sabem-no e reconhecem-no, e com justiça admiram-te e declaram-te bem-aventurado por esta intenção e ímpeto que não sem a ajuda de Deus te moveram; ao passo que os que desconhecem as coisas divinas, por cegueira da alma, consideram o fato motivo de mofa e de grande riso, supondo ser indecoroso e impróprio para tão grande imperador que se dedique tanto esforço a monumentos e túmulos de corpos mortos. «Não seria então melhor», diria algum deles, «guardar as tradições paternas e aplacar os heróis e deuses honrados em cada nação, e não os rejeitar e deles fugir por causa de tais calamidades? Mas ou bem se divinizam também aqueles de modo semelhante a este por causa de uma mesma passibilidade, ou, se eles devem ser rejeitados por causa das suas paixões humanas, é justo atribuir a este o mesmo veredito». Tais coisas, de fato, diria um deles, franzindo bem as sobrancelhas e proferindo solenemente a sua própria vaidade com presunção de sabedoria. A este homem — julgando-o digno de perdão por sua ignorância —, e não só a ele, mas a todo aquele que erra, a palavra filantrópica do Pai sumamente bom convoca generosamente para a instrução dos ensinamentos divinos, tendo estabelecido escolas e locais de estudo por toda a terra habitada das nações, tanto em regiões e aldeias, em campos e desertos, quanto nas cidades em toda parte, exortando gregos e bárbaros juntamente, sábios e iletrados, pobres e ricos, servos ao lado de senhores, governantes e governados, ímpios, injustos, ignorantes, malfeitores e blasfemos, a vir e apressar-se para o culto divino, como protetor filantrópico e médico das almas.

Com efeito, com vozes brilhantes clamava anunciando a todos a anistia dos males anteriores: «Vinde a mim», dizendo, «todos os que estais cansados e oprimidos, e eu vos darei descanso»; e novamente: «Não vim chamar os justos, mas os pecadores ao arrependimento»; e acrescenta de fato a razão, declarando: «Pois não têm necessidade de médico os sãos, mas os que estão doentes»; e: «Não quero a morte do pecador, mas que ele se arrependa». A partir disso, somente ao que foi instruído nas coisas divinas, tendo aprendido as causas do zelo demonstrado nestas coisas, cumpre reconhecer em nosso imperador uma inspiração superior à humana, admirar a piedade de seu caráter, e crer que o zelo relativo ao monumento da imortalidade salvadora não ocorreu sem a ajuda divina, mas por inspiração verdadeira Daquele que é superior, de quem ele se orgulha de ser bom servo e ministro de Seus bens. Convencido de que estas coisas te são verdadeiramente gratas e familiares, ó máximo imperador, o meu presente discurso deseja manifestar a todos as razões e causas de tuas obras piedosas, desejando ser como que um mensageiro do teu pensamento e de tua alma piedosa, ensinando tudo o que deve e convém ser aprendido por todo aquele que tem o desejo de conhecer os princípios do poder de nosso Deus Salvador; razões pelas quais, preexistindo desde a eternidade e cuidando do universo, Ele desceu dos céus até nós em tempos tardios, e pelas quais assumiu a nossa natureza, e pelas quais se submeteu à morte, apresentando as causas não apenas da vida imortal subsequente e da ressurreição dentre os mortos, mas também demonstrações lógicas e ensinamentos claros, necessários para os que ainda precisam deles. Mas é hora de começar essas mesmas coisas a partir de algum ponto deste assunto. Aqueles que trocaram o culto ao Deus Criador e Soberano de todas as coisas pelas criaturas geradas por Ele, honrando o sol, a lua, as demais partes do mundo e os elementos primordiais — a terra, a água, o ar, o fogo — com o mesmo título do seu Poeta e Criador, e chamando-os de deuses, coisas que de modo algum existiriam, nem subsistiriam, nem teriam nome, se não tivessem sido estabelecidas pelo Logos criador de Deus, não me parecem diferir de quem, ignorando o arquiteto das grandes obras nos palácios reais, admira com extremo assombro os tetos, as paredes, as pinturas multicoloridas e floridas neles contidas, os ornamentos dourados e as esculturas em pedra, atribuindo a estas próprias coisas o título da sabedoria do artista, quando deveriam, em vez de atribuir às coisas visíveis, reportar apenas ao arquiteto delas a causa da maravilha, confessando que as muitas obras são frutos da sabedoria, mas que sábio é somente aquele que deu a tantas coisas a causa de sua existência. Em nada difeririam de crianças muito pequenas também aqueles que, diante da lira de sete cordas, admirassem o próprio instrumento musical, mas não o inventor da sua harmonia e o conhecedor de sua sabedoria, ou os que, ignorando o guerreiro que se destacou nos combates, condecorassem a lança e o escudo com coroas de vitória, ou os que, equiparando as honras devidas ao grande rei que fundou a grande e imperial cidade, prestassem igual culto a mercados, praças, edifícios, templos inanimados e ginásios, quando deveriam assombrar-se não com as colunas nem com as pedras, mas com o sábio criador e legislador delas. Da mesma maneira, ao contemplarmos este universo com os olhos da carne, não devemos atribuir a causa nem ao sol, nem à lua, nem a qualquer outro astro no céu, sendo conveniente confessar que todas as coisas são obras da sabedoria, e não as honrar e adorar igualmente ao seu Poeta e Criador; mas, a partir da própria visão delas, teologizar e adorar com toda a disposição da alma o Logos de Deus, Rei soberano de todas as coisas, o qual já não é percebido pelos olhos do corpo, mas somente por um intelecto límpido e puro; pois também em relação ao corpo humano, ninguém jamais chamou de sábios os olhos, ou a cabeça, ou as mãos, ou os pés, ou as demais partes da carne do homem sábio e instruído, e muito menos considerou sábio o manto que o reveste por fora, nem sábios os móveis da sua casa, nem os utensílios de serviço do filósofo, mas todo homem sensato admira o intelecto invisível e oculto que há no homem. Por esta mesma razão, e muito mais do que diante dos ornamentos visíveis do universo — que são corpos e feitos de uma mesma matéria —, deve-se admirar com supremo assombro o Logos invisível e intangível, que dá forma e ordem a todas as coisas, sendo o Unigênito de Deus, a quem o Criador de todas as coisas, Aquele que está além de toda essência e no ponto mais alto, gerou de Si mesmo e estabeleceu como Guia e Governador deste universo. Pois, visto que não era possível que a essência fluida dos corpos e a natureza dos seres racionais recém-criados se aproximassem do Deus Soberano universal, devido à excessiva distância em relação à perfeição Daquele que é superior — pois Aquele era não-gerado, altíssimo e além do universo, inefável, incompreensível, inacessível, habitando uma luz inacessível, como dizem as sagradas escrituras; ao passo que esta fora produzida a partir do não-ser, estando extremamente distante e apartada da natureza não-gerada —, com razão o Deus e Pai de todas as coisas, sumamente bom, interpos como intermediário o poder divino e onipotente de Seu Logos unigênito, o qual comungava intimamente e o mais de perto possível com o Pai, desfrutando de Seus mistérios íntimos, mas também descendia com extrema mansidão e de algum modo se adaptava àqueles que careciam da pureza suprema; pois de outro modo não seria reto nem santo associar Aquele que está acima e além do universo com a matéria corruptível e com o corpo. Por esta razão, de fato, o Logos divino, tendo penetrado intimamente todo este universo e tomado as rédeas do todo com poder incorpóreo e divino, o conduz e o sustenta, guiando-o com suprema sabedoria pelo caminho que lhe parece belo. E deste princípio a demonstração é evidente. Pois se as próprias partes do mundo em si mesmas, que costumamos chamar de elementos primordiais — a terra, a água, o ar, o fogo —, as quais constam de uma natureza irracional, como vemos com nossos próprios olhos; ou se a elas subjaz uma única essência, a qual os peritos nestas matérias gostam de chamar de receptáculo universal, mãe e ama, sendo esta inteiramente informe, sem aparência, inanimada e irracional; de onde, dir-se-á, provém a ordem que nela existe? De onde a distinção dos elementos? De onde a concorrência dos contrários para o mesmo fim? Quem ordenou que o pesado elemento da terra repousasse sobre a essência líquida? Quem, invertendo a natureza das águas que flui para baixo, fê-la retornar para o alto através das nuvens? Quem aprisionou o poder do fogo para que jazesse oculto na madeira e se misturasse com coisas contrárias à sua natureza? Quem, misturando o ar frio com o poder do calor, os libertou de seu combate mútuo e os reconciliou em amizade? Quem, tendo idealizado o gênero mortal por meio da sucessão geração após geração, estendeu a sua existência para um longo ciclo de vida? Quem formou o macho e modelou a fêmea, unindo a ambos em uma única harmonia, inventando o princípio da geração para todos os seres vivos? Quem transformou a geração fluida e seminal dessa matéria corruptível e insensível em fluxo vivificador? Quem opera, ainda hoje, todas estas coisas e miríades de outras além destas, que superam toda maravilha e assombro? Quem, a cada dia e hora, realiza com poder invisível e intangível as gerações e corrupções de tais seres? Porém, de todas estas coisas, o Logos de Deus, operador de prodígios, pode ser com justiça declarado causa; pois o Logos de Deus verdadeiramente onipotente, estendendo-se por todas as coisas e expandindo-se incorporeamente tanto para o alto em direção à altura quanto para baixo em direção à profundidade, e abrangendo as larguras e comprimentos do universo como que com amplas mãos, reuniu e coesionou todo este universo; e, tendo harmonizado para Si mesmo este instrumento universal, dedilha-o com poder sapientíssimo e racional sobre a essência irracional, informe e sem aparência dos corpos, ligando de forma precisa com intervalos musicais as partes separadas; e governando com princípios inefáveis o próprio sol, a lua e os astros luminosos do céu, conduz tudo para a utilidade de todas as coisas. Este mesmo Logos de Deus, aprofundando-se também sob a terra, instituiu as diversas espécies de animais e a beleza multiforme das plantas; este mesmo Logos de Deus, mergulhando até os abismos do mar, concebeu a natureza das criaturas nadadoras, operando também ali miríades de incontáveis formas e distinções de toda sorte de seres vivos.

Este mesmo Logos dá forma à vida, consumando-a no próprio útero, dentro do ateliê da natureza; ele também, elevando ao alto a natureza fluida e pesada da essência líquida e abrandando-a pela transformação, introdu-la com medida na terra, e em tempos determinados realiza a sua distribuição. Depois, como um excelente agricultor, canalizando perfeitamente a terra e misturando a essência líquida com a seca, transforma-a de variados modos, ora com flores vistosas, ora com contornos diversos, ora com suaves perfumes, ora com variedades alternadas de frutos, proporcionando ao paladar toda sorte de deleites. Por que devo eu atrever-me a descrever detalhadamente os poderes do divino Logos e tentar o impossível, quando a Sua operação supera todo intelecto mortal? Alguns, de fato, chamaram-na de natureza do universo, outros de alma universal, outros de fado; outros declararam ser ela mesma o Deus que está acima do universo, misturando de modo inexplicável as coisas mais distantes, lançando à terra o próprio Soberano universal, o Poder não-gerado e altíssimo, e enredando-O em um corpo e na matéria corruptível, afirmando que Ele gira no meio de animais irracionais e racionais, mortais e imortais. Mas quanto a estes, baste isto.

XII

Ἡ δ’ ἔνθεος διδασκαλία τὸ τῶν ἀγαθῶν ἀνώτατον αὐτὸ δὴ τὸ πάντων αἵτιον ἐπέκεινα πάσης καταλήψεως εἶναί φησιν· διὸ δὴ ἄρρητον καὶ ἄλεκτον καὶ ἀνωνόμαστον καὶ φωνῆς οὐ μόνον ἀλλὰ καὶ ἐννοίας ἁπάσης ὑπέρτερον εἶναι, οὐκ ἐν τόπῳ περιληπτόν οὐκ ἐν σώμασιν ὅν, οὐκ ἐν οὐρανῷ οὐκ ἐν αἰθέρι οὐδ' ἓν τινι μέρει τοῦ παντός, ἀλλὰ πάντη καὶ πάντων ἐκτὸς ἐν ἀπορρήτῳ γνώσεως τεταμιευμένον. τοῦτον μόνον ἀληθῆ θεὸν εἰδέναι τὰ θεῖα λόγια παιδεύει, πάσης κεχωρισμένον σωματικῆς οὐσίας, πάσης ἀλλοτριον ὑπηρετικῆς οἰκονομίας· διὸ δὴ ἐξ αὐτοῦ τὸ πᾶν, οὐ μὴν δι αὐτοῦ φῦναι παραδέδοται. ἀλλ' αὐτὸς μὲν οἶα βασιλεὺς εἴσω που ἐν ἀρρήτοις καὶ ἀδύτοις καὶ ἀβάτοις φῶς οἰκῶν ἀπρόσιτον διὰ παντὸς μόνῃ τῇ θελητικῇ δυνάμει νομοθετεῖ καὶ διατάττεται· θέλοντος γὰρ ἐστιν ὅ τι καὶ ἔστιν, καὶ μὴ θέλοντος οὐκ ἔστιν, θέλει δὲ ἀγαθὰ πάντα, ὅτι δὴ καὶ αὐτοαγαθὸν τὴν οὐσίαν τυγχάνει. ὁ δέ, δἰ οὗ τὰ πάντα, θεοῦ λόγος ἄνωθεν ἐξ ἀγαθοῦ πατρὸς ὡς ἐξ ἀενάου καὶ ἀπείρου πηγῆς ἀνομβρῶν λόγοις ἀρρήτοις ποταμοῦ δίκην πρόεισιν, ὅλος πλημμυρῶν ἐς τὸ κοινὸν τῆς τοῦ παντὸς σωτηρίας. ὡς δὲ ἐπὶ τοῦ καθ’ ἡμᾶς παραδείγματος ὁ μὲν ἀόρατος καὶ ἀφανὴς ἐν ἡμῖν νοῦς, ὃν ὅστις ποτὲ καὶ ὁποῖος ὤν τὴν οὐσίαν ὑπάρχει οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς δ' οἷα ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις ὑπάρχων μόνος τὰ πρακτέα βουλεύεται, λόγος δ' ἐξ αὐτοῦ πρόεισι μονογενής, οἷα πατρὸς ἐξ ἀδύτου μυχοῦ γεγεννημένος, ἀρρήτῳ λόγῳ καὶ δυνάμει ἀκατονομάστῳ ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίσταται νοημάτων ἄγγελος εἰς φανερόν τε κηρύττει τὰ ἐν ἀπορρήτοις τῷ πατρὶ βεβουλευμένα, ἔργοις τε ἐπιτελεῖ τὰ βουλεύματα προϊὼν εἰς τὰς πάντων ἀκοάς, εἶθ' οἱ μὲν τῆς ἐκ τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ' ἀφανῆ καὶ ἀόρατον νοῦν τὸν δὴ τοῦ λόγου πατέρα οὐδεὶς πώποτε εἶδεν ὀφθαλμοῖς· κατὰ τὰ αὐτὰ δή δὴ δὲ ἐπέκεινα πάσης εἰκόνος τε καὶ παραδείγματος ὁ τοῦ παμβασιλέως θεοῦ τέλειος λόγος, οἷα μονογενὴς πατρὸς υἱός, οὐ προφορικῇ δυνάμει συνεστώς, οὐδ’ ἐκ συλλαβῶν ὀνομάτων τε καὶ ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ’ ἐν φωνῇ δι’ ἀέρος πληττομένῃ σημαινόμενος, θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν καὶ ἐνεργὴς ὑπάρχων λόγος, κατ' οὐσίαν τε ὑφεστὼς οἷα θεοῦ δύναμις καὶ θεοῦ σοφία, πρόεισι μὲν τῆς πατρικῆς θεότητός τε καὶ βασιλείας, ἀγαθοῦ δὲ πατρὸς ἀγαθὸν τυγχάνων γέννημα κοινός τε ἀπάντων σωτὴρ ἐποχετεύει τὰ σύμπαντα, ζωῆς καὶ λόγου καὶ σοφίας καὶ φωτὸς καὶ πάντων ἀγαθῶν ἐκ τοῦ οἰκείου πληρώματος τοῖς πᾶσιν ἐπιλιμνάζων. ἄρδει τε οὐ τὰ προσεχῆ μόνον καὶ ἐγγυτάτω, ἀλλὰ καὶ τὰ πόρρω διεστῶτα κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ εἴ τις ἑτέρα τούτων ἐν τοῖς οὖσιν τυγχάνει λῆξις· οἷς ὁμοῦ πᾶσιν ὅρους καὶ χώρας καὶ νόμους καὶ κλήρους διατάττεται κατὰ τὸ δικαιότατον, ἐξουσία βασιλικῇ τὰ πρόσφορα νέμων ἑκάστῳ καὶ χορηγῶν, καὶ τοῖς μὲν ὑπερκοσμίους ἁψῖδας τοῖς δ’ αὐτὸν οὐρανὸν οἰκεῖν, τοῖς δ’ αἰθερίους διατριβὰς, τοῖς δ' ἀέρα, τοῖς δὲ γῆν ἀφορίζων. κἄπειτα μεθιστῶν ἐνθένδε πάλιν ἀλλαχόσε, διακρίνων τε εὖ μάλα τοὺς ἑκάστων βίους ἤθη τε καὶ τρόπων διαφορὰν ἀμειβόμενος, ζωῆς τε καὶ τροφῆς οὐ λογικῶν μόνον ἀλλὰ καὶ ζώων ἀλόγων ἐπὶ χρήσει τῶν λογικῶν ἐπιμελόμενος, καὶ τοῖς μὲν θνητῆς καὶ προσκαίρου ζωῆς ἀπόλαυσιν, τοῖς δ’ ἀθανάτου μετουσίαν παρέχων· πάντα τε αὐτὸς οἷα θεοῦ λόγος ἐνεργεῖ, τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα λογικῇ δυνάμει ἐπιπορευόμενος, ἄνω τε πρὸς τὸν αὐτοῦ πατέρα βλέπων τοῖς ἐκείνου νεύμασι τὰ κάτω καὶ μετ' αὐτὸν ἀκολούθως οἷα κοινὸς ἁπάντων σωτὴρ διακυβερνᾷ, μεσεύων ἁμηγέπη καὶ συνάγων πρὸς τὸν ἀγέννητον τὴν γεννητὴν οὐσίαν. δεσμός τις οὗτος ἀρραγὴς θεοῦ λόγος μέσος τυγχάνει συνδέων τὰ διεστῶτα καὶ μὴ μακρὰν ἀποπίπτειν αὐτὰ συγχωρῶν. οὗτος ἡ καθόλου πρόνοια, κηδεμὼν οὑτος καὶ διορθωτὴς τοῦ παντός, οὑτος θεοῦ δύναμις καὶ θεοῦ σοφία, οὑτος μονογενὴς θεός, ἐκ θεοῦ γεγεννημένος λόγος· ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος· πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε· θεολόγων ἀνδρῶν ἱεραὶ διδάσκουσι φωναί· οὗτος ὁ κοινὸς ἁπάντων φυτουργός, δι' ὃν ἡ τῶν ὅλων οὐσία φύει καὶ θάλλει, ὀμβρήμασι τοῖς ἐξ αὐτοῦ διὰ παντὸς ἀρδομένη, νεαράν τε εἰς ἀεὶ τὴν ἀκμὴν καὶ τὴν ὥραν περικαλλῆ τοῦ παντὸς παρεχομένην. ὁ δὲ τῶν ἡνίων ἐπειλημμένος εὐθείᾳ περαίνει πατρικῷ νεύματι τὸ μέγα τοῦ σύμπαντος κόσμου πηδαλιουχῶν σκάφος. τοιοῦτον καλλιτέχνην τέχνην υἱὸν μονογενῆ ὁ τῶν ὅλων ἐπέκεινα θεός, οἷα πατὴρ ἀγαθὸς ἀγαθὸν ἀπογεννήσας καρπόν, τῷδε τῷ κόσμω̣ μέγιστον ἀγαθὸν ἐδωρήσατο, ρήσατο, ἅτε ψυχὴν ἀψύχῳ σώματι, τῇ τῶν σωμάτων ἀλόγῳ φύσει τὸν αὐτοῦ λόγον ἐμβαλών, καὶ τὴν ἄμορφον καὶ ἀνείδεον ἄψυχόν τε καὶ ἀσχημάτιστον οὐσίαν θείᾳ δυνάμει λόγου φωτίσας τε καὶ ψυχώσας. ὃν δὴ ἡμῖν καὶ γνωριστέον τε καὶ σεπτέον, ἐν ὕλῃ μὲν καὶ σωματων στοιχείοις διὰ παντὸς ἐπιχωριάζοντα καὶ τὰ πάντα ζωογονοῦντα, τὸν αὐτὸν δὲ φῶς καὶ γέννημα νοερὸν φωτὸς ἀλέκτου, καὶ ἕνα μὲν τὴν οὐσίαν, ὡς ἂν ἐξ ἑνὸς ὄντα πατρός, πολλὰς δὲ τὰς ἐν αὐτῷ κεκτημένον δυνάμεις. ού γὰρ ἐπειδὴ πολλὰ μέρη κόσμου, διὰ τοῦτο καὶ πολλὰς δυνάμεις ἡγητέον, οὐδ’ ἐπεὶ πολλὰ τὰ πεποιημένα, ταύτῃ καὶ θεοὺς ὑφίστασθαι προσήκει πλείους. δεινὴν δὲ οἶα νήπιοι τὰς ψυχὰς πολυθέων ἀνδρῶν παῖδες πλάνην ἐπλανήθησαν τὰ μέρη τοῦ παντὸς θεοποιήσαντες καὶ τὸν ἕνα κόσμον εἰς πολλὰ διελόντες, ὡς εἰ καὶ ἀνθρώπου συνεστῶτος ἑνὸς ἀπολαβών τις ἰδίως ὀφθαλμούς, ἄνθρωπον εἰναι λέγοι τούτους, καὶ ὠτα πάλιν ἄλλον ἄνθρωπον καὶ κεφαλὴν ὁμοίως, αὐχένα τε καὶ στέρνα καὶ ὤμους πόδας τε καὶ χεῖρας καὶ τὰ λοιπὰ κατακερματίσας μέλη, τάς τε τῶν αἰσθητηρίων δυνάμεις καταδιελὼν τῷ λόγῳ παμπόλλους λέγοι εἶναι ἀνθρώπους τὸν ἕνα, πλεῖον οὐδὲν ἢ μωρίας γέλωτα παρὰ τοῖς ἔμφροσιν ὀφλισκάνων. τοιοῦτος ἂν εἴη καὶ ὁ μυρίους ἑαυτῷ θεοὺς ἐξ ἑνὸς κόσμου μερῶν ὑφιστάμενος, ἢ καὶ αὐτὸν εἶναι θεὸν τὸν γεννητὸν κόσμον πολλῶν ἐκ μερῶν ὑφεστῶτα νομίζων καὶ οὐκ εἰδὼς ὅτι θεία φύσις οὐκ ἄν ποτε ἐκ μερῶν συσταίη· εἰ δὲ σύνθετος γένοιτο, καὶ ἑτέρου δέοιτο ἂν τοῦ συνθήσοντος αὐτὴν· οὐδ' αὖ πολυμερὴς οὐσα ὑπάρχοι ἂν θεία· πῶς γάρ; ἐξ ἀνομοίων διαφορῶν, χειρόνων τε καὶ ἀμεινόνων ὑφεστῶσα. ἁπλῆ δὲ καὶ ἀμερὴς καὶ ἀσύνθετος οὖσα, πάσης ἐπέκεινα τυγχάνει τῆς ὁρωμένης τοῦ κόσμου διατάξεως. διὸ δὴ τῆς ἀληθείας ὁ κήρυξ ὧδέ πη λέγων διαρρήδην κέκραγεν· θεοῦ μὲν λόγος ὁ πρὸ πάντων μόνος ἂν εἴη λογικῶν πάντων σωτήρ, θεὸς δὲ ὁ ἐπέκεινα, λόγου γενεσιάρχης, μόνος ἁπάντων αἴτιος ὤν, αὐτοῦ μὲν οἷα μονογενοῦς κυρίως ἂν λεχθείη τοῦ λόγου πατήρ, αὐτὸς δ' ἀνώτερον αἴτιον οὐκ ἐπιγράψεται· διὸ δὴ καὶ μόνος θεὸς αὐτός, μονογενὴς δ' ἐξ αὐτοῦ πρόεισιν ὁ τῶν ὅλων σωτήρ, θεοῦ λόγος εἷς, ὁ διὰ πάντων. ὁ μὲν οὖν αἰσθητὸς κόσμος, οἷά τις πολύχορδος λύρα ἐξ ἀνομοίων συνεστῶσα χορδῶν, ὀξειῶν τε καὶ βαρειῶν, τῶν τε άνειμένων καὶ ἐπιτεταμένων καὶ μέσων, εὖ δ' ἡρμοσμένων ἁπασῶν τέχνῃ τῇ μουσικῇ, κατὰ ταῦτα δὴ καὶ ὅδε πολυμερὴς ὤν καὶ πολυσύνθετος ψυχρᾶς ὁμοῦ καὶ τῆς ἐναντίας ταύτης θερμῆς, ὑγρᾶς τε καὶ αὖ πάλιν τῆς ἐναντίας ταύτης ξηρᾶς οὐσίας, εἰς μίαν συνελθὼν ἁρμονίαν ὄργανον ἂν εἴη μέγα, μεγάλου θεοῦ δημιούργημα, λόγος δ’ ὁ θεῖος, οὐκέτ' ἐκ μερῶν συνεστὼς οὐδ’ ἐξ ἐναντίων συγκείμενος, ἀμερὴς αὐτὸς. ὢν καὶ ἀσύνθετος εὐ καὶ σοφῶς τὸ πᾶν ἀνακρούεται, τῷ αὐτοῦ πατρὶ καὶ βασιλεῖ τῶν ὅλων τὴν ὀφειλομένην καὶ αὐτῷ πρέπουσαν ἀποδιδοὺς μελῳδίαν. ὡς δ’ ὑφ’ ἑνὶ σώματι μέλη μὲν καὶ μέρη τε καὶ ἔγκατα συνῆκται μυρία, ψυχὴ δ’ ἀφανὴς ἥπλωται δι’ ὅλων μία καὶ νοῦς ἀμερὴς καὶ ἀσώματος εἷς, οὕτω δὴ καὶ ἐπὶ τοῦδε, ἐκ μὲν πολλῶν μερῶν κόσμος συνέστηκεν εἷς, λόγος δὲ ὡσαύτως θεοῦ πολυδύναμος καὶ παντοδύναμος εἷς διὰ πάντων ἥκων καὶ τοῖς πᾶσιν ἀφανῶς ἐφηπλωμένος πάντων ἂν εἴη τῶν ἐν αὐτοῖς αἴτιος. οὐχ ὁρᾷς ὀφθαλμοῖς τὸν σύμπαντα κόσμον, ὡς οὐρανὸς εἷς μυρίας περιλαμβάνει ἀμφὶ τοῦτον χορείας ἄστρων περιπολούσας; πάλιν εἷς ἥλιος, ἀλλ' οὐ πλείους, τὰς ἁπάντων ὑπερβολῇ φωτὸς καλύπτει μαρμαρυγάς· οὕτω δῆτα ἑνὸς ὄντος πατρός, καὶ τὸν τούτου λόγον ἕνα χρὴ ἀγαθὸν ἀγαθοῦ πατρὸς εἶναι. εἰ δ’ ὅτι μὴ καὶ πλείους ἐπιμέμψαιτό τις, ὥρα τὸν τοιοῦτον ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους καὶ σελήνας καὶ κόσμους καὶ μυρία ἄλλα αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ ὀρθὰ καὶ εὐ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντα. ἀλλ' ὡς έν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δὴ καὶ ἐν νοητοῖς ἀφανῶς ἡμῖν καὶ ἀοράτως εἷς ὁ τοῦ θεοῦ λόγος παντοδύναμος τὰ σύμπαντα καταυγάζει· ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ’ ἂν δημιουργός, εἰ καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο, καὶ εἷς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ ἄν ποτε μυρίων ἐπιστήμας, γεωμετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει καὶ λόγους γραμματικῆς καὶ ῥητορικῆς παραδώσει καὶ ἰατρικῆς, ἒν τε μαθήμασι καὶ τοῖς κατὰ χεῖρα προστήσεται, καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἐν ἑνὶ σώματι ψυχὰς ἡγήσατο εἶναι, οὐδὲ πολλὰς ἐθαύμασεν τὰς ἐν ἀνθρώπῳ οὐσίας διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν. εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν κἄπειτα χερσὶν ἁπαλύνας ἐπιθείη ζώου μορφήν, ἄλλῳ μὲν σχήματι κεφαλήν, χεῖρας δὲ καὶ πόδας ἑτέρῳ, καὶ ὀφθαλμοὺς πάλιν ἄλλῳ καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας στέρνα τε καὶ ὤμους ὑποτυπωσάμενος τέχνῃ τῇ πλαστικῇ· ἀλλ’ οὐκ, ἐπεὶ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ' ἑνὶ σώματι δεδημιούργηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἀλλ' ἕνα μόνον τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν τὸν ἑνὶ λογισμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον· οὕτω δὴ καὶ ἐπὶ τοῦδε τοῦ σύμπαντος κόσμου, ἑνὸς μὲν ὄντος ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, οὐ πολλὰς χρὴ ὑποτίθεσθαι δημιουργικὰς δυνάμεις, οὐδὲ πολλοὺς ὀνομάζειν θεούς, μίαν δὲ θεολογεῖν τὴν πάνσοφον καὶ παναρμόνιον τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ διὰ πάντων ἥκουσαν καὶ διὰ παντὸς τοῦ κόσμου χωροῦσαν καὶ τὰ πάντα ὑφισταμένην τε καὶ ζωοῦσαν, καθόλου τε τοῖς πᾶσι καὶ τοῖς κατὰ μέρος σώμασί τε καὶ στοιχείοις ποικίλην τὴν ἐξ αὐτῆς χορηγίαν ποιουμένην. οὕτως καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμούς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ καὶ γῆν, καὶ αὔξει φυτά, χρόνον ὑφίστησιν, ἡγεῖται, περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναργῆ τῷ παντὶ συνίστησιν, ταῦτά τε πάντα μιᾷ ῥοπῇ φύσεως συντελεῖ, καὶ πυρὸς φύσις ὡσαύτως χρυσὸν μὲν καθαίρει, μόλιβδον δὲ τήκει, καὶ κηρὸν μὲν λύει, πηλὸν δὲ ξηραίνει, ὕλην δὲ φρύγει. μιᾷ τῇ καυστικῇ δυνάμει τοσαῦτα κατεργαζομένη. ταύτῃ τοι καὶ ὁ παμβασιλεὺς τοῦ θεοῦ λόγος, ὁ διὰ πάντων ἥκων, ἐν πᾶσί τε ὂν καὶ πάντα ἐπιπορευόμενος, οὐράνιά τε καὶ ἐπίγεια, τὰ ἀφανῆ καὶ τὰ διακυβερνῶν, ἥλιόν τε αὐτὸν οὐρανὸν τε καὶ τὸν σύμπαντα κόσμον ἀρρήτοις δυνάμεσιν ἡνιοχεῖ, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν καὶ διὰ πάντων χωρῶν, ἔτι αὐτῷ μὲν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἐξ οἰκείας πηγῆς ἀέναον φῶς ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους προσφυεστάτην εἰκόνα ὑποστησάμενος εἰς αἰῶνα διακρατεῖ, τὰς δ’ ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις ἀγγέλων καὶ πνευμάτων νοερῶν τε καὶ λογικῶν οὐσιῶν ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ σοφίας καὶ πάσης ἀρετῆς καλοῦ τε καὶ ἀγαθοῦ παντὸς ἐκ τῶν παρ' αὐτῷ θησαυρῶν ἐμπίπλησιν, μιᾷ δὲ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ καὶ στοιχείοις οὐοίας οὔποτε διαλιμπάνει παρέχων καὶ τοῖς σώμασι μίξεις καὶ κράσεις καὶ εἴδη καὶ μορφὰς καὶ σχήματα, ποιότητάς τε μυρίας ἓν τε ζώοις καὶ φυτοῖς καὶ ψυχαῖς λογικαῖς τε καὶ ἀλόγοις ἄλλοτε ἄλλως καταποικίλλων καὶ πᾶσιν ὁμοῦ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, διαρρήδην τε ἐπιδεικνὺς οὐχ ἑπτάχορδον οὔτε πολύχορδον λύραν, ἕνα δὲ κόσμον πολυαρμόνιον ἑνὸς λόγου κοσμοποιοῦ ἔργον.

A doutrina inspirada por Deus afirma que o bem supremo, a própria causa de todas as coisas, está além de toda compreensão; por isso mesmo é inefável, indizível, inominável, e superior não apenas a toda voz, mas também a todo pensamento; não compreensível em lugar algum, não subsistindo em corpos, nem no céu, nem no éter, nem em qualquer parte do universo, mas estando inteiramente e fora de todas as coisas, guardado no segredo do conhecimento. As sagradas escrituras ensinam a reconhecer somente a Este como Deus verdadeiro, separado de toda essência corpórea, e estranho a todo serviço ministerial; por cuja razão se ensina que d'Ele provêm todas as coisas, mas não que por meio d'Ele elas foram trazidas à existência. Mas Ele mesmo, como um rei no interior de aposentos inefáveis, impenetráveis e inacessíveis, habitando uma luz inacessível, legisla e ordena tudo para sempre apenas pelo poder de Sua vontade;

pois o que existe, existe porque Ele o quer, e o que Ele não quer, não existe; e Ele quer todas as coisas boas, dado que a Sua essência é o próprio bem. Aquele, porém, por meio de quem todas as coisas são feitas, o Logos de Deus, jorrando do alto a partir do Pai bondoso como de uma fonte eterna e infinita, avança à semelhança de um rio com princípios inefáveis, inundando tudo para a salvação comum do universo. E como em nosso próprio exemplo: o intelecto invisível e oculto em nós — cuja essência, o que quer que seja e como quer que seja, nenhum homem jamais conheceu —, permanecendo como um rei no segredo de suas próprias câmaras, decide sozinho o que deve ser feito; e dele procede a palavra unigênita, gerada como do recesso impenetrável do pai com razão inefável e poder inominável, a qual se torna para todos o primeiro mensageiro dos pensamentos paternos, proclamando abertamente o que foi decidido no segredo do pai, e executando em obras as decisões ao dirigir-se aos ouvidos de todos; e então os homens participam da utilidade proveniente da palavra, mas o intelecto invisível e oculto, que é o pai da palavra, ninguém jamais viu com os olhos. De modo semelhante, e muito além de qualquer imagem e exemplo, o Logos perfeito do Deus Soberano de todas as coisas, como Filho unigênito do Pai, não constando de poder vocal, nem tendo a sua natureza constituída de sílabas, nomes e verbos, nem se manifestando por uma voz que vibra através do ar, mas sendo o Logos vivo e eficaz do Deus que está acima de tudo, subsistindo em essência como poder de Deus e sabedoria de Deus, procede da divindade e da soberania paternas e, sendo o fruto bom do Pai bom, como Salvador comum de todos irriga o universo, inundando a todos, a partir de Sua própria plenitude, com vida, razão, sabedoria, luz e todos os bens. E irriga não apenas o que está próximo e muito perto, mas também o que está distante por terra e por mar, e qualquer outra região que exista entre os seres.

Para todos estes, em conjunto, ordena limites, regiões, leis e heranças com suprema justiça, distribuindo e fornecendo a cada um o que é conveniente com autoridade real; e determinando a uns as abóbadas hipercósmicas, a outros que habitem o próprio céu, a outros as moradas etéreas, a outros o ar, e a outros a terra. E depois, transferindo-os daqui para outros lugares, distinguindo perfeitamente as vidas de cada um e recompensando a diferença de costumes e modos; e cuidando da vida e do sustento não apenas dos seres racionais, mas também dos animais irracionais para o uso dos racionais; e concedendo a uns o gozo de uma vida mortal e temporária, e a outros a participação na imortalidade. E Ele mesmo opera todas as coisas como Logos de Deus, estando presente em todas elas e percorrendo-as todas com poder racional; e olhando para o alto, para o Seu próprio Pai, governa com os acenos Daquele as coisas de baixo e as que Lhe sucedem, como Salvador comum de todos, servindo de algum modo de intermediário e unindo a essência gerada à não-gerada. Este Logos de Deus atua como um vínculo inquebrável que une as coisas separadas e não permite que caiam longe. Ele é a providência universal, ele o guardião e governante do todo, ele o poder de Deus e a sabedoria de Deus, ele o Deus unigênito, o Logos gerado de Deus; «No princípio era o Logos, e o Logos estava com Deus, e o Logos era Deus. Todas as coisas foram feitas por meio dele, e sem ele nada do que foi feito se fez», ensinam as vozes sagradas dos teólogos; ele é o plantador comum de tudo, por quem a essência de todas as coisas brota e floresce, sendo irrigada perpetuamente pelas chuvas que dele procedem, apresentando uma juventude eterna e a formosa beleza do todo. E Aquele que assumiu as rédeas conduz em linha reta, pelo aceno paterno, pilotando a grande nau do universo inteiro. Tal Filho unigênito de arte primorosa Deus, Aquele que está além de todas as coisas, tendo-O gerado como Pai bom que gera um fruto bom, concedeu a este mundo como o maior dos bens, como uma alma para um corpo inanimado, infundindo o Seu Logos na natureza irracional dos corpos, e iluminando e vivificando com o poder divino do Logos a essência informe, sem aparência, inanimada e sem feição.

A este Logos devemos nós de fato reconhecer e adorar: ele que habita perpetuamente na matéria e nos elementos dos corpos, vivificando todas as coisas, sendo ele mesmo luz e fruto inteligível da luz inefável, sendo único em essência, por provir de um só Pai, mas possuindo em Si mesmo múltiplos poderes. Pois não é porque as partes do mundo são muitas que se deve supor a existência de muitos poderes; nem porque as coisas criadas são muitas, convém por isso admitir a existência de mais deuses. Terrível erro, como crianças na alma, erraram os filhos dos homens politeístas, divinizando as partes do todo e dividindo o mundo único em muitas partes; assim como se alguém, separando especificamente os olhos de um único homem constituído, dissesse serem estes um homem, e as orelhas outro homem, e a cabeça de igual modo, e assim fragmentando o pescoço, o peito, os ombros, os pés, as mãos e os demais membros, e dividindo conceitualmente os poderes dos sentidos, dissesse que daquele único homem constam muitíssimos homens, nada mais contraindo senão o riso da tolice da parte dos sensatos. Tal seria também aquele que postula para si miríades de deuses a partir das partes de um só mundo, ou aquele que pensa ser o próprio mundo gerado um deus, por constar de muitas partes, sem saber que a natureza divina jamais poderia constituir-se de partes; pois, se fosse composta, precisaria de outro ser que a compusesse; nem tampouco, sendo constituída de muitas partes, seria divina. Como poderia sê-lo, constando de diferenças dessemelhantes, umas piores e outras melhores? Sendo, porém, simples, indivisível e incomposta, ela se situa além de toda a ordenação visível do mundo. Por esta razão, o arauto da verdade clama expressamente deste modo: o Logos de Deus, que está antes de tudo, seria o único salvador de todos os seres racionais; e o Deus que está além, gerador do Logos, sendo o único causador de todas as coisas, seria com propriedade chamado de Pai de Seu próprio Logos unigênito, e não reconhecerá para Si uma causa superior; por cuja razão é Ele próprio o único Deus, e d'Ele procede o Salvador do universo, o único Logos de Deus que penetra todas as coisas. O mundo sensível, portanto, como uma lira de muitas cordas constituída de cordas dessemelhantes, agudas e graves, afrouxadas, retesadas e intermediárias, todas harmonizadas perfeitamente pela arte musical, da mesma maneira também este universo, sendo constituído de muitas partes e muito composto de essência fria e da sua contrária quente, de essência úmida e, por sua vez, da sua contrária seca, reunindo-se em uma única harmonia, seria um grande instrumento, obra-prima do grande Deus; ao passo que o Logos divino, não mais constando de partes nem se compondo de contrários, sendo em si mesmo indivisível e incomposto, dedilha de forma bela e sábia o todo, prestando ao Seu próprio Pai e Rei de todas as coisas a melodia devida e apropriada a Ele. E como sob um único corpo estão reunidos miríades de membros, partes e vísceras, mas uma única alma invisível se estende por todos, e um único intelecto indivisível e incorpóreo, de igual modo também neste caso, a partir de muitas partes constitui-se um único mundo, e igualmente o único Logos de Deus, de múltiplos poderes e onipotente, penetrando todas as coisas e estendendo-se invisivelmente por todas, seria a causa de tudo o que nelas há. Não vês com os olhos o universo inteiro: como um único céu abrange ao redor de si miríades de coros de estrelas em suas órbitas? E, por sua vez, um único sol, e não muitos, encobre com a superabundância de sua luz o brilho de todas as demais? Assim, de fato, sendo único o Pai, convém que o Seu Logos seja também único, bom, provindo do Pai bom. E se alguém se queixasse de não haver mais Logos, seria tempo de tal pessoa censurar por que não se estabeleceram muitos sóis, luas, mundos e miríades de outras coisas, tentando de modo insano subverter o que é reto e belo na natureza. Mas, assim como entre as coisas visíveis um único sol ilumina todo o mundo sensível, assim também entre as inteligíveis o único Logos onipotente de Deus brilha invisível e intangivelmente para nós sobre o universo inteiro; pois também no homem uma única alma e um único poder racional poderiam ser criadores de muitíssimas coisas juntamente, se a mesma se dedicasse a cultivar a terra, a construir navios, a pilotar e a edificar, após ter aprendido muitas coisas; e um único intelecto e pensamento no homem receberia por vezes as ciências de miríades de disciplinas, e o mesmo homem fará geometria, astronomia, transmitirá as regras da gramática, da retórica e da medicina, e se destacará tanto nas ciências quanto nos trabalhos manuais; e decerto ninguém jamais considerou haver múltiplas almas em um único corpo, nem admirou muitas essências no homem por causa da recepção de muitos aprendizados.

E se alguém, encontrando a matéria informe da argila e depois amaciando-a com as mãos, impusesse a forma de um animal, modelando com uma feição a cabeça, com outra as mãos e os pés, com outra os olhos e as faces de igual modo, as orelhas, a boca, as narinas, o peito e os ombros por meio da arte plástica; mas não é porque muitas formas, partes e membros foram criados sob um só corpo que se deve supor a existência de outros tantos criadores, mas sim louvar a um único artífice do todo, que com um único pensamento e um só poder fabricou o todo; da mesma maneira também sobre este universo inteiro, sendo único mas constando de muitíssimas partes, não se deve postular múltiplos poderes criadores, nem nomear muitos deuses, mas adorar uma única, a sapientíssima e perfeitamente harmoniosa, que é verdadeiramente o poder de Deus e a sabedoria de Deus, a qual com um único poder e uma só virtude chega a todas as coisas, perpassa o mundo inteiro, sustenta e vivifica tudo, realizando a sua variada distribuição tanto para todas as coisas em geral quanto para cada corpo e elemento em particular. Da mesma forma, também uma única e mesma projeção da luz solar ilumina ao mesmo tempo o ar, alumia os olhos, aquece o tato, fertiliza a terra, faz crescer as plantas, estabelece o tempo, guia, percorre as suas órbitas, alegra o mundo, apresenta a todo o universo o poder evidente de Deus, realizando todas estas coisas por um único impulso de sua natureza; e a natureza do fogo de igual modo purifica o ouro, derrete o chumbo, dissolve a cera, seca a argila e queima a lenha, realizando tantas coisas por meio de um único poder de combustão. Por esta mesma razão, o Logos de Deus, Rei soberano de todas as coisas, o qual chega a todas elas, estando em todas e sobre todas pairando, governando as celestes e as terrestres, as invisíveis e as visíveis, guia com poderes inefáveis o próprio sol, o céu e o universo inteiro, estando presente em todas as coisas com poder ativo e penetrando todas elas, ainda fornecendo ao próprio sol, à lua e às estrelas, a partir de sua própria fonte, uma luz perpétua...

...derrama em chuva, e estabelecendo o céu como a imagem mais apropriada da sua própria grandeza, sustenta-o eternamente, e enche de vida, de luz, de sabedoria e de toda virtude e de todo bem as potências além do céu e do mundo, os anjos e os espíritos intelectuais e as substâncias racionais, a partir dos seus próprios tesouros; e por uma única e mesma arte criadora nunca cessa de fornecer também aos corpos as misturas, os temperamentos, as formas, as aparências e os contornos, e qualidades incontáveis, variando ora de um modo ora de outro nos animais, nas plantas, nas almas racionais e irracionais, e a todos cumulando com tudo por um único poder, demonstrando claramente que não se trata de uma lira de sete cordas ou de muitas cordas, mas de um único mundo harmonioso, obra de um único Logos criador do mundo.

XIII

Λέγωμεν δὴ τὰ ἑξῆς καὶ διασαφῶμεν τὴν αἰτίαν, δι' ἣν ὁ τοσοῦτος τοῦ θεοῦ λόγος τὴν εἰς ἀνθρώπους κάθοδον ἐποιεῖτο. τοῦτον δὴ τὸν οὐρανοῦ καὶ γῆς ἐπιστατοῦντα τοῦ θεοῦ λόγον, τὸν ἐξ αὐτῆς οἷα πηγῆς τῆς ἀπωτάτω πατρικῆς θεότητος γεγεννημένον, καὶ μηδὲ μὲν ἀεὶ τῷ κόσμῳ παρόντα καὶ συνόντα, τῆς δ' αὐτοῦ προνοίας καὶ τῆς εἰς ἀνθρώπους κηδεμονίας ἐναργῆ παρεχόμενον τὰ γνωρίσματα, ἀνθρώπων ἀφρόνων γένος μὴ συλλογισάμενον, ἡλίῳ καὶ σελήνῃ καὶ οὐρανῷ ἄστροις καὶ ἄστροις τὴν σεβάσμιον ἀνέθεντο προσηγορίαν. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τὴν γεώδη φύσιν καὶ τοὺς ἀπὸ γῆς καρποὺς τροφάς τε σωμάτων παντοίας τοίας ἐθέωσαν, Δήμητραν καὶ Κόρην καὶ Διόνυσον καὶ ἀδελφά γε τούτων ἕτερα ἀνειδωλοποιήσαντες. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τῆς σφῶν αὐτῶν διανοίας τοὺς λογισμοὺς καὶ αὐτὸν δὴ τὸν τούτων ἑρμηνέα λόγον θεοὺς ἀνειπεῖν οὐκ ἀπώκνησαν, Ἁθηνᾶν μὲν τὴν διάνοιαν τὸν δὲ λόγον Ἑρμῆν ἐπονομάσαντες καὶ τάς γε τῶν μαθημάτων ἐπηβόλους δυνάμεις Μνημοσύνην καὶ Μούσας ἀνειπόντες. καὶ μέχρι μέχρι τούτων ἔστησαν, ἐπὶ μεῖζον δ' αὔξοντες ἀτοπέας ὑπερβολῇ δυσσεβείας τὰ οἰκεῖα πάθη, ἃ δὴ ἐχρῆν ἀποτρέπεσθαι καὶ λόγῳ σώφρονι θεραπεύειν, οἴδε ἐνέωσαν, αὐτήν τε τὴν ἐπιθυμίαν καὶ τὴν ἐμπαθῆ καὶ ἀκόλαστον τῶν ψυχῶν νόσον τά τε ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τε καὶ μέλη τοῦ σώματος καὶ ἔτι τὴν τῶν αἰσχρῶν ἡδονῶν ἀκράτειαν Ἔρωτα καὶ Πρίηπον καὶ Ἀφροδίτην καὶ ἄλλ’ ἄττα συγγενῆ τούτοις ἀνειπόντες. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ ἀμφὶ τὰς σωμάτων γενέσεις καὶ τὸν κάτω θνητὸν βίον καταπεσόντες, ἀνθρώπους θνητοὺς ἐξεθείασαν καὶ μετὰ τὸν κοινὸν θάνατον ἥρωας καὶ θεοὺς ἐπεφήμισαν , ἀμφὶ μνήματα καὶ τάφους τὴν ἀθάνατον καὶ θείαν οὐσίαν ὑποτοπήσαντες εἰλεῖσθαι. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ ζώων ἀλόγων παντοία γένη ἑρπετῶν τε τὰ βλαπτικώτατα τῇ σεβασμίῳ προσηγορίᾳ τετιμήκασιν· καὶ μέχρι μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ δρῦς κατακόψαντες καὶ πέτρας ἐκτεμόντες γῆς τε μέταλλα, καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῆς ἄλλης ὕλης, διερευνησάμενοι, θηλειῶν τύπους καὶ ἀρρένων [ἀνδρῶν] σχήματα θηρίων τε μορφὰς καὶ ἑρπετῶν ἀνεπλάσαντο, κἄπειτα τούτοις τιμὰς περιτεθείκασιν. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τοῖς ἐμφωλεύουσι τοῖς ξοάνοις σκοτίοις τε μυχοῖς ἐγκαταδεδυκόσι δαίμοσι πονηροῖς ἀμφὶ τὰς τῶν θυσιῶν λοιβάς τε καὶ κνίσας λιχνεύουσιν τὴν αὐτὴν τῶν θεῶν ἀνέθηκαν ἐπικουρίαν. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ αὐτοῖς καταδέσμοις τισὶν ἀπειρημένης γοητείας, ἐκθέσμοις τε καὶ ἐπανάγκοις ᾡδαῖς καὶ ἐπῳδαῖς, δυνάμεις ἀφανεῖς ἀμφὶ τὸν ἀέρα ποτωμένας παρέδρους ἑαυτοῖς ἐφειλκύσαντο. θνητούς γε μὴν ἄνδρας ἐθέωσαν ἑτέρους ἕτεροι· παῖδες μὲν γὰρ Ἑλλήνων Διόνυσον καὶ Ἡρακλέα καὶ Ἀσκληπιὸν καὶ Ἀπόλλωνα ἄλλους τέ τινας ἀνθρώπους τῇ τῶν ἡρώων καὶ θεῶν τετιμήκασι προσηγορίᾳ, Αἰγύπτιοι δὲ Ὧρον καὶ Ἶσιν καὶ Ὄσιριν καὶ τούτοις παραπλησίους πάλιν ἀνθρώπους θεοὺς νενομίκασιν· οὐδὲ μὴν καθ’ ὑπερβολὴν σοφίας γεωμετρίας τὴν εὕρεσιν ἀστρονομίας τε καὶ ἀριθμητικῆς αὐχοῦντες οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν οἱ σοφοὶ σταθμήσασθαι παρ' ἑαυτοῖς καὶ λογίσασθαι μέτρα θεοῦ δυνάμεως θνητῆς τε καὶ ἀλόγου διαφορὰν φύσεως. διὸ δὴ πᾶν εἶδος εἰδεχθῶν κνωδάλων καὶ παντοίων ζώων γένη ἑρπετά τε ἰοβόλα καὶ θῆρας ἀγρίους θεοὺς προσειπεῖν οὐκ ἀπώκνησαν, Φοίνικες δὲ Μελκάθαρον καὶ Οὔσωρον καί τινας ἄλλους ἀτιμοτέρους θνητοὺς πάλιν ἄνδρας θεοὺς ἀνηγόρευσαν, ὡς καὶ παῖδες Ἀράβων Δούσαρίν τινα καὶ Ὄβοδον, καὶ οἱ Γέται τὸν Ζάμολξιν καὶ τὸν Μόψον Κίλικες, καὶ τὸν Ἀμφιάρεων Θηβαῖοι, καὶ παῤ ἑτέροις ἄλλοι πάλιν ἑτέρους, τὴν φύσιν οὐδὲν τῶν θνητῶν διαλλάττοντας αὐτὸ δὲ μόνον ἀληθῶς ἀνθρώπους. ὁμοῦ δὴ οὖν πάντες Αἰγύπτιοι, Φοίνικες, Ἕλληνες, καὶ πᾶν τὸ θνητὸν γένος, ὅσον ἡλίου βολαὶ φωτίζουσι, τὰ μέρη τοῦ κόσμου καὶ τά γε στοιχεῖα τούς τε ἀπὸ γῆς βλαστοῦντας καρπούς, καὶ τὰ σφῶν αὐτῶν πάθη ναὶ μὴν καὶ τὰς δαιμονικὰς μανίας τε καὶ φαντασίας, καὶ πρό γε τούτων ἄνδρας θνητοὺς ἀνθρωπείαις χρησαμένους συμφοραῖς, καὶ οὐτ' ἀρετῆς διδασκαλεῖα καθ' ὂν ἔζων χρόνον συστησαμένους, οὔτε σώφρονος βίου μαθήματα ἀνθρώποις ἐπιπονήσαντας. οὐ φιλόσοφα δόγματα καταδείξαντας, οὐκ ὀνησιφόρον ἔργον ἐπιδεδειγμένους. οὐ μαθητὰς τῆς ἀρετῆς καταλείψαντας, οὐ λόγους, οὐ συγγράμματα πρὸς εὐζωίαν συντείνοντα παραδόντας, ἠσχολημένους δὲ περὶ γύναια καὶ αἰσχρὰς ἡδονάς, εἰκῆ καὶ ὡς ἔτυχεν οὐκ οἶδ' ὁποίας δαιμονικῆς ἐνεργείας πλάνῃ θεοὺς καὶ ἥρωας ἀνηγόρευσαν θυσίαις τε καὶ τελεταῖς σὺν γοητικαῖς ἀπάταις ἐτίμησαν, νεὼς μὲν αὐτοῖς καὶ ἱερὰ κατὰ πόλεις καὶ κατὰ χώρας δειμάμενοι, τὸν δ’ ἐπέκεινα τοῦ κόσμου μόνον ἀληθῆ τοῦ θεοῦ λόγον παμβασιλέα καὶ ποιητὴν τῶν ὅλων ἐν οὐδενὶ τέθεινται. οἱ δ’ εἰς τοσοῦτον ἤλαυνον μανίας τε καὶ φρενοβλαβείας ὡς ἐν ταὐτῷ τούσδε τινὰς τοὺς τυχόντας ἄνδρας θεοὺς ἀναγορεύειν, καὶ παραχρῆμα τοῖς αὐτοῖς θνητῶν συνάπτειν πάθη, ἔρωτάς τε παρανόμους καὶ πράξεις αἰσχρὰς ζωῆς τε καταστροφὰς καὶ θανάτους τοῖς αὐτοῖς ἀνατιθέναι. εἶτα τοιαῦτα οὐχ ὑφ' ἑτέρων διαβαλλόμενα φάσκοντες, αὐτοὶ δὲ μάρτυρες τούτων ὄντες, πλάνας τε καὶ πένθη καὶ θανάτους καὶ πρό γε τούτων μοιχείας αὐτῶν καὶ ἀρρἐνων φθορὰς γυναικῶν τε ἁρπαγὰς ὁμολογοῦντες, οὐδὲν ἡττον πόλεις πάσας καὶ κώμας καὶ χώρας ναοῖς καὶ ἀγάλμασι καὶ ἱεροῖς ἐπλήρουν, τῇ τῶν θεῶν ὁμοιοτροπίᾳ τὰς ἑαυτῶν προσαπολλύντες φυχάς. θεοὺς δὴ τοίνυν καὶ θεῶν παῖδας ἥρωάς τε κἀγαθοὺς δαίμονας λόγω̣ μὲν ἦν παῤ αὐτοῖς ἀκούειν, ἔργῳ δὲ πᾶν τοὐναντίον· τἀναντία γοῦν τοῖς ἐναντίοις ἐσέμνυνον, ὡς εἰ καὶ ἥλιόν τις καὶ φῶτα τὰ κατ' οὐρανὸν δεῖξαί τῳ βουληθεὶς ἄνω μὲν εἰς ὕψος μὴ ἐπαίροι τὰς ὄψεις, κάτω δὲ εἰς γῆν τὰς χεῖρας βαλὼν καὶ χαμαὶ εἰς ἔδαφος ῥίψας ἐν πηλῷ καὶ βορβόρῳ τὰς οὐρανίους δυνάμεις ἐπιζητοίη. οὕτω δὴ καὶ τὸ τῶν ἀνθρώπων γένος φρενοβλαβείᾳ καὶ δαιμόνων ἀπάτῃ πονηρῶν τὴν ἐπέκεινα οὐρανοῦ τε καὶ κόσμου θείαν καὶ νοητὴν οὐσίαν κάτω που ἐν σωμάτων γενέσει καὶ θνητῶν πάθεσί τε καὶ θανάτοις ἐπέπειστο εἰναι. οἱ δ' εἰς τοσοῦτον ἤλαυνον ἀνοίας, ὡς καὶ τὰ φίλτατα θύειν αὐτοῖς μηδὲ φειδὼ ποιεῖσθαι τῆς φύσεως, ἀλλ’ ἤδη καὶ τὰ μονογενῆ καὶ ἀγαπητὰ τῶν τέκνων μανίᾳ καὶ διανοίας ἐκστάσει κατασφάττειν. καὶ τί γὰρ ἂν γένοιτο τούτου μανικώτερον θύειν ἀνθρώπους καὶ τὰς πόλεις ἁπάσας καὶ τοὺς αὐτῶν οἵκους ἐμφυλίοις μολύνειν φόνοις; ἢ οὐ ταῦτα Ἑλλήνων παῖδες μαρτυροῦσι καὶ πᾶσά γε ἡ ἱστορία τῆς τούτων μνήμης πεπλήρωται; Κρόνῳ μὲν γὰρ Φοίνικες καθ’ ἕκαστον ἔτος ἔθυον τὰ ἀγαπητὰ καὶ μονογενῆ τῶν τέκνων, τῷ δ’ αὐτῷ τούτῳ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτνιῶνι ἕκτῃ ἱσταμένου ἀνθρώπους ἔσφαττον. ἐν δὲ Σαλαμῖνι ὑφ' ἔνα περίβολον Ἀθηνᾶς Ἀγραύλιδος καὶ Διομήδους ἐλαυνόμενός τις ἀνὴρ τρὶς περιέθει τὸν βωμόν, ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ τοῦ στομάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὁλοκαύτιζεν. ἐγίγνοντο δὲ καὶ ἐπὶ τῆς Αἰγύπτου πλεῖσται ὅσαι ἀνθρωποκτονίαι, ἐθύοντό τε τῇ Ἥρᾳ ἐν Ἡλίου πόλει τῆς ἡμέρας τρεῖς, ἀνθ’ ὧν Ἀμόσης ὁ βασιλεὺς τὸ δεινὸν συνιδὼν κηρίνους τοὺς ἴσους ἐκέλευσεν έπιτίθεσθαι. καὶ ἐν Χίῳ δὲ τῷ Ὠμαδίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες ἔθυον, καὶ ἐν Τενέδῳ δὲ ὡσαύτως, ἐν δὲ Λακεδαίμονι τῷ Ἄρει τὴν δί ἀνθρώπων ἐτέλουν θυσίαν. καὶ ἐν Κρήτῃ δὲ αὐτὸ τοῦτ' ἄπραττον, ἀνθρωποθυτοῦντες τῷ Κρόνῳ. Ἀθηνᾷ δὲ παρθένος κατ' ἔτος ἐθύετο ἐν Λαοδαμείᾳ τῆς Συρίας, νῦν δὲ ἔλαφος. οὐ μὴν ἀλλὰ καὶ Λίβυες καὶ Καρχηδόνιοι ταῖς ἀνθρωποθυσίαις τοὺς ἑαυτῶν ἱλεοῦντο θεούς. καὶ Δουματηνοὶ δὲ τῆς Ἀραβίας καθ' ἕκαστον ἔτος ἔθυον παῖδα, ὃν ὑπὸ τὸν βωμὸν ἔθαπτον, κοινῶς δὲ πάντας Ἕλληνας, πρὶν ἐπὶ πολέμους ἐξιέναι, ἀνθρωποκτονεῖν ἡ ἱστορία διδάσκει, Θρᾷκας τε καὶ Σκύθας ὁμοίως. Ἀθηναῖοι δὲ τὰς Λεὼ κόρας καὶ τὴν Ἐρεχθέως θυγατέρα σφαγιασθεῖσαν μνημονεύουσιν. ἀλλ' ἔτι καὶ νῦν τίς ἀγνοεῖ κατὰ τὴν μεγάλην πόλιν τῇ τοῦ Λατιαρίου Διὸς ἑορτῇ σφαγιαζόμενον ἄνθρωπον; ταῦτα μὲν φιλοσόφων οἱ καὶ δοκιμώτατοι μεμαρτυρήκασιν οὕτως ἔχειν. Διόδωρος δὲ ὁ τὰς βιβλιοθήκας ἐπιτεμὼν φησὶ τῷ Κρόνῳ διακοσίους τῶν ἐπιφανεστάτων παίδων δημοσίᾳ θῦσαι τοὺς Λίβυας, οὐκ ἐλάττους δὲ ἐπιδοῦναι τῇ θυσίᾳ τριακοσίους ἑτέρους, ὁ δὲ τῆς Ῥωμαϊκῆς ἱστορίας συγγραφεὺς Διονύσιος αὐτὸν ὀνομαστὶ τὸν Δία καὶ τὸν Ἀπόλλωνα αἰτῆσαι ἀνθρωποθυσίας ἐν Ἰταλίᾳ παρὰ τῶν καλουμένων Ἀβοριγινῶν. τοὺς αἰτηθέντας οὖν φησι καρπῶν μὲν ἁπάντων τὸ λάχος ἀποθῦσαι τις θεοῖς· ὅτι δὲ μὴ καὶ ἀνθρώπους ἔθυσαν, παντοίαις περιπεσεῖν συμφοραῖς, μὴ πρότερόν τε κακῶν παῦλαν σχεῖν ἢ δεκατεῦσαι ἑαυτούς· οὕτω δ' οὖν ἀνθρώπων δεκάτας ἀφαιρουμένους τε καὶ θύοντας ἐρημίας αἰτίους γενέσθαι τῇ χώρᾳ. τοσούτοις κακοῖς τὸ πᾶν τῶν ἀνθρώπων γένος πάλαι πρότερον κατετρύχετο. οὐκ ἤρκει δ ἐπὶ τούτοις τὸ κακῶς πράττειν, μυρίαις δὲ καὶ ἄλλαις ἀνηκέστοις καταδεδούλωτο συμφοραῖς. όμοῦ γὰρ τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη, Ἕλληνά τε καὶ βαρβάρα, ὡς ὑπὸ δαιμονικῆς ἐνεργείας οἰστρούμενα δεινῇ καὶ χαλεπωτάτῃ νόσῳ διεστασίαζεν, τῷ ἄμικτον εἶναι καὶ ἀκατάλλακτον αὐτὸ πρὸς ἑαυτὸ τὸ τῶν ἀνθρώπων γένος, ὧδε κἀκεῖσε τοῦ μεγάλου σώματος τῆς κοινῆς φύσεως διεσπασμένου, ἐφ' ἑκάστῃ γωνίᾳ γῆς ἀποστατούντων ἀνθρώπων νόμοις τε καὶ πολιτείαις διαμαχομένων ἀλλήλοις, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξαγριουμένων πυκναῖς ταῖς κατ’ ἀλλήλων ἐπαναστάσεσιν, ὥστ' ἀεὶ καὶ διὰ παντὸς τοῦ βίου μάχαις ταῖς κατ' ἀλλήλων καὶ πολέμοις σχολάζειν , μὴ ἐξεῖναί τέ ποι τῷ βουλομένῳ στέλλεσθαι μὴ πολεμίου τρόπον καθωπλισμένῳ, κατ’ ἀγρούς τε καὶ κατὰ κώμας ξιφηφορεῖν τοὺς γεωπόνους καὶ μᾶλλον τῶν πρὸς γεωργίαν ὀργάνων τὰς ἐνόπλους κεκτῆσθαι παρασκευάς, τό τε ληΐζεσθαι ἀνδραποδίζεσθαι τοὺς ἐκ γειτόνων ἐπ' ἀρετῆς τίθεσθαι μέρει. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξ αὐτῶν, ὧν ἐλογοποίησαν περὶ τῶν οἰκείων θεῶν, αἰσχρᾶς καὶ παρανόμου ζωῆς ἐφόδια προσλαβόντες, παντοίοις τρόποις ἀκολασίας ὁμοῦ τοῖς σώμασι καὶ τὰς αὐτῶν ψυχὰς προσδιέφθειραν. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς ὅρους ὑπερβάβτες τῆς φύσεως ἐπέκεινα ἐχώρουν ἀρρητοποιΐας καὶ τὰ ἄπιστα κατ' ἀλλήλων ἐμπαροινοῦντες· „ἄρρενές τε ἐπ' ἄρσεσι ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες,“ ᾗ φασὶν ἰεροὶ λόγοι. καὶ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς περὶ θεοῦ φυσικὰς ἐννοίας παρατρέψαντες ἀπρονόητα μὲν καὶ ἀνεπιτρόπευτα τὰ τῇδε πάντα ἡγοῦντο, ἀλόγῳ δὲ καὶ αὐτομάτῳ φύσει εἱμαρμένης τε ἀνάγκῃ τὴν τοῦ παντὸς οὐσίωσίν τε καὶ σύστασιν ἀνετίθεσαν. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς σφῶν ψυχὰς αὐτοῖς συνδιαφθείρεσθαι τοῖς σώμασιν ὑπολαμβάνοντες θηριώδη ζωὴν καὶ βίον ἀβίωτον διῆγον, οὐ ψυχῆς οὐσίαν διερευνώμενοι, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐκ ἀρετῆς ἔπαθλα, οὐκ ἀδίκου βίου τιμωρίας ἐν νῷ βαλλόμενοι, ἤδη δὲ καὶ ὅλα ἔθνη πολυτρόποις κακίας εἴδεσι θηριώδει κατετήκονο βίῳ, οἱ μὲν μητράσι μιγνύμενοι μίξιν ἔκθεσμον καὶ παρανομωτάτην, οἱ δὲ τὰς ἀδελφὰς αὐτῶν γαμοῦντες, οἱ δὲ τὰς αὐτῶν θυγατέρας διαφθείροντες, καὶ οἱ μὲν τοὺς ἐπιδημοῦντας ξένους κατασφάττοντες, οἱ δὲ καὶ κρεῶν ἀνθρωπείων ἀπογευόμενοι, οἱ δ' ἀγχόνῃ τοὺς γεγηρακότας ἀποπνίγοντες κἄπειτα τούτοις ἑστιώμενοι, οἱ δὲ κυσὶν ἔτι ζῶντας παραβάλλοντες. ἐπιλείψει με ὁ χρόνος τὰ πάντα τῆς παλαιᾶς νόσου τῆς δὴ τὸ πᾶν τῶν ἀνθρώπων γένος κεκρατηκυίας διηγούμενον, ταῦτα καὶ ἀδελφὰ τούτοις μυρία, ὡν δὴ χάριν ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος, τῆς ἐν ἀνθρώποις λογικῆς ἀγέλης οἶκτον λαβών, πάλαι μὲν διά τινων αὐτοῦ προφητῶν καὶ ἔτι πάλαι πρότερον δι’ ἑτέρων θεοφιλῶν ἀνδρῶν καὶ μετὰ τούτους διὰ τῶν μετέπειτα γνωρίμων ἐπὶ τὴν σφῶν θεραπείαν ἀνεκαλεῖτο τοὺς ἀπεγνωσμένους, νόμοις καὶ παραινέσεσι ποικίλαις διδασκαλίαις τε παντοίαις προοίμί ὄττα καὶ στοιχεῖα θεοσεβίας εἰς ἀνθρώπους καταβαλλόμενος. ὡς οὖν οὐκέτ’ ἀνθρωπείας δυνάμεως κρείττονος δὲ ἢ κατὰ ἄνθρωπον ἐδεῖτο βοηθοῦ τὸ θνητὸν γένος, ὅδε κἀκεῖσε πλανώμενον ἀφειδῶς τε σπαραττόμενον οὐχ ὑπὸ λύκων καὶ θηρίων ἀτιθάοων, δεινῶν δὲ καὶ ἀγρίων ὑπὸ δαιμόνων καὶ πνευμάτων ἀπηνῶν καὶ ψυχοφθόρων, ἧκεν λοιπὸν ἡμῖν αὐτὸς μάλα προθύμως καὶ παρῆν ἐφ' ἡμετέρας παρεμβολὲς ὁ τοῦ θεοῦ λόγος, πατρὸς παναγάθου πειθαρχῶν νεύματι. αἰτία δ’ ἦν αὐτῷ τῆς ἐνταυθοῖ παρουσίας τὰ δεδηλωμένα, ὧν δὴ ἕνεκα πάντων εἰς θνητῶν ὁμιλίας παριὼν οὐχ ὅπερ αὐτῷ σύνηθες ἦν τοῦτ' ἔπραττεν, ἀσωμάτῳ μὲν ὄντι καὶ τὸν ἅπαντα κόσμον ἀφανῶς ἐπιπορευομένῳ ἔργοις δ’ αὐτοῖς οὐρανίοις τε καὶ τοῖς κατὰ γῆν τὰς αὐτοῦ μεγαλουργίας ἐκφαίνοντι, καινοτέρῳ δὲ καὶ τὸν συνήθη παραλλάττοντι τρόπῳ. δι' ὀργάνου γάρ τοι θνητοῦ τὰς πρὸς τοὺς θνητοὺς ὁμιλίας τε καὶ διατριβὰς ὑπῄει, τὸ θνητὸν διὰ τοῦ ὁμοίου σῶσαι προμηθούμενος.

Digamos, pois, o que se segue e esclareçamos a causa pela qual o tão grande Logos de Deus realizou a sua descida aos homens. A este Logos de Deus, que preside ao céu e à terra, gerado a partir da própria fonte da divindade paterna suprema, e que, embora nem sempre esteja visivelmente presente e habitando com o mundo, oferece manifestos sinais da sua providência e do seu cuidado para com os homens, o gênero dos homens insensatos, sem raciocinar, atribuiu a venerável designação ao sol, à lua, ao céu e aos astros.

E não pararam por aí, mas também divinizaram a natureza terrena, os frutos da terra e toda sorte de alimentos dos corpos, criando ídolos de Deméter, de Core, de Dioniso e de outros semelhantes a estes. E não pararam por aí, mas também não hesitaram em proclamar deuses os pensamentos da sua própria mente e o próprio verbo que os interpreta, chamando a mente de Atena, e o verbo de Hermes, e declarando as faculdades voltadas para os estudos como Mnemosine e as Musas. E não pararam por aí, mas, aumentando ao extremo de sua impiedade o absurdo de suas próprias paixões, que deveriam evitar e curar com a razão temperante, divinizaram-nas, chamando o próprio desejo e a enfermidade apaixonada e desregrada das almas...

...as partes e membros do corpo que arrastam para a obscenidade, bem como a falta de controle sobre os prazeres vergonhosos, de Eros, Príapo, Afrodite e outros nomes parentes destes.

E não pararam por aí, mas, caindo naquilo que diz respeito à geração dos corpos e a esta vida mortal inferior, divinizaram homens mortais e, após a morte comum, proclamaram-nos heróis e deuses, suspeitando que a essência imortal e divina andasse errante em torno de monumentos e túmulos. E não pararam por aí, mas também honraram com a venerável designação toda espécie de animais irracionais e os mais nocivos dos répteis. E não pararam por aí, mas, cortando carvalhos, talhando pedras e escavando metais da terra, de bronze, de ferro e de outra matéria, moldaram imagens de fêmeas e formas de machos, bem como aparências de feras e de répteis, e depois atribuíram-lhes honras. E não pararam por aí, mas também atribuíram a mesma assistência divina aos demônios perversos que habitam nas estátuas, ocultando-se em recessos sombrios, e que cobiçam as libações e os vapores dos sacrifícios. E não pararam por aí, mas também, por meio de certos encantamentos de magia proibida, e por cantos e fórmulas ilícitos e constrangedores, atraíram para si mesmos como assistentes potências invisíveis que voam pelo ar.

Por outro lado, deificaram homens mortais uns após os outros; pois os filhos dos gregos honraram Dioniso, Hércules, Esculápio, Apolo e outros homens com a denominação de heróis e deuses, enquanto os egípcios consideraram deuses a Hórus, Ísis, Osíris e a outros homens semelhantes; e os sábios que se vangloriavam de sua extrema sabedoria, da invenção da geometria, da astronomia e da aritmética, não souberam nem compreenderam como pesar em si mesmos e calcular a diferença entre os limites do poder de Deus e a natureza mortal e irracional. Por isso, não hesitaram em chamar deuses a toda sorte de animais disformes, a toda espécie de feras e a répteis venenosos; e os fenicios, por sua vez, proclamaram deuses a Melcart, a Usoro e a outros homens mortais ainda mais desonrados, como também os filhos dos árabes a um certo Dusares e Obodas, os getas a Zamolxis, os cílices a Mopso, os tebanos a Anfiarau, e outros a outros, homens que em nada diferiam da natureza dos mortais, sendo na verdade puramente homens.

Assim, pois, todos juntos, egípcios, fenícios, gregos e todo o gênero mortal, até onde os raios do sol iluminam, divinizaram as partes do mundo e os seus elementos, os frutos que brotam da terra, as suas próprias paixões e até as loucuras e fantasias demoníacas, e, antes de tudo isso, homens mortais sujeitos às misérias humanas; homens que, durante o tempo em que viveram, não estabeleceram escolas de virtude, nem elaboraram ensinamentos de vida temperante para os homens, nem formularam doutrinas filosóficas, nem realizaram obra alguma de utilidade proveitosa, nem deixaram discípulos da virtude, nem transmitiram discursos ou escritos que servissem para uma vida reta; mas, ocupando-se com concubinas e prazeres torpes, por obra de um erro cego e fortuito de alguma influência demoníaca, proclamaram-nos deuses e heróis, honrando-os com sacrifícios e ritos acompanhados de fraudes mágicas, erguendo-lhes templos e santuários pelas cidades e campos, ao passo que em nada estimaram o único e verdadeiro Logos de Deus, que está além do mundo, Soberano supremo e Criador de todas as coisas. E chegaram a tal ponto de loucura e demência que proclamavam deuses a esses homens quaisquer e, ao mesmo tempo, atribuíam-lhes de imediato as paixões dos mortais, imputando-lhes amores ilícitos, ações vergonhosas, desgraças de vida e mortes. E depois, afirmando tais coisas não por calúnia de terceiros, mas sendo eles próprios testemunhas disso, e confessando os seus desvios, lutos, mortes e, antes de tudo, os seus adultérios, corrupções de homens e raptos de mulheres, nem por isso deixavam de encher todas as cidades, aldeias e campos de templos, estátuas e santuários, perdendo as suas próprias almas pela semelhança de comportamento com esses deuses.

Pois deuses, filhos de deuses, heróis e bons demônios era o que neles se ouvia em palavras, mas na prática ocorria o oposto; com efeito, celebravam o que é contrário pelo seu contrário, como se alguém, querendo mostrar o sol e as luzes celestes, em vez de elevar os olhos para o alto, baixasse as mãos para a terra, lançando-se ao solo para buscar no lodo e no lamaçal as potências celestes. Do mesmo modo, o gênero humano, por demência mental e pelo engano de demônios perversos, convenceu-se de que a essência divina e inteligível, que está além do céu e do mundo, estava cá embaixo, na geração dos corpos, nas paixões e nas mortes dos mortais.

E chegaram a tal ponto de insensatez que sacrificavam a eles os seus entes mais queridos, sem poupar a própria natureza, mas já imolando com furor e êxtase mental os filhos únicos e amados. E o que poderia ser mais insano do que imolar seres humanos e manchar com homicídios fraternos todas as cidades e as suas próprias casas? Ou não testemunham isso os filhos dos gregos, e toda a história não está repleta da memória destas coisas? Pois os fenícios, a cada ano, sacrificavam a Cronos os filhos amados e únicos; e em Rodes, no dia seis do início do mês de Metagitnião, imolavam homens a este mesmo deus. Em Salamina, num mesmo recinto de Atena Agraulo e de Diomedes, um homem conduzido corria três vezes ao redor do altar e, depois, o sacerdote o feria no estômago com uma lança, queimando-o por inteiro sobre a pira acesa. Ocorriam também no Egito muitíssimos homicídios semelhantes: imolavam-se três homens por dia a Hera na cidade de Heliópolis, em lugar dos quais o rei Amósis, percebendo a gravidade do fato, ordenou que se oferecessem figuras de cera de igual número. Em Quios, sacrificavam um homem despedaçando-o em honra a Dioniso Omadio, e do mesmo modo em Tenedos; em Lacedemônia, realizavam o sacrifício de homens em honra a Ares. E também em Creta faziam o mesmo, imolando homens a Cronos. Em Laodiceia da Síria, sacrificava-se anualmente uma virgem a Atena, e hoje uma corça. E não só isso, mas também líbios e cartagineses aplacavam os seus deuses com sacrifícios humanos. E os dumatenos...

...da Arábia, sacrificavam anualmente um menino, a quem enterravam sob o altar; e a história nos ensina que, de modo geral, todos os gregos, bem como os trácios e citas, imolavam homens antes de partir para a guerra. Os atenienses recordam o sacrifício das filhas de Leos e da filha de Erecteu. E quem ignora que, ainda hoje, na grande cidade, imola-se um homem na festa de Júpiter Laciário?

Estas coisas foram testemunhadas como verdadeiras pelos mais reputados filósofos. Diodoro, o epítome das bibliotecas, diz que os líbios sacrificavam publicamente a Cronos duzentos dos meninos mais nobres, e que não menos de outros trezentos se ofereciam voluntariamente ao sacrifício. E o historiador da história romana, Dionísio, relata que o próprio Júpiter e Apolo exigiram sacrifícios humanos na Itália por parte dos chamados aborígenes; e diz que os que foram instados a tal sacrificaram a décima parte de todos os frutos aos deuses, mas por não terem sacrificado também homens, caíram em toda sorte de calamidades, não encontrando alívio para os seus males até que fizessem o dízimo de si mesmos; e assim, dizimando e sacrificando seres humanos, causaram a despovoação da terra. Com tantos males o gênero humano se consumia nos tempos antigos.

E não bastava, além disso, a infelicidade dessas práticas, mas estavam subjugados a milhares de outras calamidades incuráveis. Pois ao mesmo tempo as nações de toda a terra habitada, gregos e bárbaros, como que fustigados por uma atividade demoníaca, dividiam-se numa terrível e gravíssima discórdia, por ser o gênero humano insociável e irreconciliável consigo mesmo, estando assim despedaçado este grande corpo da natureza comum; em cada canto da terra, homens rebelados combatiam-se uns aos outros por meio de leis e governos diversos, e não apenas isso, mas também se enfureciam em frequentes revoltas mútuas, de modo que durante toda a vida se dedicavam a combates e guerras uns contra os outros, não sendo permitido a quem quer que desejasse viajar sem estar armado como em tempo de guerra, e os camponeses andavam de espada em punho pelos campos e aldeias, possuindo mais armas de guerra do que instrumentos agrícolas, considerando o saquear e escravizar os vizinhos como parte da virtude.

E não apenas isso, mas, tirando dessas mesmas histórias que criaram sobre os seus próprios deuses os incentivos para uma vida infame e ilícita, corrompiam com toda sorte de dissoluções corporais as suas próprias almas. E não apenas isso, mas, transgredindo as leis da natureza, entregavam-se a abominações indizíveis e a atrocidades inacreditáveis uns contra os outros: "homens cometendo torpezas com homens e recebendo em si mesmos a justa retribuição do seu desvio", como dizem as sagradas Escrituras. E não apenas isso, mas, pervertendo as noções naturais sobre Deus, julgavam que todas as coisas deste mundo estavam privadas de providência e de governo, e atribuíam a constituição e a ordem do universo a uma natureza irracional e fortuita, bem como à necessidade do destino.

E não apenas isso, mas, supondo que as suas almas pereciam junto com os corpos, levavam uma vida bestial e uma existência intolerável, sem examinar a essência da alma, sem esperar os tribunais do juízo divino, sem levar em consideração os prêmios da virtude nem os castigos de uma vida injusta; e assim, nações inteiras consumiam-se em vidas bestiais sob variadas formas de malícia, misturando-se alguns com as próprias mães em uniões ilícitas e abomináveis, casando-se outros com as suas irmãs, corrompendo outros as próprias filhas; e uns assassinando os estrangeiros que ali aportavam, outros alimentando-se de carne humana, outros estrangulando com cordas os que envelheciam e depois banqueteando-se com eles, e outros lançando-os ainda vivos aos cães.

Faltar-me-ia o tempo se eu narrasse todas as particularidades dessa antiga enfermidade que dominara todo o gênero humano. Por causa dessas coisas e de milhares de outras semelhantes, o Logos de Deus, amigo dos homens, apiedando-se do rebanho racional entre os homens, outrora, por meio de alguns de seus profetas, e muito antes por meio de outros homens caros a Deus, e depois destes por meio de seus discípulos subsequentes, chamava de volta os desesperados para a sua cura, lançando entre os homens leis, exortações diversas e ensinamentos de toda sorte como prelúdios e elementos da piedade divina.

Como o gênero mortal já não necessitava de auxílio humano, mas de um auxílio superior ao homem, errando de um lado para o outro e sendo impiedosamente dilacerado não por lobos e feras indomáveis, mas por demônios terríveis e cruéis e por espíritos implacáveis e destruidores de almas, veio finalmente a nós o próprio Logos de Deus, com toda a prontidão, e apresentou-se em nossos acampamentos, obedecendo ao comando do Pai perfeitamente bom.

E a causa da sua presença entre nós eram as coisas já expostas, pelas quais, vindo a conviver com os mortais, não agiu segundo o seu costume — sendo Ele incorpóreo e percorrendo invisivelmente todo o universo, manifestando as suas grandiosas obras pelas próprias obras celestes e terrestres —, mas de um modo novo e diferente do habitual. Pois, valendo-se de um instrumento mortal, realizou a sua convivência e conversação com os mortais, provendo a salvação do mortal por meio do que lhe é semelhante.

XIV

Φέρε δὴ μετὰ ταῦτα καὶ δι’ ἣν αἰτίαν ὀργάνῳ σώματι χρησάμενος εἰς ἀνθρώπων διατριβὰς παρῄει ὁ ἀσώματος τοῦ θεοῦ λόγος ἐξείπομεν. καὶ πῶς ἂν ἄλλως θεία καὶ ἀναφὴς ἄυλός τε καὶ ἀόρατος οὑσία τοῖς ἐν γενέσει τὸν θεὸν καὶ ἐπὶ γῆς κάτω ζητοῦσιν, ἄλλως τε οὐ δυναμένοις ἢ μὴ βουλομένοις τὸν τῶν ἀπάντων γενεσιουργόν τε καὶ ποιητὴν ἐποπτεύειν, ἢ δέ ἀνθρωπείου σχήματός τε καὶ εἴδους ἑαυτὴν ἔφηνεν; ὅθεν δι’ ὀργάνου θνητοῦ, καταλλήλου βοηθήματος, τοῖς θνητοῖς εἰς ὁμιλίαν κατῄει, ὅτι δὴ τοῦτ' αὐτοῖς φίλον ἦν· τὰ ὅμοια γοῦν, φασί, τοῖς ὁμοίοις φίλα. τοῖς δῆτα χαίρουσι τῇ τῶν ὁρωμένων αἰσθήσει, ἐν ἀγάλμασί τε καὶ ξοάνων ἀψύχων γλυφαῖς θεοὺς ἀναζητοῦσιν, ἐν ὕλῃ τε καὶ σώμασιν τὸ θεῖον εἶναι φανταζομένοις, θνητούς τε ἄνδρας τὴν φύσιν θεοὺς ἀναγορεύουσιν, καὶ ταύτῃ πη ἑαυτὸν ὁ τοῦ θεοῦ λόγος ἐδείκνυ. διὸ δὴ νεὼν πανάγιον αὐτὸς αὐτῷ σωματικὸν ὄργανον κατεσκευάσατο, λογικῆς δυνάμεως αἰσθητικὸν οἰκητήριον, ἄγαλμα σεμνὸν καὶ πανίερον, ξοάνου παντὸς ἀψύχου προτιμότερον. τὸ μὲν γὰρ ἐξ ὕλης ἀψύχου δείκηλον, χερσὶ βαναύσων ἀνδρῶν ἐν εἰκόνι χαλκοῦ καὶ σιδήρου χρυσοῦ τε καὶ ἐλέφαντος λίθων τε καὶ ξύλων ἐν ὕλῃ τετεχνασμένον, προσφυὲς ἂν εἴη δαιμόνων οἰκητήριον· τὸ δ' ἔνθεον ἄγαλμα σοφίας ἐνθέου δυνάμει πεποικιλμένον ζωῆς μετεῖχεν καὶ νοερᾶς οὐσίας, ἄγαλμα πάσης ἀρετῆς ἔμπλεων, ἄγαλμα θείου λόγου οἰκητήριον νεώς τε ἅγιος θεοῦ. οὗ δὴ ὁ ἔνοικος λόγος θνητοῖς μὲν διὰ τοῦ συγγενοῦς συνῆν τε καὶ ἐγνωρίζετο, οὐ μὴν ὑπέπιπτε ταῖς όμοιοπαθείαις, οὐδ’ ἀνθρώπου ψυχῆς τρόπον τῷ σώματι κατεδεσμεῖτο, οὐδέ γε χείρων αὐτὸς αὐτοῦ γενόμενος τῆς οἰκείας θεότητος μετεβάλλετο. ὡς γὰρ οὐδ' ἡλίου φωτὸς πάθοιεν ἄν τι ἀκτῖνες, τὰ πάντα πληροῦσαι καὶ σώμάτων νεκρῶν καὶ οὐ καθαρῶν ἐφαπτόμεναι, ταύτῃ πολὺ πλέον ἡ ἀσώματος τοῦ θεοῦ λόγου δύναμις οὔτ’ ἂν πάθοι τι τὴν οὐσίαν ἂν βλαβείη οὐδ' ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως επαφωμενη. οὕτω δῆτα ὁ κοινὸς ἀπάντων σωτὴρ εὐεργετικὸν ἑαυτὸν τοῖς πᾶσι καὶ σωτήριον παρέσχε δι' ὀργάνου οὗ προβέβλητο ἀνθρωπίνου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας τὴν σοφίαν δεικνύμενος. Ὀρφέα μὲν δὴ μῦθος Ἑλληνικὸς παντοῖα γένη θηρίων θέλγειν τῇ ᾠδῇ ἐξημεροῦν τε τῶν ἀγρίων τοὺς θυμούς, έν ὀργάνῳ πλήκτρῳ κρουομένων χορδῶν, παραδίδωσιν, καὶ τοῦθ’ Ἑλλήνων ᾄδεται χορῷ, καὶ πιστεύεται ἄψυχος λύρα τιθασεύειν τοὺς θῆρας καὶ δὴ καὶ τὰ δένδρα τὰς φηγοὺς μεταβάλλειν μουσικῇ εἴκοντα. τοιγαροῦν ὁ πάνσοφος καὶ παναρμόνιος τοῦ θεοῦ λόγος ψυχαῖς ἀνθρώπων πολυτρόποις κακίαις ὑποβεβλημέναις παντοίας θεραπείας προβαλλόμενος, μουσικὸν ὄργανον χερσὶ λαβών, αὐτοῦ ποίημα σοφίας, τὸν ἄνθρωπον, ᾠδὰς καὶ ἐπῳδὰς διὰ τούτου λογικοῖς ἀλλ’ οὐκ ἀλόγοις θηρσὶν ἀνεκρούετο. πάντα τρόπον ἀνήμερον Ἑλλήνων τε καὶ βαρβάρων πάθη τε ἄγρια καὶ θηριώδη ψυχῶν τοῖς τῆς ἐνθέου διδασκαλίας φαρμάκοις ἐξιώμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς τὸ θεῖον ἐν γενέσει καὶ σώμασιν ἀναζητούσαις οἷά τις ἰατρῶν ἄριστος συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι θεὸν έν ἀνθρώπῳ παρίοτη. κἄπειτα σωμάτων οὐχ ἧττον ἢ ψυχῶν έπιμελόμενος, σαρκὸς μὲν ὀφθαλμοῖς . . ὁρᾶν θαύματά τινα παράδοξα καὶ θεϊκὰς τερατείας τε καὶ δυνάμεις, ἀκοαῖς δὲ πάλιν σαρκὸς τὰς διὰ γλώττης καὶ σαρκὸς ὑπήχει διδασκαλίας, πάντα δ’ ἐπετέλει δι' οὗ ἀνείληφεν ἀνθρώπου τοῖς οὐκ ἄλλως ἢ μόνως οὕτως τῆς τοιαύτης θεότητος συναισθέσθαι δυναμένοις. καὶ ταῦτα ταῖς πατρικαῖς βουλαῖς διηκονεῖτο, μένων πάλιν αὐτὸς ἄυλος, οἷος καὶ πρὸ τούτου παρὰ τῷ πατρὶ ἦν, οὔτι μεταβαλὼν τὴν οὐσίαν, οὐδ’ ἀφανισθείσης τῆς αὐτοῦ φύσεως, οὐδέ γε τοῖς τῆς σαρκὸς δεσμοῖς πεδηθείς, οὐδ' ὧδε μὲν ἔνθα ἦν αὐτῷ τὸ ἀνθρώπειον σκεῦος τὰς διατριβὰς ποιούμενος, ἐν ἑτέροις δὲ εἶναι τοῦ παντὸς κεκωλυμένος. ἀλλὰ γὰρ καὶ ἐν τῷ τότε, καθ’ ὅ ἐν ἀνθρώποις ἐπολιτεύετο, τὰ πάντα ἐπλήρου, καὶ τῷ πατρὶ συνῆν, καὶ ἐν αὐτῷ γε ἦν, καὶ τῶν πάντων ἁθρόως καὶ ἐν τῷ τότε τῶν τε κατ' οὐρανὸν καὶ ἐπὶ γῆς ἐπεμέλετο, οὐδαμῶς τῆς πανταχόσε παρουσίας ὁμοίως ἡμῖν ἀποκλειόμενος οὐδὲ τὰ θεῖα πράττειν συνήθως παραποδιζόμενος, ἀλλὰ τὰ μὲν ἐξ αὐτοῦ παραδιδοὺς τῷ ἀνθρώπῳ τὰ δ' ἐκ τοῦ θνητοῦ μὴ ἀντιλαμβάνων, καὶ τῆς μὲν ἐνθέου δυνάμεως τῷ θνητῷ χορηγῶν τῆς δ' ἐκ τοῦ θνητοῦ μετουσίας μὴ ἀντεπαρυόμενος. οὔκουν ἐμολύνετο τικτομένου τοῦ σώματος, οὐδὲ τὴν οὐσίαν ἔπασχεν ὁ ἀπαθὴς τοῦ θνητοῦ πάλιν αὐτῶ̣ διαιρουμένου· ἐπεὶ μηδὲ τῆς λύρας εἰ οὕτω τύχοι κοπτομένης ἢ τῶν χορδῶν διασπωμένων πάσχειν εἰκὸς τὸν ἀνακρουόμενον, οὐδέ γε σοφοῦ τινος ἀνδρὸς τιμωρουμένου σώματος τὴν ἐν τῷ σοφῷ σοφίαν ἢ τὴν ἐν τῷ σώματι ψυχὴν κόπτεσθαι ἢ καίεσθαι φαίημεν ἂν εἰκότως. ταύτῃ τοι πολὺ πλέον οὐδὲ τὴν τοῦ λόγου δύναμιν βλάβος τι ἐκ τῶν τοῦ σώματος παθῶν ἀποφέρεσθαι φάναι εὔλογον, ὅτι μηδὲ τὸ τοῦ φωτὸς ἡμῖν ὑπόδειγμα χραίνεσθαι τὰς ἡλιακὰς ἀκτῖνας ἐπὶ γῆς οὐρανόθεν ἐκπεμπομένας πηλοῦ τε καὶ βορβόρου καὶ μιασμοῦ παντὸς ἐφαπτομένας συνεχώρει· φωτίζεσθαι μὲν γὰρ καὶ ταῦτα ἐκ τῶν τοῦ φωτὸς αὐγῶν οὐδὲν ἂν κωλύοι λέγειν, τὸ δέ γε μὴν φῶς οὐκέτι πηλοῦσθαι οὐδὲ τὸν ἥλιον μολύνεσθαι ἐκ τῆς τῶν σωμάτων ἐπιμιξίας. καὶ μὴν ταῦτά γε τῆς φύσεως οὐκ ἂν εἴη ἀλλότρια. ὸ δέ γε σωτὴρ καὶ ἀσώματος τοῦ θεοῦ λόγος, αὐτοζωὴ τυγχάνων καὶ αὐτοφῶς νοερόν, παντὸς οὗ δ’ ἂν ἐφάψηται ἐνθέῳ καὶ ἀσωμάτῳ δυνάμει, ζῆν τοῦτο ἀνάγκη καὶ ἐν λογικῷ διάγειν φωτί· ταύτῃ τοι καὶ σώματος οὗ δ'ὰν ἐφάψηται, ἡγίασται τοῦτο καὶ πεφώτισται αὐτίκα, πᾶσά τε νόσος αὐτῷ καὶ ἀρρωστία καὶ πάθος ὑπεξίσταται, ἀντιλαμβάνει δὲ τῆς ἐξ αὐτοῦ πληρώσεως τὰ ἐν στερήσει. διὸ δὴ τὸν πάντα βίον ταύτῃ πῃ διετέλει, τότε μὲν τοῦ σωματικοῦ ὀργάνου τὴν πρὸς ἡμᾶς ὁμοιοπάθειαν ὑποδεικνύς, τότε δὲ τὸν θεὸν λόγον ὑποφαίνων, μεγαλουργῶν καὶ παραδοξοποιῶν ὡς θεός, καὶ τῶν μελλόντων ἔσεσθαι προαναφωνῶν τὰς προρρήσεις, καὶ τὸν μὴ τοῖς πολλοῖς ὁρώμενον θεοῦ λόγον τοῖς ἔργοις αὐτοῖς ἐπιδεικνύμενος ἐν τεραστίαις πράξεσι, θαύμασί τε καὶ σημείοις καὶ παραδόξοις δυνάμεσι, ναὶ μὴν καὶ διδασκαλίαις ἐνθέοις ἄνω πρὸς τὸν ὑπερουράνιον τόπον τὰς ψυχὰς παρασκευάζεσθαι προαγούσαις.

Apresentemos, pois, a seguir, e por qual razão o Logos incorpóreo de Deus, servindo-se de um corpo como instrumento, veio a conviver com os homens. De que outro modo a essência divina, intangível, imaterial e invisível, se manifestaria aos que buscam a Deus na geração e cá embaixo na terra, sendo eles incapazes ou relutantes em contemplar o Criador e Artífice de todas as coisas, senão mostrando-se sob uma figura e forma humana?

Por isso, por meio de um instrumento mortal, auxílio adequado, desceu à convivência com os mortais, porque isso lhes era grato; pois diz-se que o semelhante é grato ao semelhante. Aos que se alegravam com a percepção das coisas visíveis, que buscavam deuses nas estátuas e nas esculturas de imagens inanimadas, que imaginavam estar o divino na matéria e nos corpos, e que proclamavam deuses homens mortais por natureza, o Logos de Deus manifestou-se por este mesmo meio.

Por essa razão, Ele mesmo edificou para si um templo sagrado, instrumento corporal, morada perceptível de uma potência racional, imagem venerável e santíssima, muito superior a qualquer estátua inanimada. Pois a efígie feita de matéria inanimada, fabricada pelas mãos de artesãos sob a imagem de bronze, ferro, ouro, marfim, pedras ou madeira, seria uma morada apropriada para demônios; mas a estátua divina, ornada pelo poder da sabedoria divina, participava da vida e da essência racional, imagem repleta de toda virtude, morada do Logos divino e templo sagrado de Deus.

No qual o Logos que habitava convivia com os mortais e se tornava conhecido por meio do que lhes era semelhante, mas sem sucumbir às mesmas paixões, nem se prender ao corpo à maneira da alma humana, nem se alterar em relação à sua própria divindade tornando-se inferior a si mesmo. Pois assim como os raios da luz do sol nada sofrem, embora preencham todas as coisas e toquem corpos mortos e não purificados, muito menos a potência incorpórea do Logos de Deus sofreria em sua essência, ou seria prejudicada, ou se tornaria alguma vez inferior a si mesma, ao tocar o corpo de modo incorpóreo.

Assim, o Salvador comum de todos apresentou-se a todos como benfazejo e salvador por meio do instrumento humano de que se revestira, como um músico que demonstra a sua sabedoria por meio da lira. O mito grego relata que Orfeu encantava toda espécie de feras com o seu canto e amansava a fúria dos animais selvagens ao ferir as cordas com o plectro do seu instrumento, e isso é cantado pelos coros dos gregos, crendo-se que uma lira inanimada domesticava as feras e até fazia mover as árvores e os carvalhos, obedecendo à música. Por conseguinte, o sapientíssimo e perfeitamente harmonioso Logos de Deus, oferecendo toda sorte de curas às almas dos homens sujeitas a múltiplos vícios, tomou nas mãos um instrumento musical, obra de sua própria sabedoria, o homem, e por meio dele entoava cantos e encantamentos aos animais racionais, mas não irracionais. Curando, por todos os meios, os costumes selvagens e as paixões cruéis e bestiais das almas de gregos e bárbaros com os remédios de seu ensinamento divino, e apresentando Deus em um homem, por meio de um auxílio semelhante e adequado, às almas enfermas que buscavam o divino na geração e nos corpos, como o melhor dos médicos.

E depois, cuidando dos corpos tanto quanto das almas, oferecia aos olhos da carne a visão de milagres extraordinários e de prodígios e poderes divinos, enquanto aos ouvidos da carne fazia soar os ensinamentos transmitidos por meio de uma língua de carne; e tudo realizava por meio do homem de quem se revestira, para aqueles que não podiam de outro modo senão apenas deste perceber tal divindade.

E nisso servia aos desígnios do Pai, permanecendo Ele mesmo imaterial, tal como antes disto estava junto ao Pai, sem em nada alterar a sua essência, sem que a sua natureza se desvanecesse, nem se prendesse com os liames da carne; nem tampouco limitando a sua presença ao lugar em que se encontrava o seu invólucro humano, nem sendo impedido de estar em outras partes do universo.

Mas, pelo contrário, também naquele tempo em que convivia com os homens, preenchia todas as coisas e estava com o Pai, e nele permanecia, e de todas as coisas simultaneamente cuidava, tanto das do céu quanto das da terra, de modo algum excluído da sua onipresença como nós, nem impedido de realizar as suas habituais obras divinas, mas comunicando ao homem o que provinha de Si mesmo e nada recebendo do que era mortal, e concedendo ao mortal o poder divino sem em nada partilhar da mortalidade.

Não foi, portanto, contaminado pelo nascimento do corpo, nem a sua essência sofreu quando o mortal foi por sua vez separado; pois assim como não é verossímil que o músico sofra caso a sua lira seja quebrada ou as suas cordas despedaçadas, tampouco diríamos com razão que, ao ser castigado o corpo de um sábio, a sabedoria que está no sábio ou a alma que está no corpo sejam cortadas ou queimadas.

Por essa razão, com muito maior razão não é plausível dizer que a potência do Logos receba qualquer dano das paixões do corpo, pois nem mesmo o nosso exemplo da luz permitia que os raios solares enviados do céu à terra fossem maculados ao tocar o lodo, o lamaçal e toda sorte de impurezas; com efeito, nada impede dizer que estas coisas são iluminadas pelo brilho da luz, mas a luz de modo algum se enlameia nem o sol se contamina pela mistura com os corpos.

E decerto estas coisas não seriam estranhas à natureza. O Salvador e Logos incorpóreo de Deus, sendo a própria Vida e a própria Luz inteligível, faz com que viva e habite em uma luz racional tudo aquilo que Ele toca com o seu poder divino e incorpóreo; por isso, também o corpo...

...que Ele toca, este é santificado e iluminado de imediato, e toda enfermidade, fraqueza e sofrimento dele se afasta, recebendo as coisas que estavam carentes a plenitude que provém d'Ele.

Por isso, conduzia a sua vida deste modo, ora demonstrando a semelhança de sentimentos com o nosso instrumento corporal, ora revelando o Deus Logos por meio de obras grandiosas e milagrosas como Deus, anunciando antecipadamente as predições das coisas futuras, e demonstrando com obras o Logos de Deus invisível à multidão em ações admiráveis, prodígios e sinais, e em poderes extraordinários, além de ensinamentos divinos que preparavam e elevavam as almas para a região supraceleste.

XV

Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ' ἢ αὐτὸ δὴ τὸ τοῦ τὸς κεφάλαιον ὁποίαν ἔσχε τὴν αἰτίαν ἐξειπεῖν, λέγω δὴ τὸ πολυθρύλητον τοῦ βίου τέλος καὶ τοῦ πάθους τὸν τρόΠον καὶ τῆς τὸν θάνατον ἀναβιώσεως αὐτοῦ τὸ μέγα θαῦμα. μετὰ δὲ τὴν τούτων θεωρίαν τὰς πάντων δι' ἐναργῶν πιστωσόμεθα μαρτυριῶν. ὀργάνῳ μὲν οὖν θνητῷ δἰ ὃς προείπομεν αἰτίας οἷα δὴ ἀγάλματι θεοπρεπεῖ κεχρημένος τούτῳ τε αὐτῷ οἷα μέγας βασιλεὺς δι' ἑρμηνέως τὸν ἀνθρώπειον διεξελθὼν βίον, πάντ' ἐπαξίως θεϊκῆς δυνάμεως διεπράξατο. εἰ μὲν οὖν ἄλλως πως μετὰ τὰς ἐν ἀνθρῶποις διατριβὰς ἀφανὴς γεγονὼς ἐξαίφνης ἀπέπτη, ὑποκλέψας λάθρα τὸν ἑρμηνέα καὶ τὸ οἰκεῖον ἄγαλμα φυγῇ τὸν θάνατον διαδρᾶναι σπουδάσας, κἄπειτά που τὸ θνητὸν αὐτὸς δι' ἑαυτοῦ φθορᾷ καὶ ἀπωλείᾳ συμψήσας, φάσματι ἂν ἐῴκει τοῖς πᾶσι καὶ οὔτ' ἂν αὐτὸς αὐτῷ τὰ πρέποντα διεπράξατο. ζωὴ μὲν τυγχάνων καὶ θεοῦ λόγος καὶ θεοῦ δύναμις· φθορᾷ δὲ καὶ ἀπωλείᾳ τὸν αὐτὸς αὐτοῦ παραδοὺς ἑρμηνέα, οὔτ' ἂν τὰ κατὰ δαιμόνων αὐτῷ πεπραγμένα διὰ τῆς τοῦ θανάτου συμπλοκῆς τέλους ἠξιοῦτο, οὔτ’ ἂν ἐγνώσθη ὅπη ποτὲ ὑπῆρχεν χωρήσας, οὔτ’ ἂν ἐπιστεύθη τοῖς μὴ παρειληφόσιν , οὔτ’ ἂν θανάτου τὴν φύσιν ἐφάνη κρείττων, οὔτ' ἂν τὸ θνητὸν τῆς οἰκείας ἠλευθέρου φύσεως, οὔτ' ἂν καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἠκούσθη, οὔτ’ ἂν θανάτου καταφρονεῖν τοὺς αὐτοῦ μαθητὰς ἔπεισεν, οὔτ ἂν τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα τις τὴν αὐτοῦ διδασκαλίαν μετιοῦσι παρεστήσατο, οὕτ' ἂν τῶν αὐτοῦ λόγων τὰς ἐπαγγελίας ἐπλήρου, οὔτ’ ἂν ταῖς προφητικαῖς περὶ αὐτοῦ προρρήσεσι σύμφωνα παρεῖχε τὰ ἀποτελέσματα, οὔτ' ἂν τὸν ὕστατον ἀπάντων ἀγῶνα διῆλθεν· οὗτος δ’ ἦν ὁ κατὰ τοῦ θανάτου. διὸ δὴ τούτων ἕνεκα πάντων, ἐπειδὴ ἐχρῆν ἐξ ἅπαντος τὸ θνητὸν ὄργανον μετὰ τὴν αὐτάρκη διακονίαν, ἣν τῷ θείῳ λόγῳ διηκονήσατο, τέλους θεοπρεποῦς τυχεῖν, ταύτῃ πη καὶ αὐτῷ ὁ θάνατος οἰκονομεῖται. δυεῖν γὰρ λειπομένων τῷ τέλει, ἢ φθορᾷ καὶ ἀπωλείᾳ παραδοῦναι τὸ πᾶν καὶ τοῦ παντὸς δράματος αἰσχίστην ποιήτὴν τοῦ βίου καταστροφήν, ἢ θανάτου ἑωυτὸν κρείττονα ἀποφῆναι θεϊκῇ δυνάμει τὸ θνητὸν ἀθάνατον παραστησάμενον, τὸ μὲν πρῶτον ἀνοίκειον ἦν τῆς ἐπαγγελίας. οὐ οὐ γὰρ πυρὸς οἰκεῖον τὸ ψύχειν, οὐδὲ φωτὸς τὸ σκοτίζειν· οὕτως οὐδὲ ςωῆς τὸ θανατοῦν, οὐδὲ Μου λόγου τὸ παραλόγως ἐνεργεῖν. ποῖον οὖν οὖν λόγον τὸν ἑτέροις ζωὴν ἐπαγγελλόμενον τὸ οἰκεῖον ὄργανον φθειρόμενον παριδεῖν ἀπωλείᾳ τε παραδοῦναι τὸ αὐτοῦ ἄγαλμα, καὶ τὸν τῆς θεότητος αὐτοῦ ἑρμηνέα θανάτῳ λυμήνασθαι τὸν τοῖς πρόσφυξιν ἀθανασίαν προμνώμενον; οὐκοῦν τὸ δεύτερον ἀναγκαῖον ἦν, λέγω δὴ τὸ θανάτου κρείττονα ἑαυτὸν φῆναι; πῶς οὖν ἐχρῆν τοῦτο ποιήσασθαι; λαθραίως ἄρα καὶ κλοπιμαίως ἢ τοῖς πᾶσιν ἀριπρεπῶς καὶ καὶ ἀριδήλως; ἀλλὰ σκότιον μὲν καὶ κρυφαῖον αὐτῷ πραχθὲν τὸ κατόρθωμα μηδενί τε γνωσθὲν οὐδένα ἂν ὤνησεν· βοηθὲν δὲ καὶ ἀκουσθὲν εἰς ἅπαντας τοῖς πᾶσι τὴν ἐκ τοῦ θαύματος παρεῖχεν ὠφέλειαν. εἰκότως ἄρα, ἐπειδὴ ἐχρῆν τὸ αὐτοῦ ὄργανον κρεῖττον θανάτου φῆναι καὶ τοῦτο πρᾶξαι μὴ εἰς τὸ λεληθὸς ἀλλ' ἐπ' ὄψεσιν ἀνθρώπων, οὐ φεύγει μὲν τὸν θάνατον· ἠν γὰρ ἂν δειλὸς καὶ θανάτου χείρων ἐνομίσθη· διὰ δὲ τῆς πρὸς τὸν θάνατον συμπλοκῆς οἶα πρὸς ἀνταγωνιστὴν τὸ θνητὸν ἀθάνατον παρίστη, τὸν ἀγῶνα τοῦτον ὑπὲρ τῆς ἀπάντων σωτηρίας ζωῆς τε καὶ ἀθανασίας ἀναδεδεγμένος. ὥσπερ δὲ εἴ τις ἄκαυστον ἡμῖν καὶ πυρὸς κρεῖττον σκευός τι δεῖξαι ἠθέλησεν, οὐκ ἂν ἄλλως τὸ θαῦμα παρεστήσατο ἢ τῷ πυρὶ παραδοὺς τὸ μετὰ χεῖρας κἄπειτα αὐτὸ σῶον καὶ ἀδιάφθορον τοῦ πυρὸς ἐξελών, κατὰ ταῦτα δὴ καὶ ὁ τῶν ὅλων ζωοποιὸς τοῦ θεοῦ λόγος τὸ θνητὸν ὄργανον, ᾧ πρὸς ἀνθρώπων κέχρητο σωτηρίαν, κρεῖττον θανάτου δεῖξαι βουληθεὶς κοινωνόν τε ἀποφῆναι τῆς οἰκείας ζωῆς τε καὶ ἀθανασίας, εὐ μάλα χρησίμην ὑπῄει τὴν οἰκονομίαν, τὸ μὲν σῶμα πρὸς βραχὺ καταλιπὼν καὶ τὸ θνητὸν τῷ θανάτῳ παραδιδοὺς εἰς ἔλεγχον τῆς οἰκείας φύσεως, εἶτ' οὐκ εἰς μακρὸν αὐτὸ τοῦ θανάτου πάλιν ὑφαιρούμενος, εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, δι' ἧς παντὸς θανάτου κρείττονα τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν ζωὴν ἀίδιον ἔφαινεν. ἡ δ’ αἰτία πρόδηλος καὶ σαφής. ἐπειδὴ γὰρ τοῖς αὐτοῦ φοιτηταῖς ὀφθαλμοῖς ἰδεῖν ἀναγκαῖον ἦν ζωῆς τῆς μετὰ θάνατον ἐναργῆ τὴν παλιγγενεσίαν, ἐφ' ἣν τὰς αὐτῶν ἐλπίδας ἀναρτᾶν αὐτοὺς ἐδίδασκεν, κρείττονας εἶναι θανάτου παρασκευάζων , εἰκότως τοῦτ' αὐτοῖς ὁρᾶν ὀφθαλμοῖς παρεῖχεν· ἐχρῆν γὰρ τοὺς μέλλοντας εὐσεβῆ μετιέναι βίον τοῦτο πρῶτον πάντων ἀναγκαιότατον μάθημα δι' ἐναργοῦς ὄψεως παραλαβεῖν, καὶ πολὺ μᾶλλον ἐκείνους τοὺς εἰς ἅπασαν τὴν οἰκουμένην μέλλοντας αὐτὸν ὅσον οὕπω κηρύττειν καὶ τὴν ὑπ' αὐτοῦ πᾶσι τοῖς ἔθνεσι προβληθεῖσαν θεογνωσίαν εἰς πάντας καταγγέλλειν ἀνθρώπους. οὕς δὴ πεῖσμα μέγιστον ἀναλαβεῖν ἐχρῆν τῆς μετὰ τὸν θάνατον ζωῆς, ὡς ἂν ἀδεεῖς καὶ ἄφοβοι θανάτου τὸν κατὰ τῆς τῶν ἐθνῶν πολυθέου πλάνης ἀγῶνα προθύμως ἀναδέξοιντο· μὴ γὰρ θανάτου καταφρονεῖν μελετήσαντες, οὐκ ἂν πώποτε πρὸς τὰ δεινὰ παρεσκευάζοντο. διὸ δὴ ἀναγκαίως ὁπλίζων αὐτοὺς κατὰ τῆς τοῦ θανάτου δυναστείας, οὐ ῥηματίοις καὶ φωναῖς παρεδίδου τὸ μάθημα, οὐδὲ λόγοις ὁμοίως ἀνθρωπίνοις τὸν περὶ ψυχῆς ἀθανασίας πιθανῶς καὶ ἐξ εἰκότων συντάττων, αὐτῷ δὲ ἔργῳ τὰ κατὰ τοῦ θανάτου ἐπεδείκνυ αὐτοῖς τρόπαια. πρώτη μὲν οὑν αὕτη καὶ μεγίστη αἰτία τῆς τοῦ σωτῆρος ἡμῶν κατὰ τοῦ θανάτου παρατάξεως· τὸν γοῦν φοβερὸν τοῖς πᾶσι θάνατον τοῖς αὐτοῦ φοιτηταῖς τὸ μηδὲν ὄντα ἐδείκνυ, καὶ τὴν ἐπηγγελμένην πρὸς αὐτοῦ ζωὴν τοῖς αὐτῶν ὀφθαλμοῖς δι' ἐναργοῦς ὄψεως παρίστη, ἀπαρχὴν τῆς κοινῆς ἡμῶν ἐλπίδος ζωῆς τε τῆς παρὰ θεῷ καὶ ἀθανασίας αὐτὴν ἐκείνην πεποιημένος. δευτέρα δ' ἂν εἴη αἰτία τῆς ἀναβιώσεως τῆς ἐν σώματι κατοικησάσης ἐνθέου δυνάμεως ἔνδειξις. ἐπειδὴ γὰρ τὸ πρότερον τοὺς ὑπὸ τοῦ θανάτου νενικημένους ἄνδρας θνητοὺς ἐθείαζον ἅνθρωποι, ἥρωάς τε καὶ θεοὺς ὠνόμαζον τοὺς ὑπὸ τοῦ θανάτου κεκρατημένους, κἀκεῖ εἰκότως ἑαυτὸν ταύτης ἕνεκα τῆς αἰτίας ἔφηνεν ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος, κρείττονα θανάτου φύσιν ἀνθρώποις δεικνύς, καὶ τὸ μὲν θνητὸν μετὰ τὴν λύσιν ἐπὶ τὴν δευτέραν ζωὴν ἄγων, τρόπαιον δὲ ἀθανασίας κατὰ τοῦ θανάτου τοῖς πᾶσι παρέχων ὁρᾶν. καὶ μόνον τοῦτον ἐν θανάτῳ θεὸν ἀληθῆ εἶναι διδάσκων ὁμολογεῖν τὸν τὰ βραβεῖα τῆς κατὰ τοῦ θανάτου νίκης ἀναδησάμενον. ἔχοιμ' ἄν σοι καὶ τρίτην ὑπογράφειν αἰτίαν τοῦ σωτηρίου θανάτου. ἱερεῖον ἧν ὑπὲρ τοῦ κοινοῦ γένους ἀναπεμπόμενον τῷ παμβασιλεῖ θεῷ τῶν ὅλων, ἱερεῖον ὑπὲρ τῆς τῶν άνθρώπων ἀγέλης καθιερούμενον, ἱερεῖον δαιμονικῆς πλάνης ἀποτρόπαιον. ἱερείου δῆτα ἑνὸς καὶ μεγάλου θύματος, τοῦ πανιέρου σώματος τοῦ σωτῆρος ἡμῶν, ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους σφαγιασθέντος καὶ πάντων ἐθνῶν τῶν πρὶν ἀσεβείᾳ δαιμονικῆς πλάνης ἐνεσχημένων ἀντίψυχον ἀνενεχθέντος, πᾶσα λοιπὸν ἡ τῶν ἀνάγνων καὶ ἀνιέρων δαιμόνων δύναμις καθῄρητο, ἐλέλυτό τε καὶ παρεῖτο αὐτίκα δυνάμει κρείττονι πᾶσα γεώδης καὶ ἀπατηλὸς πλάνη. τὸ μὲν οὖν ἐξ ἀνθρώπων σωτήριον θῦμα, αὐτὸ δὴ τὸ τοῦ λόγου σωματικὸν ὄργανον, ὑπὲρ τῆς κοινῆς ἀνθρώπων ἀγέλης καθιεροῦτο, καὶ τοῦτ᾿ ἄρα ἦν τὸ τῷ θανάτῳ παραβεβλημένον σφάγιον, περὶ οὗ λόγων ἱερῶν βοῶσι φωναί, τοτὲ μὲν ὧδέ πη λέγουσαι· „ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,“ τοτὲ δὲ ὧδε προαναφωνοῦσαι· „ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος,ι“ καὶ τό γε αἴτιον διδάσκουσιν ἐπιλέγουσαί· „οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει, αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· ἐπλανήθημεν. καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.“ τὸ μὲν οὖν ὄργανον τὸ ἀνθρώπειον τοῦ θείου λόγου διὰ ταύτας καθιεροῦτο τὰς αἰτίας, οὗτος δὲ ὁ μέγας ἀρχιερεὺς ὁ τῷ πανηγεμόνι καὶ παμβασιλεῖ θεῷ ἱερωμένος, ἕτερος ὢν παρὰ τὸ ἱερεῖον, θεοῦ λόγος, θεοῦ δύναμις καὶ θεοῦ σοφία, τὸ θνητὸν οὐκ εἰς μακρὸν ἀνεκαλεῖτο τοῦ θανάτου, καὶ τοῦτο τῷ πατρὶ τῆς κοινῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχὴν παρίστη, τρόπαιον ἐπινίκιον κατὰ τοῦ θανάτου καὶ τῆς δαιμονικῆς παρατάξεως τῶν τε πάλαι συντελουμένων ἀνθρωποθυσιῶν ἀποτρόπαιον τοῦτο ὑπὲρ πάντων ἀνθρώπων ἀνεγείρας.

O que resta depois disso senão explicar qual foi a causa do próprio ponto culminante, refiro-me ao tão celebrado fim de sua vida, o modo de sua paixão e o grande milagre de sua ressurreição após a morte? E depois da contemplação destas coisas, confirmaremos tudo por meio de testemunhos evidentes.

Servindo-se de um instrumento mortal pelas causas que expusemos, como de uma estátua digna de Deus, e por meio dele, como um grande rei através de um intérprete, percorrendo a vida humana, realizou todas as coisas de modo digno do poder divino. Se, pois, após a sua convivência com os homens, tendo-se tornado invisível, de repente voasse para longe, ocultando secretamente o intérprete e a sua própria imagem, apressando-se em escapar da morte por meio da fuga, e depois dissolvesse por si mesmo o mortal em corrupção e destruição, assemelhar-se-ia a um fantasma aos olhos de todos e não realizaria o que era próprio de si mesmo, sendo a própria Vida, o Logos de Deus e o Poder de Deus; e, entregando o seu próprio intérprete à corrupção e à destruição, nem a sua vitória sobre os demônios seria consumada pelo embate com a morte...

...nem seria conhecido para onde partira, nem se daria crédito aos que não o tivessem testemunhado, nem se mostraria superior à natureza della morte, nem libertaria o mortal da sua própria natureza, nem seria ouvido por toda a terra habitada pelos homens, nem convenceria os seus discípulos a desprezar a morte, nem daria esperança de uma vida junto a Deus após a morte aos que seguissem o seu ensinamento, nem cumpriria as promessas das suas palavras, nem apresentaria resultados conformes com as predições proféticas a seu respeito, nem percorreria o último combate de todos; e este era o combate contra a morte.

Por essa razão, por causa de todas estas coisas, visto que era necessário que o instrumento mortal, após o serviço suficiente que prestou ao Logos divino, alcançasse um fim digno de Deus, desse modo também para ele a morte é providenciada. Pois restavam dois caminhos para o fim: ou entregar tudo à corrupção e à destruição, realizando a mais vergonhosa ruína de todo o drama da vida, ou mostrar-se superior à morte, apresentando o mortal imortal por meio do poder divino; o primeiro caminho era incompatível com a promessa. Pois não é próprio do fogo esfriar, nem da luz obscurecer; do mesmo modo, não é próprio da vida dar a morte, nem do Logos agir irracionalmente. Que razão haveria, pois, em permitir que o seu próprio instrumento se corrompesse e entregar à destruição a sua própria estátua Aquele que promete a vida aos outros, e arruinar pela morte o intérprete da sua divindade Aquele que assegura a imortalidade aos que se refugiam n'Ele?

Não era, portanto, necessário o segundo caminho, quero dizer, mostrar-se superior à morte? Como convinha fazer isso? Ocultamente e de modo furtivo, ou de maneira ilustre e evidente para todos? Mas a realização da sua vitória, se feita de modo sombrio e oculto, sem que ninguém a conhecesse, a ninguém aproveitaria; ao passo que, se proclamada e ouvida por todos, ofereceria a todos o proveito proveniente do milagre. Com razão, portanto, visto que devia mostrar o seu instrumento superior à morte e realizar isso não às ocultas, mas diante dos olhos dos homens, não...

...foge da morte; pois pareceria covarde e inferior à morte; mas, por meio do combate contra a morte, como contra um adversário, apresentou o mortal imortal, assumindo esta luta pela salvação, vida e imortalidade de todos.

E assim como se alguém quisesse demonstrar-nos um vaso incombustível e superior ao fogo, não provaria o milagre de outro modo senão entregando o vaso ao fogo e, depois, retirando-o são e salvo da chama, do mesmo modo o Logos de Deus, dador de vida a todas as coisas, querendo demonstrar o instrumento mortal — de que se servira para a salvação dos homens — superior à morte, e fazê-lo participante da sua própria vida e imortalidade, empreendeu uma providência muito proveitosa, abandonando o corpo por um breve momento e entregando o mortal à morte para prova de sua própria natureza, e pouco depois resgatando-o da morte para demonstração del poder divino, por meio do qual manifestava a vida eterna que anunciara, superior a toda morte.

A causa é evidente e clara. Pois visto que era necessário que os seus discípulos vissem com os próprios olhos a manifestação da ressurreição da vida após a morte, na qual os instruía a depositar as suas esperanças, preparando-os para ser superiores à morte, com razão lhes proporcionou ver isso com os próprios olhos; pois convinha que os que iriam seguir uma vida piedosa recebessem esta primeira e mais necessária lição através de uma visão manifesta, e muito mais aqueles que iriam anunciar o mesmo por toda a terra habitada e proclamar a todos os homens o conhecimento de Deus revelado por Ele a todas as nações.

Aos quais convinha infundir a maior convicção da vida após a...

...morte, para que, destemidos e sem temor da morte, assumissem com prontidão a luta contra o erro politeísta das nações; pois se não se exercitassem no desprezo da morte, jamais estariam preparados para as tribulações. Por isso, armando-os necessariamente contra o poder da morte, não lhes transmitia a lição por meio de meras palavras e ditos, nem compondo de modo persuasivo e verossímil discursos humanos sobre a imortalidade da alma, mas demonstrando-lhes com a própria ação os troféus erguidos contra a morte.

Esta era, pois, a primeira e maior causa do combate do nosso Salvador contra a morte; com efeito, demonstrava aos seus discípulos que a morte, temida por todos, era um nada, e apresentava aos seus olhos, por meio de uma visão manifesta, a vida por Ele prometida, constituindo essa mesma vida a primícia da nossa esperança comum de vida junto a Deus e de imortalidade.

A segunda causa seria a demonstração do poder divino que habitou no corpo. Pois visto que outrora os homens divinizavam homens mortais vencidos pela morte, e chamavam de heróis e deuses os que haviam sido dominados pela morte, com razão, por essa causa, manifestou-se o Logos de Deus, amigo dos homens, mostrando aos homens uma natureza superior à morte, conduzindo o mortal à segunda vida após a sua dissolução, e oferecendo a todos a visão do troféu da imortalidade contra a morte. E ensinando a confessar que apenas Ele é o Deus verdadeiro na morte, Aquele que cingiu as coroas da vitória sobre a morte.

Poderia indicar-te ainda uma terceira causa da morte salvadora.

Era uma vítima oferecida pelo gênero humano comum ao Deus Soberano de todas as coisas, uma vítima consagrada pelo rebanho dos homens, uma vítima para afastar o erro demoníaco. Com efeito, tendo sido imolada uma única e grande vítima, o santíssimo corpo do nosso Salvador, pelo gênero humano, e oferecido como resgate por todas as nações que antes estavam presas à impiedade do erro demoníaco, doravante toda a influência dos demônios impuros e profanos...

...o poder fora destruído, e foi imediatamente desfeito e abandonado por um poder superior todo erro terreno e enganoso. Portanto, a vítima salvífica de entre os homens, o próprio instrumento corpóreo do Logos, era consagrada em favor do rebanho comum dos homens, e esta era, com efeito, a vítima entregue à morte, sobre a qual clamam as vozes das Sagradas Escrituras, ora dizendo: "Eis o Cordeiro de Deus, que tira o pecado do mundo", ora proclamando profeticamente: "Como ovelha foi levado ao matadouro, e como cordeiro mudo diante do que o tosquia"; e ensinam a causa, acrescentando: "Ele carrega os nossos pecados e sofre por nós. E nós o consideramos em dor, em chaga e em aflição, mas ele foi ferido por causa dos nossos pecados e enfraquecido por causa das nossas iniquidades; o castigo da nossa paz estava sobre ele. Por suas feridas fomos curados; andávamos errantes, e o Senhor o entregou por nossos pecados". O instrumento humano do divino Logos era, pois, consagrado por estas razões, e este grande sumo sacerdote, consagrado a Deus, o soberano universal e rei de todas as coisas — sendo ele próprio diferente da vítima, a saber, o Logos de Deus, poder de Deus e sabedoria de Deus —, em pouco tempo chamou de volta da morte o elemento mortal, e apresentou-o como primícia ao Pai da nossa salvação comum, erguendo em favor de todos os homens este troféu de vitória contra a morte e a hoste demoníaca, e como aversão aos sacrifícios humanos realizados outrora.

XVI

Ἀλλὰ γὰρ τοῦτων ὧδε ἐχόντων, ὥρα καὶ ἐπὶ τὰς ἀποδείξεις ἐλθεῖν, εἰ δὴ ἀποδείξεως δεῖ τῆς τούτων ἀληθείας, καὶ εἰ δὴ ἐναργῶν πραγμάτων ἀναγκαῖον πιστώσασθαι τὰς μαρτυρίας· δέχου δὲ ταύτας εὐγνώμονα τῷ λόγῳ τὴν ἀκοὴν παρασκευάσας. διῄρητο μὲν πάντα τὰ πάλαι ἐπὶ γῆς ἔθνη, καὶ τὸ πᾶν τῶν ἀνθρώπων γένος εἰς ἐπαρχίας καὶ ἐθναρχίας καὶ τοπαρχίας τυραννίδας τε καὶ πολυαρχίας κατετέτμητο, ἐξ ὧν μάχαι συνεχεῖς καὶ πόλεμοι δῃώσεις τε καὶ ἀνδραποδισμοὶ κατ᾿ ἀγροὺς καὶ κατὰ πόλεις οὔποτ᾿ αὐτοὺς διελίμπανον, ἱστοριῶν τε ὑποθέσεις μυρίαι, μοιχεῖαί τε καὶ γυναικῶν ἁρπαγαί, ἔνθεν τὰ Ἰλίου κακὰ καὶ αἱ παρὰ πᾶσιν ἀνθρώποις μνημονευόμεναι τῶν παλαιῶν τραγῳδίαι. τούτων δ' οὐκ ἂν ἁμάρτοις τὰς αἰτίας τῇ πολυθέῳ πλάνῃ προσγράφων. ὡς δὲ τὸ σωτήριον ὄργανον, αὐτὸ δὴ τὸ πανάγιον τοῦ Χριστοῦ σῶμα, τὸ κρεῖττον ἁπάσης δαιμονικῆς πλάνης καὶ ἐνεργείας ὀφθὲν κακίας τε τῆς δι' ἔργων καὶ λόγων ἀλλότριον, νικητήριον τρόπαιον κατὰ δαιμόνων παλαιῶν τε κακῶν ἀποτρόπαιον ἀνυψοῦτο, ἐλύετό τε αὐτίκα πάντα δαιμόνων ἔργα καὶ οὐκέτ’ ἦσαν τοπαρχίαι καὶ πολυαρχίαι. τυραννίδες τε καὶ δημοκρατίαι, αἱ τε διὰ ταῦτα συνιστάμεναι κατὰ πόλεις καὶ κατὰ χώρας δῃώσεις καὶ πολιορκίαι, ἀλλὰ θεὸς μὲν εἰς πάντας ἐκηρύττετο· ἐν ταὐτῷ δὲ καὶ βασιλεία μία τοῖς πᾶσιν ἡ Ῥωμαίων ἐπήνθει, ἀνῄρητό τε ἀθρόως ἡ ἐξ αἰῶνος ἄσπειστος καὶ ἀκατάλλακτος τῶν ἐθνῶν ἔχθρα. ὡς δὲ ἑνὸς θεοῦ γνῶσις πᾶσιν ἀνθρώποις παρεδίδοτο καὶ τρόπος εἶς εὐσεβείας σωτήριός τε ἡ Χριστοῦ διδασκαλία, κατὰ ταῦτα καὶ βασιλέως ἑνὸς ὑφ' ἕνα καὶ τὸν αὐτὸν χρόνον καθ' ὅλης τῆς Ῥωμαίων ἀρχῆς ὑποστάντος εἰρήνη βαθεῖα τὰ σύμπαντα διελάμβανεν· ὁμοῦ τε καὶ ὑφ’ ἑνὶ καιρῷ ὥνπερ ἐξ ἑνὸς θείου ρεύματος ἀνεφύοντο εἰς ἀνθρώπους ἀγαθῶν δύο βλαστοί, ἥ τε Ῥωμαίων ἀρχὴ καὶ ἡ εὐσεβὴς διδασκαλία. πρό γε μὴν ταύτης οἱ μὲν ἀφωρισμένως Συρίας ἐκράτουν, οἱ δὲ τῆς Ἀσίας ἐβασίλευον, ἄλλοι δὲ Μακεδονίας, τὴν δὲ Αἴγυπτον ἀποτεμόντες ἕτεροι κατεῖχον, καὶ χώραν τὴν Ἀράβων ὡσαύτως ἄλλοι, ναὶ μὴν καὶ Παλαιστινῶν τὸ Ἰουδαίων ἐκράτει γένος, καὶ κατὰ κώμας τε καὶ πόλεις καὶ κατὰ πάντα τόπον ὥσπερ ὑπό τινος παραπληξίας κατ' ἀλλήλων φονῶντες καὶ δαιμονῶντες ἀληθῶς πολέμοις καὶ μάχαις ἐσχόλαζον. ἀλλὰ γὰρ ἀθρόως ἅπαντα ὥσπερ ἀπὸ νύσσης μιᾶς δύο μεγάλαι προελθοῦσαι δυνάμεις ἡμέρωσάν τε καὶ εἰς φιλίαν συνήγαγον. ἥ τε Ῥωμαίων ἀρχὴ μόναρχος ἐξ ἐκείνου φανθεῖσα καὶ ἡ τοῦ Χριστοῦ διδασκαλία, ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ συνακμάσασαι ἀλλήλαις. ἡ μέν γε τοῦ σωτῆρος ἡμῶν δύναμις τὰς τῶν δαιμόνων πολυαρχίας τε καὶ πολυθείας καθεῖλε, μίαν βασιλείαν θεοῦ πᾶσιν ἀνθρώποις Ἕλλησί τε καὶ βαρβάροις καὶ μέχρι μέχρι τῶν ἐσχατιῶν τῆς γῆς κηρύττουσα· ἡ δὲ Ῥωμαίων ἀρχή, ὡς ἂν προκαθῃρημένων τῶν τῆς πολυαρχίας αἰτιῶν, τὰς ὁρωμένας ἐχειροῦτο, εἰς μίαν ἕνωσιν καὶ συμφωνίαν τὸ πᾶν γένος συνάπτειν σπεύδουσα, καὶ τὰ πολλὰ μὲν παντοίων ἐθνῶν συναγαγοῦσα, μέλλουσα δὲ ὅσον οὔπω καὶ αὐτῶν ἄχρι τῶν ἄκρων τῆς οἰκουμένης ἐφάπτεσθαι, τῆς σωτηρίου διδασκαλίας σὺν θεϊκῇ δυνάμει προεξευμαριζούσης αὐτῇ τὰ πάντα καὶ ὁμαλὰ καθιστώσης. τοῦτό γέ τοι ἂν εἴη τὸ μέγα θαῦμα τοῖς φιλαλήθως τὸν νοῦν ἐφιστῶσι καὶ μὴ τοῖς καλοῖς βασκαίνειν ἐθέλουσιν· ὁμοῦ τε γὰρ ἡ τῶν δαιμόνων ἀπηλέγχετο πλάνη, ὁμοῦ καὶ ἡ ἐξ αἰῶνος ἔχθρα καὶ μάχη τῶν ἐθνῶν διελύετο, καὶ πάλιν ὁμοῦ θεὸς εἶς καὶ μία τούτου γνῶσις εἰς πάντας ἐκηρύττετο, ὁμοῦ καὶ βασιλεία μία ἐν ἀνθρώποις ἐκρατύνετο, καὶ τὸ πᾶν ὁμοῦ τῶν ἀνθρώπων γένος εἰς εἰρήνην καὶ φιλίαν μεθηρμόζετο, ἀδελφούς τε ὡμολόγουν ἀλλήλους οἱ πάντες καὶ τὴν οἰκείαν φύσιν ἐγνώριζον΄. αὐτίκα γοῦν ὥσπερ ἐξ ἑνὸς φύντες πατρὸς ἑνός τε θεοῦ οἷα παῖδες καὶ μητρὸς μιᾶς, τῆς ἀληθοῦς εύσεβείας, εἰρηνικῶς ἀλλήλους ἠσπάζοντό τε καὶ ἀπελάμβανον, ὡς μηδὲν ἀποδεῖν ἐξ ἐκείνου τὴν σύμπασαν οἰκουμένην μιᾶς εὐνομουμένης οἰκετείας τε καὶ συγγενείας, ἐξεῖναί τε πορείας ὅτῳ φίλον στέλλεσθαι ἀποδημεῖν τε ὅπη τις θέλοι σὺν πάσῃ ῥᾳστώνῃ, καὶ τοὺς μὲν ἀπὸ δυσμῶν ἀκινδύνως ἐπὶ τὰ ἑῷα παριέναι, τοὺς δὲ ἐνθένδε πάλιν ἐκεῖσε ὡς ἐπὶ πατρίδας οἰκείας στέλλεσθαι, πληροῦσθαί τε παλαιῶν χρησμῶν λόγια καὶ προφητῶν ἀναφωνήσεις, μυρίας μὲν καὶ ἄλλας ἅς οὐ νῦν παρατίθεσθαι σχολή, ἀτὰρ δὲ καὶ τὰς ἀμφὶ τοῦ σωτηρίου λόγου ὡδέ πη βοώσας· κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.“ καὶ αὖθις· „ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης.“ „ καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα. καὶ οὐ μὴ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν." ταῦτα προὐλέγετο καὶ φωναῖς Ἑβραίων ἐξ αἰῶνος μακροῦ προεκηρύττετο· ταῦτα τοῖς ἔργοις καθ’ ἡμᾶς αὐτοὺς ὁρώμενα τῶν παλαιῶν φωνῶν πιστοῦται τὰς μαρτυρίας. σὺ δὲ δὴ εἰ ποθεῖς ἑτέρων ἀποδείξεων περιουσίας, μὴ λόγοις ἀλλ’ ἔργοις ταύτας λάμβανε. διάνοιξον τῆς σαυτοῦ διανοίας τοὺς ὀφθαλμούς, καὶ τοῦ λογισμοῦ τὰς πύλας ἀναπέτασον, πολύ τε ἐπισχὼν παρὰ σαυτῷ λόγισαι, αὐτός τε σαυτὸν ἐρώτα, καὶ ὡς παρ' ἑτέρου πυνθάνου, ὧδέ πη τὴν τῶν πραγμάτων φύσιν διερευνώμενος· τίς πώποτε τῶν ἐξ αἰῶνος βασιλεὺς ἢ ἄρχων ἢ φιλόσοφος ἢ νομοθέτης ἢ προφήτης Ἑλληνικὸς ἢ βάρβαρος τοσοῦτον ἀρετῆς ἀπηνέγκατο, οὔτι γε μετὰ θάνατον ἀλλ’ ἔτι ζῶν καὶ ἐμπνέων καὶ πολλὰ δυνάμενος, ὡς πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἀκοὴν καὶ γλῶτταν ἐμπλῆσαι τῆς αὐτοῦ προσηγορίας; ἀλλὰ τοῦτό γε οὐδεὶς ἢ μόνος εἷς ὁ ἡμέτερος σωτὴρ μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην διεπράξατο, τοῖς αὐτοῦ γνωρίμοις λόγον εἰπὼν καὶ ἔργῳ τελέσας, „πορευθέντες γοῦν μαθητεύσατε πάντα τὰ ἐν τῷ ὀνόματί μου“ φήσας αὐτοῖς. προειπών τε καὶ μενος, ὡς ἄρα δεῖ τὸ εὐαγγέλιον αὐτοῦ κηρυχθῆναι ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν, ἅμα λόγῳ τοὔργον ἐπήγαγεν. αὐτίκα δ' οὖν καὶ οὐκ εἰς μακρὸν ἡ σύμπασα οἰκουμένη τῶν αὐτοῦ λόγων ἐπληροῦτο. τί οὖν ἔχοι ἂν πρὸς τοῦτο εἰπεῖν ἡ κατ' ἀρχὰς τοῦ λόγου ἡμῖν ἐπιμεμψάμενος, ὁπότε παντὸς λόγου κρείττων ἡ διὰ τῆς ὄφεως τυγχάνει μαρτυρία; ἀλλὰ γὰρ ἀπὸ τοῦ προτέρου μεταβάς, ἐλθὲ καὶ ἐφ' ἕτερον καὶ σκέψαι παρὰ σαυτῷ· τίς πώποτε ἐκ τοῦ παντὸς αἰῶνος νόμους εὐσεβεῖς καὶ σώφρονας λόγῳ μόνῳ δίχα πάσης γραφῆς διαταξάμενος, τούτους διὰ τῶν αὐτοῦ φοιτητῶν ἀπὸ περάτων γῆς καὶ εἰς ἄκρα τῆς ὅλης οἰκουμένης, διδασκαλεῖα πανταχοῦ γῆς ἀνοίξας, εἰς ἐπήκοον ἀνθρώποις πᾶσι βαρβάροις ὁμοῦ καὶ Ἕλλησιν ἀναγινώσκεσθαι ῥᾳδίως ἐκράτυνεν; ἀλλ' οὐκ ἂν εὕροις ἐπιζητήσας ἄλλον. καὶ τοῦτο δὴ μόνου τοῦ ἡμετέρου σωτῆρος ἔργον ἠν. ὅ δὴ μετὰ τὸν θάνατον αὐτοῦ πεπραγμένον τῆς ἐνθέου ζωῆς τε καὶ δυνάμεως αὐτοῦ παραστατικὸν ἂν εἴη. ἀλλ' οὐδὲ τοῦτο πείθει τὸν ἀπειθῆ. οὐκοῦν ἡμῖν αὐτὸς λεγέτω ποθοῦσι μαθεῖν, ἤ τίς ποτε ἄλλος τῶν ἐν ἀνθρώποις ἐπὶ σοφίᾳ βοηθέντων ἔθη βάρβαρα καὶ ἀνήμερα βαρβάρων ἐθνῶν τοῖς φιλανθρωποτάτοις αὐτοῦ παρέλυσε νόμοις, ὡς μηκέτι τοὺς αὑτῷ μαθητευομένους ἐν Σκύθαις άνθρωποβορεῖν, μηδ' ἐν Πέρσαις μητρογαμεῖν, μηδ’ ἄλλους κυσὶ παραβάλλειν τοὺς ἑαυτῶν νεκρούς, μηδ’ ἑτέρους ἀγχόνῃ παραδιδόναι τοὺς ρακότας, μηδ’ ἕτερα τούτων ἀδελφὰ ὠμὰ καὶ θηριώδη παρ' ἐτέροις ἐπιτελεῖσθαι. ἀλλὰ μικρὰ ταῦτα τυγχάνει δείγματα τῆς τοῦ σωτῆρος ἡμῶν μετὰ τὸν θάνατον ἐνθέου ζωῆς. θέα δὴ καὶ ἕτερα τούτων μείζω, σκεψάμενος τίς πώποτε ἐν ἀνθρώποις τοσούτοις δὴ χρόνοις ὑπὸ πάντων ἀνθρώπων, ἀρχόντων τε καὶ βασιλέων, πολιτῶν τε καὶ στρατοπέδων, δήμων τε καὶ ἐθνῶν, πολεμηθεὶς καὶ εἰς ἀεὶ πολεμούμενος τὴν ὑπὲρ ἄνθρωπον ἀρετὴν ἐπεδείξατο. ὡς ἀνθεῖν ὁσημέραι καὶ νεάζειν διὰ παντὸς τοῦ βίου. τίς δὲ καὶ ἄλλος τῶν ἐξ αἰῶνος ὁμοίως τῷ ἡμετέρῳ σωτῆρι ἔθνος τὸ μηδ’ ἀκουσθὲν ἄλλοτέ ποτε ἐπ' ὀνόματι τῷ αὐτοῦ συστήσασθαι βουληθείς, τοῦτο οὐκ ἐν γωνίᾳ ποι γῆς λεληθὼς ἀλλὰ καθ' ὅλης τῆς ὑφ' ἥλιον ἱδρύσατο, δυνάμει θεϊκῆς ἐξουσίας πέρας ἐπιθεὶς τῷ αὐτοῦ βουλήματι; θεὸν δὲ μόνον τὸν ἐπέκεινα οὐρανοῦ καὶ τοῦ παντὸς κόσμου γνωρίζειν τε καὶ σέβειν πάντα τὰ ἔθνη τίς πώποτε διδάξαι προὔθετο; κἄπειτα τοιοῦτον προθέμενος σκοπὸν εἰς ἔργον ἤγαγε τὸ κατόρθωμα, μόνον οὐχὶ δι' αὐτῆς ἐνεργείας φιλόθεον ἀποφήνας τὸ πεπραγμένον· ὅ δὴ καὶ μάλιστα πᾶν ἄθυρον ἀπέφραξε στόμα, ὅτι δὴ τὸν ἀνωτάτω κηρύξας θεὸν καὶ τοῦτον μόνον ἀληθῆ γνωρίζειν τοῖς πᾶσιν ἔθνεσιν ἐγκελευσάμενος, ὡς ἂν τὰ φίλα τῷ θεῷ βουληθείς, τῆς πρὸς αὐτοῦ τοῦ πρεσβευομένου συνεργίας τε καὶ βοηθείας ἠξιώθη. τὰ δ' ἐπὶ τῷ τοιούτῳ κηρύγματι συμπαραληφθέντα μαθήματα καὶ πᾶσιν εἰς ἐπήκοον παραδοθέντα ἔργῳ τε κρατυνθέντα ὁποῖα τυγχάνει; θέα καὶ σκέψαι. ἥ τίς καὶ ἄλλος τῶν πώποτε, τὰς τῶν ἀνθρώπων ψυχὰς λογικῷ φωτὶ καταλάμψας, καταγελάσαι τῆς πατρίου πλάνης αὐτοὺς παρεσκεύασεν, ὡς μηκέτι λίθοις καὶ ξύλοις μήδ' ἀψύχῳ ὕλῃ τὴν θείαν περιάπτειν προσηγορίαν. Αἰγυπτίους δὲ τοὺς πάντων δεισιδαιμονεστάτους, ἀφ' ὧν καὶ εἰς Ἕλληνας τὰ τῆς πολυθέου πλάνης προῆλθεν, τίς ἄλλος πλὴν τοῦ ἡμετέρου σωτῆρος μηκέτ' ἀφρονεῖν ἔπεισεν, μηδἐ γε θηρσὶ καὶ ἑρπετοῖς καὶ ζώων ἀλόγων τοῖς ἀτιμοτάτοις τὴν σεβάσμιον ἀπονέμειν τιμήν, μόνον δὲ τὸν ἐπὶ πάντων γνωρίζειν θεόν, καὶ διὰ παντοίων θανάτων ὑπὲρ τῆς ἀγωνίζεσθαι. τίς δὲ ἐξ αἰῶνος τὸ βλαπτικὸν καὶ ὀλέθριον δαιμόνων φῦλον, τὸ πάλαι πᾶσαν ἀνθρώπων φύσιν ἐπινεμόμενον καὶ διὰ τῆς τῶν ξοάνων κινήσεως πολλὰς ἐν ἀνθρώποις γοητείας ἐπιδεικνύμενον, ἀοράτῳ καὶ κραταιᾷ χειρὶ οἷα θῆρας δεινοὺς τῆς ἀνθρώπων ἀπεδίωξεν ἀγέλης; τίς δ' ἕτερος ὡς ὁ ἡμέτερος σωτὴρ διὰ τῆς εἰς αὐτὸν ἐπικλήσεως καθαρωτάταις εὐχαῖς ταῖς δι’ αὐτοῦ πρὸς τὸν τῶν ὅλων θεὸν ἀναπεμπομέναις τὰ λείψανα τῶν πονηρῶν πνευμάτων ἐξ ἀνθρώπων ἀπελαύνειν ἐπ' ἐξουσίας ἔδωκεν τοῖς καθαρῶς καὶ ἀπλάστως μετερχομένοις τὸν βίον τῆς ὑπ' αὐτοῦ παραδοθείσης φιλοσοφίας; ἀναίμους δὲ καὶ λογικὰς θυσίας τὰς δι’ εὐχῶν καὶ ἀπορρήτου θεολογίας τοῖς αὐτοῦ θιασώταις τίς ἐπιτελεῖν παρέδωκεν ἄλλος ἢ μόνος ὁ ἡμέτερος σωτήρ; διὸ καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης θυσιαστήρια συνέστη ἐκκλησιῶν τε ἀφιερώματα, νοερῶν τε καὶ λογικῶν θυσιῶν ἱεροπρεπεῖς λειτουργίαι μόνῳ τῷ παμβασιλεῖ θεῷ πρὸς ἁπάντων τῶν ἐθνῶν ἀναπεμπόμεναι. τὰς δὲ δι' αἱμάτων καὶ λύθρων καπνοῦ τε καὶ πυρὸς ἐπιτελουμένας θυσίας τάς τε ὠμὰς ἐκείνας καὶ μανιώδεις ἀνδροκτασίας τε καὶ ἀνθρωποθυσίας τίς ἀφανεῖ τε καὶ ἀοράτῳ δυνάμει σβεσθῆναι καὶ μηκέτι ὑπάρχειν παρεσκεύασεν, ὡς μαρτυρεῖσθαι πρὸς αὐτῆς γε τῆς Ἑλλήνων ἱστορίας; ἐπειδὴ οὐ πρότερον ἀλλ’ ἢ μετὰ τὴν ἔνθεον τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν κατὰ τοὺς Ἀδριανοῦ χρόνους πᾶσαι αἱ πανταχοῦ γῆς κατελύθησαν ἀνθρωποθυσίαι. τοσούτων ἐναργῶν ἀποδείξεων τὴν μετὰ τὸν θάνατον ἀρετήν τε καὶ δύναμιν τοῦ σωτῆρος ἡμῶν πιστουμένων, τίς οὕτω σιδήρεος τὴν ψυχήν, ὡς μὴ συμμαρτυρεῖν τῇ ἀληθείᾳ καὶ τὴν ἔνθεον αὐτοῦ ζωὴν ὁμολογεῖν; ζώντων γὰρ ἄλλ' οὐ νεκρῶν τὰ κατορθώματα, ὄψει τε ἀδήλων φασὶν εἶναι τὰ φαινόμενα. αὐτίκα δ’ οὖν χθὲς καὶ πρώην θεομάχων γένος τὸν τῶν ἀνθρώπων βίον ἐκύκα, ἦγέν τε καὶ ἀπῆγεν καὶ πολλὰ ἴσχυεν. ἐπεὶ δὲ ἐξ ἀνθρώπων ἀπηλλάγη, ἔκειτο δὴ μετὰ ταῦτα ἐπὶ γῆς σκυβάλων ἐκβλήτερον, ἄπνουν ἀκίνητον ἄναυδον, καὶ οὐκέτ’ αὐτῶν λόγος οὐδείς, οὐ μνήμη· φύσις γὰρ αὕτη νεκρῶν, καὶ ὁ μηκέτ' ὢν οὐδεὶς ἐστιν. ὁ δὲ μηδεὶς ὤν πράξειέν τι; ὁ δ’ ἐνεργῶν καὶ πράττων καὶ πλείονα τῶν ζώντων δυνάμενος πῶς ἂν ὑποληφθείη μὴ ὤν; εἰ δ' ἀφανὴς εἴη σαρκὸς ὀφθαλμοῖς, ἀλλ’ οὐκ ἐν αἰσθήσει τὸ κριτήριον, οὐδὲ τεχνικοὺς λόγους οὐδ’ ἐπιστημονικὰς θεωρίας αἰσθήσει σωμάτων καταμανθάνομεν, οὐδὲ νοῦν τὸν ἐν ἀνθρώποις μήτι γε θεοῦ δύναμιν εἶδεν τις πώποτε ὀφθαλμοῖς, ἀλλ' ἐκ τῶν ἔργων τὰ τοιάδε πέφυκεν ἐπινοεῖσθαι. διὸ δὴ καὶ ἐπὶ τοῦ ἡμετέρου σωτῆρος τὴν ἀφανῆ δύναμιν αὐτοῦ προσήκοι ἂν ἐκ τῶν ἔργων ἐπισκοπεῖν καὶ διακρίνειν, εἴτε χρὴ ζῶντος ὁμολογεῖν τὰ εἰσέτι δεῦρο πρὸς αὐτοῦ κατορθούμενα, εἴτε καὶ μὴ ὄντος εἶναι λέγειν· ἢ μωρὸν καὶ ἀσύστατον τὸ ἐρώτημα· τὸν γὰρ μὴ ὄντα πῶς ἄν τις εὐλόγως εἴποι ἂν εἶναι; τὸ γὰρ μὴ ὃν πάσαις ψήφοις οὐκ εἶναι ἀποπέφανται οὐδέ τι δύνασθαι οὔτ' ἐνεργεῖν οὔτε πράττειν. αὕτη γὰρ φύσις νεκρῶν ζώντων δὲ ἡ ἐναντία.

Mas, estando estas coisas assim dispostas, é hora de passar também às demonstrações, se de fato há necessidade de demonstração da verdade destas coisas, e se é necessário confirmar os testemunhos com fatos evidentes; recebe-os, preparando os teus ouvidos de forma benevolente para o discurso. Outrora, todas as nações da terra estavam divididas, e todo o gênero humano estava fragmentado em províncias, etnarcados, toparquias, tiranias e governos múltiplos, dos quais batalhas contínuas, guerras, saques e escravizações nos campos e nas cidades nunca os deixavam; e havia incontáveis temas de histórias, adultérios e raptos de mulheres, donde provinham os males de Ílio e as tragédias dos antigos recordadas entre todos os homens.

E não errarias ao atribuir as causas destas coisas ao erro politeísta. Mas quando o instrumento salvífico, a saber, o santíssimo corpo de Cristo, tendo-se mostrado superior a todo erro e operação demoníaca e alheio à maldade por obras e palavras, foi erguido como troféu vitorioso contra os demônios e como aversão aos males antigos, imediatamente foram desfeitas todas as obras dos demônios, e já não havia toparquias, governos múltiplos, tiranias e democracias, nem os saques e cercos que por causa destas se organizavam nas cidades e regiões; em vez disso, um único Deus era anunciado a todos. Ao mesmo tempo, também um único império, o dos romanos, florescia para todos, e foi de repente suprimida a inimizade das nações, implacável e irreconciliável desde tempos remotos. À medida que o conhecimento de um só Deus era transmitido a todos os homens, e um único modo de piedade, a saber, o de Cristo, assim também, sob um só imperador e no mesmo período, estabelecido sobre todo o Império Romano, uma paz profunda abraçava o universo. E ao mesmo tempo, em uma única época, como se brotassem de uma única fonte divina, surgiram para os homens dois rebentos de bens: o Império Romano e a doutrina piedosa. Antes desta, por certo, alguns governavam separadamente a Síria, outros reinavam sobre a Ásia, outros sobre a Macedônia, outros retinham para si o Egito recortado, e outros, da mesma forma, a terra dos árabes; ademais, a nação dos judeus governava os palestinos e, nas aldeias e cidades e em todos os lugares, como que tomados por uma espécie de loucura, matando-se uns aos outros e verdadeiramente possuídos por demônios, entregavam-se a guerras e combates. Mas eis que de repente, como se partissem de uma única linha de largada, duas grandes potências surgiram, pacificaram e uniram todas as coisas em amizade: o Império Romano, manifestando-se desde então sob um único monarca, e a doutrina de Cristo, florescendo juntas e no mesmo momento uma com a outra. O poder do nosso Salvador, de fato, destruiu os governos múltiplos e os politeísmos dos demônios, anunciando um único reino de Deus a todos os homens, gregos e bárbaros, até os confins da terra;

o Império Romano, por sua vez, uma vez eliminadas as causas do governo múltiplo, submetia as soberanias visíveis, apressando-se em unir todo o gênero humano em uma só unidade e concórdia, e tendo reunido muitas nações de todos os tipos, estando prestes a alcançar em breve até os confins da terra habitada, enquanto a doutrina salvífica, com poder divino, facilitava-lhe de antemão todas as coisas e as tornava planas. Este seria, por certo, o grande milagre para os que aplicam a mente com amor à verdade e não desejam invejar as coisas belas: ao mesmo tempo em que o erro dos demônios era refutado, a inimizade e a luta secular das nações se dissolviam; e, de novo, simultaneamente, um só Deus e o conhecimento único Dele eram proclamados a todos, ao mesmo tempo em que um único império se fortalecia entre os homens, e todo o gênero humano era harmonizado na paz e na amizade, confessando-se todos irmãos uns dos outros e reconhecendo a sua própria natureza. Imediatamente, pois, como filhos nascidos de um único pai, que é o Deus único, e de uma única mãe, a verdadeira piedade, saudavam-se mutuamente em paz e acolhiam-se, de sorte que a terra inteira em nada diferia de uma única casa bem governada e de uma única família, sendo permitido viajar a quem lhe agradasse e partir para onde quisesse com toda facilidade, de modo que os do Ocidente passavam sem perigo para o Oriente, e os deste, por sua vez, viajavam para lá como para suas próprias pátrias. E cumpriam-se as palavras dos antigos oráculos e as proclamações dos profetas, incontáveis outras que não há tempo de expor agora, mas em especial aquelas que sobre o Logos salvador assim clamam: "Dominará de mar a mar, e desde os rios até os confins da terra habitada". E novamente: "Nos seus dias florescerá a justiça e abundância de paz". E: "Converterão as suas espadas em relhas de arados e as suas lanças em foices; nenhuma nação levantará a espada contra outra nação, nem aprenderão mais a fazer a guerra". Estas coisas eram previstas e proclamadas pelas vozes dos hebreus desde tempos remotos; e estas coisas, vistas nos fatos em nosso próprio tempo, confirmam os testemunhos das antigas vozes.

...abundância de outras demonstrações, recebe-as não em palavras, mas em fatos. Abre os olhos do teu entendimento e escancara as portas da tua razão; após deter-te longamente, reflete contigo mesmo, interroga-te e inquire como se fosse de outro, investigando deste modo a natureza das coisas: qual rei, governante, filósofo, legislador ou profeta, grego ou bárbaro, desde o início dos tempos obteve tanta excelência — não digo após a morte, mas ainda vivo, respirando e pleno de poder —, a ponto de preencher com o seu nome o ouvido e a língua de todos os homens sobre a terra? Ora, ninguém realizou tal feito exceto um único, o nosso Salvador, após a sua vitória contra a morte, tendo dito uma palavra aos seus discípulos e cumprido-a em ato, dizendo-lhes: "Ide, pois, e fazei discípulos de todas as nações em meu nome". Tendo predito e prometido que o seu Evangelho deveria ser pregado em toda a terra habitada como testemunho para todas as nações, juntou o fato à palavra. E imediatamente, em pouco tempo, a terra inteira encheu-se de suas palavras. Que poderia, pois, dizer contra isso quem no início do discurso nos censurou, uma vez que o testemunho da própria visão se mostra superior a qualquer discurso? Mas, passando do argumento anterior, vem a outro e reflete contigo mesmo: quem, em todo o curso do tempo, tendo ordenado leis piedosas e prudentes apenas por palavra, sem qualquer documento escrito, fortaleceu-as de modo a serem facilmente lidas aos ouvidos de todos os homens, bárbaros e gregos ao mesmo tempo, por meio de seus discípulos, desde os confins da terra até os extremos de toda a terra habitada, abrindo escolas em toda a terra? Não encontrarias outro, mesmo que procurasses. E este foi decerto o feito exclusivo do nosso Salvador. O que foi realizado após a sua morte seria, de fato, a demonstração da sua vida e poder divinos. Mas nem isto convence o incrédulo. Que nos diga ele próprio, então, a nós que desejamos saber, qual outro dos homens celebrados por sua sabedoria aboliu os costumes bárbaros e ferozes das nações bárbaras com as suas leis supremamente filantrópicas, de sorte que os seus discípulos entre os citas já não comam carne humana, nem entre os persas cometam incesto com suas mães, nem outros lancem os seus mortos aos cães, nem outros entreguem à forca os idosos, nem pratiquem outros costumes cruéis e bestiais semelhantes a estes. Mas estes são pequenos indícios da vida divina do nosso Salvador após a morte. Contempla agora outras coisas ainda maiores que estas, considerando quem entre os homens, combatido durante tanto tempo por todos os homens, governantes e imperadores, cidadãos e exércitos, povos e nações, e perpetuamente combatido, demonstrou uma virtude sobre-humana, de modo a florescer diariamente e rejuvenescer ao longo de toda a sua existência. Quem mais, desde o início dos tempos, desejando estabelecer em seu próprio nome uma nação que nunca antes fora ouvida, estabeleceu-a não ocultamente em algum canto da terra, mas por toda a extensão sob o sol, coroando com êxito o seu desígnio por meio do poder de sua autoridade divina? Quem jamais propôs ensinar todas as nações a conhecer e adorar unicamente o Deus que está além do céu e de todo o cosmos? E então, tendo proposto tal objetivo, levou a cabo a realização, demonstrando quase por si mesma a piedade da obra realizada; o que, acima de tudo, fechou toda boca maldizente, visto que, tendo anunciado o Deus supremo e ordenado a todas as nações que reconhecessem somente a Ele como verdadeiro, por ter desejado o que é agradável a Deus, foi considerado digno da cooperação e do auxílio Aquele a quem servia de embaixador. E quais são os ensinamentos associados a tal proclamação, transmitidos aos ouvidos de todos e confirmados em obras? Contempla e reflete. Quem mais dentre os homens, tendo iluminado as almas humanas com uma luz racional, fê-las rir do erro de seus pais, de sorte a não mais atribuírem o nome divino a pedras, madeiras ou matéria inanimada? E aos egípcios, os mais supersticiosos de todos, dos quais proveio também para os gregos o erro politeísta, quem senão o nosso Salvador persuadiu a não mais delirarem, nem prestarem honra venerável a feras, répteis e aos mais vis animais irracionais, mas a reconhecerem apenas o Deus sobre todas as coisas e a combaterem por meio de toda sorte de mortes em favor da piedade? E quem, desde o início dos tempos, afugentou invisível e poderosamente do rebanho humano, como a feras terríveis, a raça nociva e perniciosa dos demônios, que outrora devastava toda a natureza humana e realizava muitos prodígios de feitiçaria entre os homens através do movimento de estátuas de madeira?

rebanho dos homens? E quem mais, como o nosso Salvador, concedeu autoridade de afugentar os vestígios dos espíritos malignos dos homens por meio da invocação do seu nome com preces puríssimas dirigidas por meio Dele ao Deus do universo, àqueles que praticam de modo puro e sincero o caminho da filosofia transmitida por Ele? E quem mais senão o nosso Salvador entregou aos seus seguidores a celebração de sacrifícios incruentos e racionais por meio de preces e de uma teologia inefável? Por isso, em toda a terra habitada pelos homens ergueram-se altares e santuários de igrejas, e liturgias sagradas de sacrifícios espirituais e racionais são dirigidas ao Deus único e rei de todas as coisas por todas as nações. E quem, com poder invisível e imperceptível, fez cessar e desaparecer os sacrifícios realizados por sangue e abominações, fumaça e fogo, bem como aqueles cruéis e delirantes massacres humanos e sacrifícios humanos, como testemunha a própria história dos gregos? Pois não foi antes, mas após a divina instrução de nosso Salvador, sob o reinado de Adriano, que foram abolidos todos os sacrifícios humanos em toda a terra. Diante de tantas e tão evidentes demonstrações que confirmam a virtude e o poder do nosso Salvador após a morte, quem tem a alma tão de ferro que não dê testemunho à verdade e não confesse a sua vida divina? Pois as realizações são próprias dos vivos, não dos mortos, e dizem que as coisas visíveis são a manifestação das invisíveis. De fato, ontem e anteontem a estirpe dos inimigos de Deus agitava a vida dos homens, dominava, saqueava e era muito poderosa. Mas, uma vez retirados do meio dos homens, jazeram doravante sobre a terra mais desprezíveis que o lixo, sem respiração, imóveis, mudos, e não há mais deles qualquer palavra nem memória; pois esta é a natureza dos mortos, e quem não mais existe é um nada. E aquele que é um nada, como realizaria alguma coisa? Mas aquele que opera, realiza e tem mais poder do que os vivos, como poderia ser considerado inexistente? E se ele é invisível aos olhos da carne, todavia o critério de julgamento não reside nos sentidos; não é pelos sentidos do corpo que compreendemos os discursos técnicos nem as teorias científicas, e ninguém jamais viu com os olhos o intelecto que está nos homens, quanto mais o poder de Deus, com os olhos, mas é a partir das obras que tais coisas costumam ser concebidas. Por conseguinte, também em relação ao nosso Salvador, convém examinar e discernir o seu poder invisível a partir de suas obras, quer devamos confessar como próprias de um vivo as coisas que até o presente são por Ele realizadas, quer devamos dizer que pertencem a um que não existe; ou melhor, esta pergunta é tola e inconsistente. Pois quem diria com razão que existe aquele que não existe? Visto que foi unanimemente declarado que o que não existe não é nada, nem pode operar nem realizar coisa alguma. Pois esta é a natureza dos mortos, e a dos vivos é o oposto.

XVII

Ἕνθα δὴ καιρὸς ἐπιθεωρῆσαι τοῦ ἡμετέρου σωτῆρος τὰ καθ’ ἡμᾶς ἀποτελέσματα καὶ ζῶντος θεοῦ ζῶντα ἔργα συνιδεῖν· ἦ γὰρ οὐ ζῶντος καὶ θεοῦ ζωὴν ὡς ἀληθῶς ζῶντος ἔργα ζῶντα τυγχάνει τὰ τοιαδὶ κατορθώματα; τίνα δὴ ταῦτα, ἐρωτᾶς; μάνθανε. θεομάχοι τινὲς πρώην τῶν αὐτοῦ προσευκτηρίων τὰς οἰκοδομὰς σὺν πλείονι φιλονεικίᾳ καὶ σὺν μείζονι δυνάμει τε καὶ χειρὶ ἐκ βάθρων ἀνορύττοντες καθῄρουν ἀφανεῖς τε αὐτοῦ καθίστων τὰς ἐκ. κλησίας, πάσαις τε μηχαναῖς τὸν μὴ τοῖς ὀφθαλμοῖς ὁρώμενον ἐπολέμουν βάλλοντες καὶ ἀκοντίζοντες μυρίαις λόγων βολαῖς, ὁ δ' ἀφανὴς ἀφανῶς ἠμύνατο. εἶθ' οἱ μὲν οὐκέτ’ ἦσαν ἑνὶ θεοῦ νεύματι πρὸ μικροῦ τρυφηλοὶ καὶ τρισευδαίμονες, οἱ ἰσόθεοι παρὰ τοῖς πᾶσιν ἀνυμνούμενοι, οἱ μακραῖς ἐτῶν περιόδοις διαπρεπῶς τὴν ἀρχὴν εὐθύναντες, ὅτε δὴ τὰ πρὸς τὸν ὕστερον πολεμηθέντα φίλα τε ἦν αὑτοῖς καὶ εἰρηναῖα· ὡς δὲ μεταβαλλόμενοι θεομαχεῖν ἐτόλμων, τοὺς αὐτῶν θεοὺς προμάχους καὶ προασπιστὰς ἀντιπαρατάττοντες τῷ ἡμετέρῳ. αὐτίκα μιᾷ ῥοπῇ καὶ θεοῦ νεύματι καὶ δυνάμει τοῦ πολεμουμένου δίκας ὑπεῖχον οἱ ἅπαντες τῶν τετολμημένων, ὡς παραχωρεῖν τῷ πολεμουμένῳ καὶ νῶτα δόντες αὐτῷ τῇ θεότητι συνομολογεῖν συγχωρεῖν τε καὶ ἐπιτρέπειν τἀναντία τοῖς πρὶν τετολμημένοις. ὁ δὲ τρόπαια νικητήρια παραχρῆμα πανταχοῦ γῆς ἀνίστη, ναοῖς τε ἁγίοις καὶ προσευκτηρίων σεμνοῖς ἀφιερώμασι τὴν σύμπασαν οἰκουμένην αὖθις ἐξ ὑπαρχῆς κοσμήσας, κατὰ πόλεις τε καὶ κώμας χώρας τε πάσας καὶ τὰς τῶν βαρβάρων ἐρήμους ἱερὰ καὶ τεμένη ἐνὶ τῷ πάντων βασιλεῖ θεῷ, τῷ δὴ καὶ τῶν ὅλων δεσπότῃ, καθιερώσας, ἔνθεν καὶ τῆς τοῦ δεσπότου προσηγορίας ἠξίωται τὰ καθιερωμένα, οὐκ ἐξ ἀνθρώπων τυχόντα τῆς ἐπικλήσεως, ἐξ αὐτοῦ δὲ τοῦ τῶν ὅλων κυρίου, παρὸ καὶ κυριακῶν ἠξίωνται τῶν ἐπωνυμιῶν. παρελθὼν οὖν εἰς μέσον ὁ βουλόμενος διδασκέτω, τίς τὴν τοσαύτην καθαίρεσίν τε καὶ ἐρημίαν ἱδρύματα ἐξ ἐδάφους εἰς ὕψος ἀνήγειρεν, τίς τὰ πόσης ἐλπίδος ἀφῃρημένα δευτέρας ἠξίωσεν πολὺ κρείττονος τῆς ἔμπροσθεν ἀνανεώσεως, καὶ ἀνενεώσατο, αὐτὸ δὴ τὸ τοῦ λόγου μέγιστον θαῦμα, οὐ μετὰ τὴν τῶν θεομάχων ἐκείνων τελευτήν, ἀλλ' ἔτι τῷ βίῳ περιόντων αὐτῶν δὴ τῶν καθῃρηκότων, ὡς δι᾽ αὐτῶν στόματος καὶ δι᾽ αὐτῶν γραφῆς τὴν παλινῳδίαν τῶν τετολμημένων αὐτοῖς ᾀσθῆναι, καὶ τοῦτο πρᾶξαι αὐτοὺς οὐκ ἐν θυμηδίαις ὄντας (φιλανθρωπίας λογισμῷ τάχα ἄν τις νομίοειεν), θεηλάτοις δὲ μάστιξιν ἐλαυνομένους. τίς μετὰ τοσούσδε τοῦ διωγμοῦ χειμῶνας καὶ ἐν αὐτῇ γε τῇ τῶν δεινῶν ἀκμῇ φιλοσόφου βίου ζηλωτὰς καὶ θεραπευτὰς τοῦ θεοῦ μυρίους ἄνδρας γυναικῶν τε ἱερείας καὶ χοροὺς ἀειπαρθένων ἁγνείᾳ παντελεῖ τὸν πάντα τῆς ςωῆς αὐτῶν χρόνον ἀναθείσας τοῖς τῆς ἐνθέου διδασκαλίας αὐτοῦ μαθήμασι καθ’ ὅλης συνίστη τῆς οἰκουμένης τροφῶν δ᾿ ἀποχαῖς ἀσιτίαις τε ἀνοινίαις πολυημέροις προθυμότατα διακαρτερεῖν ἐγκρατείᾳ τε καὶ ῥώμῃ βίου στερροῦ χρῆσθαι μετὰ σωφροσύνης; τίς γύναια καὶ μυρία πλήθη ἀνδρῶν ἀναπέπεικεν λογικὰς τροφὰς ψυχαῖς λογικαῖς καταλλήλους δι’ ἐνθέων ἀναγνωσμάτων ἀντικαταλλάξασθαι τῶν τοῦ σώματος τροφῶν; τίς βαρβάρους καὶ ἀγροίκους ἄνδρας γύναιά τε καὶ παῖδας καὶ οἰκετῶν γένη πλήθη τε μυρία μυρίων ἐθνῶν θανάτου μὲν καταφρονεῖν ἐδίδαξεν ἀθάνατον δὲ πεπεῖσθαι εἶναι τὴν αὐτῶν Ψυχήν, καὶ δίκης ὀφθαλμὸν ὑπάρχειν ἔφορον τῶν ἀνθρωπίνων πραγμάτων εὐσεβῶν τε καὶ ἀσεβῶν, δικαιωτήρια τε θεοῦ προσδοκῶν, τούτων ἕνεκα δικαίου καὶ σώφρονος δεῖν ἐπιμελεῖσθαι βίου; μὴ γὰρ οὕτω διατεθέντας ἀδύνατον ἄλλως εἶναι τὸν τῆς θεοσεβείας ὑποδῦναι ζυγόν· ὁ δὴ μόνῳ τῷ ἡμετέρῳ σωτῆρι εἰσέτι καὶ νῦν κατορθοῦται. ἀλλὰ ταῦτα μὲν παρῶμεν, φέρε δὲ ἄλλως τὸν τὴν διάνοιαν λελιθωμένον καὶ ἐκ τῶν τοιωνδὶ προσαγάγωμεν ἐρωτήσεων, ὧδέ πη αὐτοῦ πυνθανόμενοι. ἄγε δή, οὗτος, φωνὴν λογικὴν ἀφείς, μὴ ἐξ ἠλιθίου καρδίας ψυχῆς δὲ νοερᾶς καὶ λογικῆς καρπὸν προβαλλόμενος. λέγε δή, παρὰ σαυτῷ πολλάκις ἐπισκεψάμενος, τίς ἄλλος πώποτε τῶν ἐξ αἰῶνος βοηθέντων σοφῶν ὁμοίως τῷ ἡμετέρῳ σωτῆρι προφητικαῖς ἄνωθεν πρὸ μυρίων χρόνο)ν φωναῖς ἐγνώσθη τε καὶ προεκηρύχθη παρὰ τοῖς πρόπαλαι θεοφιλέσιν Ἑβραίων παισίν; οἳ καὶ τὸν τόπον αὐτοῦ τῆς γενέσεως καὶ χρόνους τῆς ἀφίξεως καὶ τρόπον τοῦ βίου καὶ δυνάμεις καὶ λόγους καὶ κατορθώματα αὐτοῦ προλαβόντες βίβλοις ἱεραῖς καταβεβλήκασιν. ἥ τίς οὕτω ταχὺς ἔκδιχος τῶν εἰς αὐτὸν τετολμημένων ἀποδέδεικται, ὡς ἅμα τῇ κατ αὐτοῦ δυσσεβείᾳ τὸ πᾶν Ἰουδαίων ἔθνος ἀοράτῳ δυνάμει μετελθεῖν, ἄρδην τε τὸν βασιλικὸν αὐτῶν τόπον ἐκ βάθρων ἀρθῆναι, αὐτό τε τὸ ἱερὸν ἅμα τοῖς ἐν αὐτῷ σεμνοῖς εἰς ἔδαφος κατενεχθῶαι; τίς δὲ προρρήσεις αὐτῶν τε τούτων πέρι τῶν ἀσεβῶν ἀνδρῶν ἀμφί τε τῆς πρὸς αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης ὑποστάσης ἐκκλησίας καταλλήλους τοῖς πράγμασιν ἀποφθεγξάμενος, πιστὰς ἔδειξε ταύτας τοῖς ἔργοις, ὡς ὁ ἡμέτερος σωτήρ; περὶ μὲν τοῦ τῶν ἀσεβῶν ἱεροῦ φήσας· ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος·„ καί· οὐ μὴ μείνῃ λίθος λίθον ἐν τῷ τόπῳ τούτῳ, ὃς οὐ μὴ καταλυθῇ·“ περὶ δὲ τῆς ἐκκλησίας· ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύουσιν αὐτῆς.“ τὸ δὲ ἄνδρας εὐτελεῖς καὶ ἀγροίκους ἐξ ἁλείας μεταγαγεῖν τὴν ἀρχὴν καὶ τούτους νομοθέτας καὶ νομοδιδασκάλους ἀποφῆναι τῆς ἀνθρώπων οἰκουμένης, οἶόν σοι εἶναι δοκεῖ; τὸ δὲ ἐπαγγείλασθαι καὶ λόγῳ μὲν εἰπεῖν ἔργῳ δὲ ποιῆσαι αὐτοὺς ἁλιέας ἀνθρώπων , καὶ τοιαύτην αὐτοῖς ἀρετὴν τε καὶ δύναμιν παρασχεῖν, ὡς καὶ γραφὰς συντάξαι καὶ βίβλους παραδοῦναι, καὶ τούτας εἰς τοσοῦτον κρατῦναι, ὡς καθ’ ὅλης τῆς οἰκουμένης παντοίᾳ γλώσσῃ βαρβάρων τε καὶ Ἑλλήνων μεταβαλλομένας παρὰ πᾶσι τοῖς ἔθωεσι μελετᾶσθαι, καὶ πιστεύεσθαι θεῖα εἶναι λόγια τὰ ἐν αὐταῖς καταβεβλημένα. οἱον δὲ καὶ τὸ αὐτὸν προφητεῦσαι τὸ μέλλον καὶ τοῖς μαθηταῖς προμαρτύρασθαι, ὡς ἄρα ἐπὶ βασιλέων καὶ ἡγεμόνων μέλλοιεν ἄγεσθαι τιμωρεῖσθαί τε καὶ τὰς ἐσχάτας ὑπομένειν κολάσεις, οὐ διά τινα πρᾶξιν ἄτοπον διὰ μόνην δὲ τὴν εἰς τοῦτον ὁμολογίαν; τὸ δὲ καὶ προθύμως αὐτοὺς ταῦθ' ὑπομεῖναι παρασκευάσαι εὐσεβείας τε ὅπλοις οὕτω φράξαι, ὡς ἀδάμαντος τὰς ψυχὰς κραταιοτέρους ἐν τοῖς πρὸς τοὺς ἀντιπάλους ἀγῶσι διαφαίνεσθαι, ποῖον οὐκ ἂν ὑπερβάλοιτο λόγον,. τὸ δὲ μὴ μόνον ἐκείνους τοὺς αὐτῷ παρηκολουθηκότας, ἀλλ' ἤδη καὶ τοὺς ἐκείνων διαδόχους καὶ αὖθις τοὺς μετέπειτα γενομένους καὶ τοὺς εἰσέτι δεῦρο καθ’ ἡμᾶς αὐτοὺς οὕτω τῆς ψυχῆς νευρῶσαι τὰς δυνάμεις, ὡς μηδὲν ἄξιον θανάτου πράξαντας παντοίας κολάσεις καὶ πᾶν εἶδος στρεβλωτηρίων μεθ’ ἡδονῆς ὑπομένειν εὐσεβείας χάριν τῆς εἰς τὸν τῶν ὅλων θεόν, ποῖον οὐκ ἂν ὑπερβάλοιτο ἀλλὰ βασιλέων εἰς τοσοῦτον αἰῶνα τίς πώποτε κρατῶν διετέλεσεν; τίς δ’ οὕτω στρατηγεῖ μετὰ θάνατον καὶ τρόπαια κατ' ἐχθρῶν ἵστησι, καὶ πάντα τόπον καὶ χώραν καὶ πόλιν, Ἑλλάδα τε καὶ βάρβαρον, ὑποτάττει, ἀοράτῳ καὶ ἀφανεῖ δεξιᾷ τοὺς ἀντιπάλους χειρούμενος; τό γε μὴν κεφάλαιον τῶν εἰρημένων, ἡ πανταχοῦ γῆς διὰ τῆς αὐτοῦ δυνάμεως πρυτανευθεῖσα εἰρήνη, περὶ ἧς τὰ εἰκότα προλαβόντες εἰρήκαμεν, ποῖον οὐκ ἂν συκοφαντῶν ἀποφράξειε στόμα, οὕτω μὲν ἔργῳ συνδραμούσης τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ καὶ τῷ καταβληθέντι ὑπ' αὐτοῦ τῷ παντὶ κόσμῳ κηρύγματι τῆς τῶν ἐθνῶν πάντων ὁμονοίας τε καὶ συμφωνίας, οὕτω δὲ πρόπαλαι ὑπὸ τῶν τοῦ θεοῦ προφητῶν προαναπεφωνημένης τῆς κοσμικῆς τῶν ἐθνῶν εἰρήνης τοῦ τε πρὸς αὐτοῦ καταβληθέντος τοῖς ἔθνεσι λόγου; ἐπιλείψει με, βασιλεῦ, τὸ πᾶν τῆς ἡμέρας μῆκος τὰς ἐναργεῖς ἀποδείξεις τῆς ἐνθέου δυνάμεως τοῦ σωτῆρος ἡμῶν τὰς ἐκ τῶν εἰσέτι νῦν ὁρωμένων ὑφ' ἕν πειρώμενον συνάγειν καὶ συνιστᾶν, ὅτι μηδεὶς πώποτε τῶν ἐξ αἰῶνος μήτε παρ' Ἕλλησι μήτε παρὰ βαρβάροις τοσαύτην ἀρετῆς ἐνθέου δύναμιν ἐπιδέδεικται, ὅσην ὁ σωτὴρ ὁ ἡμέτερος. τί δὲ λέγω ἀνδρῶν ὁπότε μηδ’ αὐτῶν τῶν παρὰ πᾶσιν τοῖς ἔθνεσι θεολογουμένων τοιαύτη τις πέφηνεν ἐπὶ γῆς φύσις ἢ δεικνύτω ὁ βουλόμενος, παρίτω δὲ πᾶς φιλόσοφος καὶ ἡμῖν λεγέτω, τίς ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσέν ποτε θεὸς καὶ ἥρως αἰωνίου ζωῆς οὐρανίου τε βασιλείας μαθήματα πρόξενα παραδεδωκὼς ἀνθρώποις, οἷα ὁ ἡμέτερος σωτήρ, φιλοσόφοις δόγμασιν μυρία πλήθη καθ' ὅλης τῆς οἰκουμένης συνασκεῖσθαι ποιήσας, οὐρανόν τε πείσας μεταδιώκειν καὶ τὰς ἐν οὐρανῷ διατριβὰς θεοφιλέσι ψυχαῖς ἀποκειμένας ἐλπίζειν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως [ἄνθρωπος] τὴν ἀφ' ἀνίσχοντος μέχρι δυομένου, μόνον οὐχὶ τὸν ἴσον ἡλίῳ διϊππεύσας δρόμον, ταῖς λαμπροτάταις τῆς αὐτοῦ διδασκαλίας αὐγαῖς κατηύγασέν τε καὶ ἐφώτισεν, ὡς πανταχοῦ γῆς ἑνὶ θεῷ πᾶν ἔθνος μίαν καὶ τὴν αὐτὴν ἐπιτελεῖν λατρείαν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως πάντας θεούς τε καὶ ἥρωας Ἑλληνικοὺς καὶ βαρβάρους παραγκωνισάμενος, μηδένα μὲν ἐκείνων θεὸν εἶναι νομίξειν ἐνομοθέτησεν καὶ νομοθετήσας ἔπεισεν· ἔπειτα πολεμηθεὶς ὑπὸ πάντων, εἷς ὤν αὐτὸς τὸ πᾶν τῶν ἐναντίων στρατόπεδον καθεῖλεν, τῶν ἐξ αἰῶνος ἁπάντων θεῶν τε καὶ ἡρώων κρατῶν, ἀπὸ περάτων ὡς καθ’ ὅλης τῆς οἰκουμένης θεοῦ μόνον αὐτὸν πρὸς τῶν ἐθνῶν ἁπάντων ἀναγορεύεσθαι; τίς τοῖς τὸ μέγα στοιχεῖον τῆς γῆς οἰκοῦσι τοῖς τε κατὰ γῆν καὶ τοῖς κατὰ θάλατταν ἐφ' ἑκάστης ἑβδομάδος τὴν κυριακὴν χρηματίζουσαν ἡμέραν ἑορτὴν ἄγειν ἐπὶ ταὐτὸν συνιόντας παραδέδωκεν, καὶ οὐ τὰ σώματα πιαίνειν τὰς δὲ ψυχὰς ἐνθέοις παιδεύμασιν ἀναζωπυρεῖν παρεσκεύασεν ; τίς θεὸς ἢ καὶ ἥρως οὕτω πολεμηθεὶς ὡς ὁ ἡμέτερος σωτὴρ τρόπαια νικητήρια κατὰ τῶν ἐχθρῶν ἤγειρεν; οἱ μὲν γὰρ οὐ διέλιπον ἐξ ἀρχῆς καὶ εἰς τέλος αὐτοῦ τὰ μαθήματά τε καὶ τὸν λαὸν πολιορκοῦντες, ὁ δ’ ἀφανὴς ἀφανῶς τοὺς οἰκείους αὐτοῖς ἱεροῖς οἴκοις ἐπὶ μέγα δόξης προῆγεν. καὶ τί δεῖ λόγοις τὰς παντὸς λόγου κρείττονας ἐνθέους δυνάμεις τοῦ σωτῆρος ἡμῶν φιλοτιμεῖσθαι συνάγειν, ὅτε καὶ σιωπώντων ἡμῶν αὐτὰ βοῶσι τοῖς ὦτα ψυχῆς κεκτημένοις τὰ πράγματα, τοῦτο ξένον ἀληθῶς καὶ παράδοξον καὶ ἓν μόνον ἐξ αἰῶνος τὸν κόσμον ἀνθρώπων ἐνηνοχέναι, καὶ τὸ ἀληθῶς παῖδα θεοῦ μόνον ἐξ αἰῶνος τοῖς ἐπὶ γῆς ὦφθαι.

Eis chegado, pois, o momento de examinar as realizações do nosso Salvador nos nossos próprios tempos, e de contemplar as obras vivas do Deus vivo; pois não são, em verdade, obras vivas de quem vive — de um Deus que verdadeiramente vive a vida — tais façanhas? Quais são elas, perguntas? Aprende.

Ainda há pouco, certos combatentes contra Deus, escavando desde os alicerces com redobrada porfia e com força e mão maiores, demoliam os edifícios dos seus oratórios e faziam desaparecer as suas igrejas; e com todas as máquinas de guerra combatiam Aquele que não é visto pelos olhos, lançando-lhe e arremessando-lhe inúmeros dardos de palavras; mas o Invisível invisivelmente se defendia.

Depois, a um só aceno de Deus, eles já não existiam — os que pouco antes viviam no regalo e eram três vezes afortunados; os celebrados por todos como iguais aos deuses; os que por longos períodos de anos dirigiram o governo com distinção, enquanto lhes eram amigas e pacíficas as coisas que mais tarde combateram. Quando, porém, mudando, ousaram combater a Deus, perfilando os seus deuses como defensores e escudeiros contra o nosso, no mesmo instante, num só lance, pelo aceno de Deus e pelo poder daquele que era combatido, todos pagaram a pena das suas ousadias: cederam ao que era combatido, deram-lhe as costas e confessaram-lhe a divindade, consentindo e permitindo o contrário do que antes haviam ousado.

Ele, porém, no mesmo instante erguia por toda a terra os troféus da vitória e, adornando de novo, desde o princípio, toda a terra habitada com templos santos e com as venerandas consagrações de oratórios, dedicou, por cidades e aldeias, por todas as regiões e até nos desertos dos bárbaros, santuários e recintos sagrados ao único Deus Rei de todos, que é também o Senhor do universo — donde também as coisas consagradas foram consideradas dignas do nome do Senhor, não recebendo a denominação de homens, mas do próprio Senhor do universo, razão pela qual também foram julgadas dignas da denominação de templos do Senhor. Aquele que o desejar apresente-se, pois, em público e ensine: quem ergueu do solo às alturas tais edifícios após tamanha destruição e ruína? Quem fez com que templos privados de toda esperança fossem considerados dignos de uma segunda restauração, muito superior à anterior, e os restaurou? E o que constitui o maior prodígio desta palavra: fez isso não após a morte daqueles inimigos de Deus, mas quando ainda estavam vivos os próprios que os haviam destruído, de modo que pela própria boca e pelos próprios escritos cantaram a palinódia de seus crimes, e fizeram-no não por estarem contentes (o que alguém talvez atribuísse a um sentimento de filantropia), mas fustigados por flagelos enviados de Deus. Quem, após tantas tempestades de perseguição e no próprio auge dos sofrimentos, estabeleceu em toda a terra habitada milhares de homens zelosos do modo de vida filosófico e servidores de Deus, sacerdotisas e coros de virgens perpétuas que consagraram todo o tempo de suas vidas à pureza perfeita sob os ensinamentos da sua doutrina divina, suportando com a máxima prontidão a abstinência de alimentos, jejuns e a privação de vinho por muitos dias, e praticando a temperança e a força de uma vida austera com prudência? Quem persuadiu mulheres simples e multidões de homens a trocarem os alimentos do corpo por alimentos espirituais e racionais, adequados às almas racionais, adquiridos através de divinas leituras? Quem ensinou homens bárbaros e rudes, mulheres, crianças e classes de escravos, e multidões de inumeráveis nações, a desprezarem a morte e a estarem convencidos de que a sua alma é imortal, e de que o olho da justiça vigia as ações humanas dos piedosos e dos ímpios, e a esperarem os tribunais de Deus, cuidando, por causa disso, de levar uma vida justa e prudente? Pois, sem estas disposições, seria impossível submeter-se de outro modo ao jugo da piedade para com Deus. O que, com efeito, somente pelo nosso Salvador continua a ser realizado até hoje.

Mas deixemos estas coisas de lado e, de outro modo, dirijamo-nos àquele que tem a mente petrificada com perguntas deste gênero, interrogando-o assim: Vamos, homem, tu que tens voz racional, apresenta o fruto não de um coração insensato, mas de uma alma inteligente e racional. Dize, após examinar muitas vezes contigo mesmo, quem mais dentre os filósofos célebres de todos os tempos foi conhecido e proclamado de antemão, como o nosso Salvador, por vozes proféticas de tempos remotíssimos, milhares de anos antes, entre os antigos filhos dos hebreus, amados de Deus? Os quais consignaram de antemão em livros sagrados o lugar do seu nascimento, o tempo de sua vinda, o seu modo de vida, os seus poderes, os seus discursos e os seus prodígios. Ou quem se mostrou tão rápido vingador dos crimes cometidos contra si, a ponto de punir com poder invisível toda a nação dos judeus juntamente com a sua impiedade contra ele, de modo que a sua sede real foi inteiramente destruída desde os alicerces, e o próprio templo com os seus santuários foi arrasado até o chão? E quem proferiu sobre estas mesmas coisas a respeito dos homens ímpios e sobre a Igreja por ele estabelecida em toda a terra habitada predições condizentes com os fatos, demonstrando-as verdadeiras nas obras, como o nosso Salvador? Sobre o templo dos ímpios, tendo dito: "A vossa casa vos será deixada deserta", e: "Não ficará aqui pedra sobre pedra que não seja derrubada"; e sobre a Igreja: "Sobre esta pedra edificarei a minha Igreja, e as portas do inferno não prevalecerão contra ela". E o fato de ter tomado desde o início homens simples e rudes da pesca e de tê-los manifestado como legisladores e mestres da terra habitada pelos homens, como te parece ser? E ter prometido e dito por palavra, e cumprido em obra, fazer deles pescadores de homens, e conceder-lhes tal virtude e poder que pudessem redigir escritos e transmitir livros, e torná-los tão fortes que, traduzidos em toda a sorte de línguas de bárbaros e gregos por toda a terra habitada, fossem estudados entre todas as nações, e se cresse que as coisas neles consignadas são palavras divinas? E que dizer de ele mesmo ter profetizado o futuro e testemunhado de antemão aos seus discípulos que deveriam ser levados perante imperadores e governantes, punidos e submetidos aos últimos suplícios, não por causa de alguma ação ímpia, mas unicamente por causa da confissão de seu nome?

E o ter preparado os discípulos a suportarem prontamente tais sofrimentos e os ter cingido com as armas da piedade de tal maneira que as suas almas se mostrassem mais fortes que o diamante nos combates contra os adversários, qual discurso não superaria? E o ter fortalecido deste modo as faculdades da alma não apenas daqueles que o seguiram, mas também de seus sucessores, dos que vieram depois e dos que até o dia de hoje, em nossos tempos, sem terem praticado nada digno de morte, suportam com prazer toda a sorte de suplícios e toda a espécie de tormentos em favor da piedade para com o Deus do universo, qual maravilha não superaria? Mas qual dos imperadores continuou a reinar por tanto tempo? Quem conduz exércitos desta forma após a morte e ergue troféus contra os inimigos, e submete todo lugar, região e cidade, tanto a Grécia quanto a terra bárbara, vencendo os adversários com mão invisível e oculta? E o ponto principal do que foi dito, a saber, a paz governada em toda a terra pelo seu poder, sobre a qual já falamos convenientemente antes, qual boca de caluniadores não fecharia, tendo concorrido na prática de tal modo com a doutrina de nosso Salvador e com a pregação lançada por Ele a todo o cosmos para a harmonia e acordo de todas as nações, e tendo sido anunciada de antemão, desde tempos antigos, pelos profetas de Deus, a paz cósmica das nações e a palavra lançada por Ele aos povos? Faltar-me-ia, ó Imperador, todo o comprimento do dia se eu tentasse reunir e apresentar uma a uma as demonstrações evidentes do divino poder do nosso Salvador a partir das coisas que ainda hoje se veem, visto que ninguém jamais, desde o início dos tempos, entre os gregos ou bárbaros, demonstrou tão grande poder de divina excelência como o nosso Salvador. E por que falo de homens, quando nem mesmo dentre aqueles divinizados entre todas as nações manifestou-se na terra tal natureza? Que o mostre quem o desejar, e apresente-se todo filósofo e nos diga: quem, em todo o curso do tempo, já ouviu falar de um deus ou herói que tenha transmitido aos homens ensinamentos propícios à vida eterna e ao reino celeste, como o fez o nosso Salvador, fazendo com que milhares de multidões em toda a terra habitada se exercitassem em dogmas filosóficos, e persuadindo-os a buscar o céu e a esperar as moradas celestes reservadas às almas amadas de Deus? Qual deus, herói ou homem jamais, tendo percorrido o caminho desde o nascer do sol até o poente, quase igualando-se ao curso do próprio sol, iluminou e resplandeceu com os raios mais brilhantes de sua doutrina, de sorte que em toda a terra cada nação preste um único e mesmo culto ao Deus único? Qual deus ou herói jamais, tendo posto de lado todos os deuses e heróis gregos e bárbaros, legislou que nenhum deles devia ser considerado deus, e tendo legislado, persuadiu os homens? E então, combatido por todos, sendo ele um só, destruiu todo o exército dos adversários, vencendo todos os deuses e heróis de todos os tempos, de modo que, desde os confins até a totalidade da terra habitada, somente a Ele as nações proclamassem como Deus? Quem transmitiu aos que habitam o grande elemento da terra, tanto por terra quanto por mar, o preceito de se reunirem a cada semana no dia chamado do Senhor para celebrar a festa, e os instruiu não a engordar os corpos, mas a revigorar as almas com ensinamentos divinos? Qual deus ou herói, combatido como o foi o nosso Salvador, ergueu troféus de vitória contra os inimigos? Pois estes nunca cessaram, do início ao fim, de cercar os seus ensinamentos e o seu povo; mas Ele, invisível, conduziu invisivelmente os seus seguidores a uma imensa glória com as suas próprias casas sagradas. E por que é necessário esforçar-se por reunir em palavras os divinos poderes do nosso Salvador, os quais são superiores a qualquer discurso, quando, mesmo que guardemos silêncio, as próprias coisas clamam aos que possuem os ouvidos da alma que isto é verdadeiramente extraordinário, admirável, e o único fato singular que o mundo dos homens produziu desde o início dos tempos, ...e que o único que verdadeiramente é o Filho de Deus manifestou-se aos que estão sobre a terra desde o início dos tempos.

XVIII

Περιττὰ δ' ἂν καὶ ἄλλως <σοὶ> εἴη τὰ παρ’ ἡμῶν ὃς αὐτῇ τῇ πείρᾳ τῆς σωτηρίου θεότητος συναίσθησιν πολλάκις εἰληφώς, οὐ λόγοις ἀλλ' ἔργοις αὐτοῖς κήρυξ ἅπασι τῆς ἀληθείας καθέσηκας· σὺ γὰρ ἡμῖν αὐτός, βασιλεῦ, σχολῆς δοθείσης εἴποις ἄν βουληθεὶς μυρίας τοῦ σοῦ σωτῆρος θεοφανείας, μυρίας καθ’ ὕπνους παρουσίας, οὐ τὰς ἀπορρήτους ἡμῖν ὑποβολὰς αὐτοῦ φημι, τὰς δ’ ἐν αὐτῷ σοι λυγισμῷ καταβαλλομένας καὶ περὶ τῶν ὅλων προνοίας τὰ κοινωφελῆ καὶ τὰ πάντη χρήσιμα παρατιθεμένας· δ’ ἂν ἡμῖν τοῦ σοῦ προασπιστοῦ γε καὶ φύλακος θεοῦ διελεύσῃ τὰς ἐναργεῖς ἐν πολέμοις ἐπικουρίας, τὰς ἐχθρῶν καὶ ἐπιβούλων φθοράς, τὰς ἐν κινδύνοις δεξιώσεις, τὰς έν ἀπόροις εὐπορίας, τὰς ἐν ἐρημίαις ἀντιλήψεις, τὰς ἐν ἀμηχάνοις εὑρέσεις, τὰς τῶν μελλόντων προγνώσεις. τὰς περὶ τῶν καθόλου προμηθείας, τὰς περὶ τῶν ἀδήλων σκέψεις, τὰς περὶ τῶν μεγάλων ἐπιχειρήσεις, τὰς πολιτικὰς οἰκονομίας, τὰς τῶν στρατοπέδων διοικήσεις, τὰς καθ' ἕκαστον διορθώσεις, τὰς περὶ τῶν κοινῶν διατάξεις, τὰς βιωφελεῖς νομοθεσίας. καταριθμήσεις δ’ ἂν ἀπαραλείπτως ἕκαστα τῶν ἡμᾶς μὲν λανθανόντων, σοὶ δ' αὐτῷ μόνῳ γνωριζομένων καὶ ταῖς σαῖς βασιλικαῖς μνήμαις οἶα θησαυροῖς ἐν ἀπορρήτοις τεταμιευμένων. ὦν δὴ χάριν ἁπάντων εἰκότως, αὐτοῖς δὴ τούτοις λαμπροῖς τεκμηρίοις τῆς σωτηρίου δυνάμεως χρησάμενος, οἶκον εὐκτήριον τρόπαιον τῆς κατὰ τοῦ θανάτου νίκης αὐτοῦ πᾶσιν ἀνθρώποις πιστοῖς ὕμα καὶ ἀπίστοις ἀνέδειξας, νεών τε ἅγιον ἁγίου θεοῦ, ζωῆς τε ἀθανάτου καὶ βασιλείας ἐνθέου λαμπρὰ καὶ μεγάλα περικαλλῆ ἀφιερώματα, τὰ] πρέποντά γε εὖ μάλα καὶ οἰκεῖα βασιλεῖ νικητῇ, τοῦ παμβασιλέως σωτῆρος ἀναθήματα· ἅ δὴ τῷ τῆς ἀθανάτου ζωῆς μαρτυρίῳ τε καὶ μνήματι περιβέβληκας. τὸν οὐράνιον τοῦ θεοῦ λόγον νικητὴν καὶ τροπαιοῦχον βασιλικοῖς χαρακτῆρσιν ἐκτυπούμενος, πᾶσι τοῖς ἔθνεσι λαμπραῖς καὶ ἀνεπισκιάστοις φωναῖς ἔ τε καὶ λόγῳ, τὴν εὐσεβῆ καὶ φιλόθεον ὁμολογίαν προκηρύττων.

Supérfluas seriam, de outra forma, as coisas que provêm de nós para ti, que, tendo muitas vezes recebido pela própria experiência a percepção da divindade salvífica, constituíste-te, não por palavras, mas pelas próprias obras, arauto da verdade para todos. Pois tu mesmo, ó Imperador, se houvesse tempo disponível e se o quisesses, poderias relatar-nos miríades de teofanias do teu Salvador, miríades de aparições durante o sono; e não me refiro às sugestões inefáveis que Ele te faz, mas àquelas inspiradas em teus próprios pensamentos e que te apresentam as medidas de utilidade pública e inteiramente proveitosas relativas à providência universal. E relatar-nos-ias os auxílios evidentes em guerras enviados por teu Deus protetor e guardião, as destruições de inimigos e conspiradores, os salvamentos nos perigos, os recursos nas dificuldades, os amparos nos isolamentos, as soluções nos impasses, as previsões do futuro, as providências de ordem geral, as reflexões sobre as coisas ocultas, os empreendimentos de grande porte, as administrações políticas, os governos dos exércitos, as correções singulares, as ordenações sobre os assuntos públicos e as legislações benéficas à vida. Enumerarias detalhadamente cada uma das coisas que a nós permanecem ocultas, mas que somente a ti são conhecidas, guardadas em tuas memórias imperiais como em tesouros inefáveis. Por todas essas razões, servindo-te com inteira justiça destes brilhantes testemunhos do poder salvífico, apresentaste a todos os homens, tanto crentes como descrentes, uma casa de oração como troféu da vitória Dele sobre a morte, e um templo sagrado do Deus santo, e esplêndidas, imensas e belíssimas oferendas consagradas da vida imortal e do reino divino, inteiramente convenientes e apropriadas a um imperador vitorioso, ofertas dedicadas ao Salvador e Rei do universo, com as quais circundaste o testemunho e monumento da vida imortal, representando com traços imperiais o Logos celeste de Deus como vencedor e triunfador, e proclamando a todas as nações, com vozes brilhantes e sem sombras, por obras e por palavras, a confissão piedosa e amada de Deus.

Tradução feita diretamente do grego, com controle de qualidade por um circuito de auditoria automática documentada (loop TEaR), sem revisão humana de conteúdo. Como este texto foi produzido ›

  • Fonte: First1KGreek, urn:cts:greekLit:tlg2018.tlg022.1st1K-grc1 (CC BY-SA 4.0); edição-base: I. A. Heikel, GCS 7, 1902 (domínio público)
  • Correspondência Migne: PG 20, col. 1315-1439 (edição crítica aberta; divergências com Migne = categoria C)
  • Gerado da transcrição consolidada por scripts/pg_site_fontes_edicao.py: paginação/números de linha removidos, hifenizações recompostas
  • Tradução: projeto Patrística, feita diretamente do grego.

Mecenato

Cada obra que você lê aqui chegou ao português financiada pelos leitores.

Em tradução agora: História Eclesiástica — Eusébio de Cesareia

Financie a próxima tradução

Apoio via PIX ou Patreon.