Οὐκοῦν εἴ τίς ἐστιν ἀνάξιος χρηστοῦ βίου σύνοιδέν τε ἑαυτῷ πλημμελῶς καὶ ἀτάκτως τὸν βίον βεβιωκότι, ἐὰν μετάθηται καὶ πρὸς τὸ θεῖον ἀπίδῃ τῷ τῆς ψυχῆς ὄμματι καθαρθεὶς καὶ ἀλλότριος γενόμενος τῆς πάλαι κακίστης διαίτης θεραπείας τε τυχὼν τῆς ἐκ θεοῦ, εἰς τὸν πάντα αἰῶνα ζήσεται. εὐχαριστεῖν δὲ προσήκει διὰ τοῦτο τῷ ἐκεῖνόν τε σώσαντι καὶ σώζοντι πάντας θεῷ. σῴζοιντο δ’ ἂν εὐμαρέστερον, εἰ μετὰ καθαρᾶς πίστεως τὴν θεραπείαν τῆς ψυχῆς δέχοιντο καὶ μὴ ἐπαμφοτερίζοιεν, ὥσπερ οἱ ποτὲ μὲν καταπιστεύοντες ἑαυτοὺς τοῖς ἰάμασι ποτὲ δὲ ἀποτρέχοντες, ἀλλὰ καρτερικῶς τε καὶ γενναίως ὑφιστάμενοι τὸ δικαιοσύνης καὶ σωφροσύνης καὶ τῶν λοιπῶν ἄκος. ἡμεῖς γοῦν κατὰ τὸ δυνατὸν ἁμιλλώμεθα τοὺς ἀμυητοῦς τῶν τοιούτων λόγων ἐλπίδος ἀγαθῆς ἐμπλῆσαι, βοηθὸν ἡμῖν πρὸς τὸ ἐπιτήδευμα προσκαλεσάμενοι τὸν θεόν· οὐδὲ γὰρ μέτριον ἔργον τὰς διανοίας τῶν ὑπηκόων ἡμῖν, εἰ μὲν ἀγαθαὶ τυγχάνοιεν οὖσαι, προτρέψασθαι ἐπὶ τὴν θεοσέβειαν, εἰ δὲ κακαὶ καὶ ἀγνώμονες, εἰς τοὐναντίον μεταγαγεῖν, ἀντὶ ἀχρήστων χρησίμους ἐπιτελοῦντας. τούτοις γοῦν αὐτοῖς τε χαίρων τοῖς ἐπιτηδεύμασιν ἀγαθοῦ τ’ ἀνδρὸς ἔργον εἶναι νομίζων ὑμνεῖν τὸν σωτῆρα, ἀποπέμπομαι πάνθ’ ὅσα ἡ χείρων τῆς τύχης κατάστασις ἀλόγως ἐπέσκηψεν ἀγνοίας συμπτώματι, μεγίστην σωτηρίαν ἡγησάμενος τὴν μεταμέλειαν· ηὐξάμην δ' ἂν πάλαι τήνδε μοι τὴν ἀποκάλυψιν δεδωρῆσθαι, εἴ που μακάριος ὁ ἐκ νέων συσταθεὶς καὶ τῇ γνώσει τῶν θείων καὶ τῷ τῆς ἀρετῆς κάλλει κατευφρανθείς. καὶ ταῦτα μὲν ἡμῖν μετρίως εἰρήσθω· εἰ γὰρ καὶ μὴ ἀπὸ πρώτης τῆς ἡλικίας μηδ’ ἐκ σπαργάνων, ὡς φασίν, οἱ χρηστοὶ τῶν ἀνθρώπων σοφοὶ γίγνονται, ἀλλ’ ὅμως ἀγαπητόν, εἰ κἂν ἐν τῇ τῆς ἀκμῆς ἡλικίᾳ τὴν σοφίαν εὐτυχῶσιν. ἡμῖν δὲ παιδεία μὲν ἡ ἐξ ἀνθρώπων οὐδεμία πώποτε συνήρατο, θεοῦ δέ ἐστιν ἅπαντα τὰ δωρή ματα, ὅσα ἐν ἤθεσι καὶ τρόποις εὐδοκιμεῖ παρὰ τοῖς νοῦν ἔχουσιν. ἔχω δὲ καὶ οἷον προβέβλημαι δηλητηρίου παντὸς ἄντικρθς, ὁπόσα τεκταίνεται ὁ πονηρός, οὑ μετρίαν ἀσπίδα τὴντὸς ἄντιχρυς, ὁπόσα τεκταίνεται ὁ πονηρός, οὐ μετρίαν ἀσπίδα τὴν γνῶσιν τῶν ἀρεσκόντων τῷ θεῷ. ἐξ ἧς τὰ πρὸς τὸν προκείμενον λόγον χρήσιμα ἐκλεξάμενος ὑμνήσω τὸν πατέρα τῶν πάντων. αὐτός τε συναιρόμενος τῇ τῆς καθοσιώσεως σπουδῇ πάριθι, Χριστὲ σῶτερ ἁπάντων, καὶ τὸν περὶ τῆς σῆς ἀρετῆς κατακόσμει λόγον, τὸν τρόπον τῆς σεμνολογίας ὑφηγούμενος. καὶ μηδεὶς προσδοκάτω κομψείᾳ τινὶ κεκαλλωπισμένων ὀνομάτων τε καὶ ῥημάτων ἀκούσεσθαι· οἶδα γὰρ ἀκριβῶς τὴν ἔκλυτον καὶ πρὸς ἡδονὴν ἀπειργασμένην δημηγορίαν τοῖς εὖ φρονοῦσιν ἀπαρέσκειν, ὅταν οἱ λέγοντες κρότου μᾶλλον ἢ σώφρονος διαλέξεως ἐπιμελῶνται. φασὶ δή τινες ἀνόητοι καὶ δυσσεβεῖς ἄνθρωποι, δικαιωθῆναι τὸν Χριστὸν ἡμῶν καὶ τὸν παραίτιον τοῦ βίου τοῖς ζῶσιν αὐτὸν τοῦ ζῆν ἐστερῆσθαι ... τοὺς ἀσεβεῖν ἅπαξ τολμήσαντας καὶ μήτε δεδιέναι μήτε ἐγκαλύπτεσθαι τὴν ἑαυτῶν πονηρίαν οὐδὲν θαυμαστόν. ἐκεῖνο δὲ πᾶσαν ὑπερβέβηκεν εὐήθειαν τὸ δοκεῖν πεπεικέναι ἑαυτοὺς ὑπ᾽ ἀνθρώπου θεὸν ἄφθαρτον βεβιάσθαι, ἢ τὴν ὠμότητα ἐπικρατῆ γεγενῆσθαι τῆς φιλανθρωπίας, μηδ᾽ ἐννοεῖν ὅτι τὸ μεγαλόψυχον καὶ ἀνεξίκακον οὔθ’ ὑπὸ ὕβρεως διατρέπεται, οὔθ’ ὐπὶ προπηλακισμοῦ τῆς φυσικῆς στεῤῥότητος ἐξίσταται. ἀλλ’ ἀεὶ . . . γίγνεται τῶν ἐπεμβαιτὴν ἀγριότητα λογισμοῦ τε καὶ μεγαλοψυχίας φρονήματι θραύουσα. προῄρητο γὰρ ἡ τοῦ θεοῦ φιλανθρωπία ἀδικίαν μὲν ἐξαλεῖψαι κοσμιότητα δὲ καὶ δίκην ἐπᾶραι· διὸ καὶ τοὺς σοφωτάτους τῶν ἀνδρῶν συναθροίσας, καλλίστην καὶ βιωφελεστάτην διδασκαλίαν συνεστήσατο, ζηλῶσαι τοὺς ἀγαθούς τε καὶ εὐδαίμονας τὴν ἑαυτοῦ περὶ τὰ κοσμικὰ πρόνοιαν· οὗ μεῖζον ἀγαθὸν τί ἄν τις εἴποι, θεοῦ δικαιοσύνην βραβεύοντος καὶ ἐξομοιοῦντος ἑαυτῷ τοὺς ἀξίους τῆς αὐτοῦ παιδεύσεως, ὅπως διαδοθείσης εἰς πάντας τῆς ἀγαθότητος τὸ εὐτυχεῖν τοῖς ἀνθρώποις εἰς ἅπαντα τὸν αἰῶνα περιγένηται; αὕτη ἐστὶν ἡ σεμνὴ νίκη, τόδ’ ἀληθὲς κράτος, τόδε μέγιστον ἔργον καὶ ἁρμόζον τῶν συμπάντων δήμων σωφρονισμός. καὶ τούτων μὲν πάντων σοι τὰ νικητήρια δίδομεν εὐφημοῦτες, ὦ σῶτερ τῶν ὄλων, σὺ δ’, ὦ πονηρὰ καὶ ἐπονείδιστε βλασφημία, ψεύδεσιν ἐπαιρομένη φήμαις τε καὶ διαβοήσεσιν ἐξαπατᾷς μὲν νέους, πείθεις δὲ μειράκια καὶ τῶν ἀνδρῶν τοὺς μειρακιώδη τινὰ τρόπον ἔχοντας, ἀπάγουσα μὲν αὐτοὺς ἀπὸ τῆς θρησκείας τοῦ ὄντως θεοῦ, συνιστάνουσα δ’ ἀγαλπλάσματα, οἶς εὔχοιντο καὶ προσκυνοπιεν, ὤστε ἐ\ξαπατηθέντας μένειν τὰ ἐπίχειρα τῆς αὐτῶν ἀναισθησίας. αὐτιπῶνται γὰρ τὸν τῶν ἀγαθῶν παραίτιον πάντων, Χριστόν, θεόν τε καὶ θεοῦ παῖδα. ἀφ' οὖτος ὁ θεὸς κατ’ ἀξίαν σέβεται, παντοίας μὲν δυνάμεως ἐπείλημένος ππασαν δ’ ἀγαθότητα ὑπερκύπτων, ἐξ οὖ καὶ ὀ ἔπαινος μείζων καὶ τὸ θαῦμα ἐξαίσιον, ὅτι τῷ τῆς δυνάμεως μεγέθει πρὸς τὴν ἐκδιτῆς ὕβρες οὐκ ἀπεχρήσατο, ἀλλὰ τοῖς ἀνθρώποις ἠλίθια φρανοῦσι νοῦσι συνέγνω, ἴδιον ἀνθρώπων τὴν μωρίαν ἡγησάμενος καὶ τὸ ἐξααὐτὸς δ’ ἐν τῇ οἰκείᾳ προαιρέσει μένων, οὐδοτιου τῆς ἐμφύτου φιλανθρωπίας ἐμείωσεν. ἄπιτε δή, δυσσεβεῖς, (ἐφεῖται γὰρ ὑμῖν διὰ τὴν ἀτιμώρητον ἁμαρτίαν) ἐπὶ τὰς τῶν ἱερείων σφαγὰς θοίνας τε καὶ ἑορτὰς καὶ μέθας, προσποιούμενοι μὲν θρησκείαν ἐπιτηδεύοντες δὲ ἡδονὰς καὶ ἀκολασίας, καὶ θυσίας μὲν ἐπιτελεῖν σκηπτόμενοι ταῖς δ' ἑαυτῶν ἡδοναῖς δουλεύοντες. οὐ γὰρ ἴστε ἀγαθὸν οὐδὲν οὐδὲ τὸ πρῶτον τοῦ μεγάλου θεοῦ πρόσταγμα, διατάσσοντός τε τῷ τῶν ἀνθρώπων γένει καὶ ἐπισκήπτοντος τῷ παιδὶ τὸν τούτων διακυβερνᾶν βίον, ὅπως οἱ δεξιῶς καὶ σωφρόνως βιώσαντες κατὰ τὴν τοῦ παιδὸς κρίσιν δεύτερον βίον μακάριόν τε καὶ εὐδαίμονα λαγχάνωσιν. ἐγὼ μὲν οὖν τὸ τοῦ θεοῦ δόγμα περὶ τῆς τῶν ἀνθρώπων βιώσεως διεξῆλθον, οὐ μὴν ἀγνοῶν, καθάπερ οἱ πολλοί, οὐδὲ ἐξ εἰκασίας παιδός, ποία δὲ γένεσις, εἴπερ εἷς μόνος ὢν θεὸς τυγχάνει, πάσης δὲ μίξεως οὗτός ἐστιν ἀλλότριος; ἀλλὰ τὴν γένεσιν διπλῆν τινα τινα νοεῖσθαι χρή, τὴν μὲν ἐξ ἀποκυήσεως τὴν συνεγνωσμένην ταύτην, ταύτην, ἑτέραν δὲ τὴν ἐξ ἀϊδίου αἰτίας, ἧς τὸν λόγον θεοῦ προνοίᾳ θεᾶται καὶ ἀνδρῶν ὃς ἐκείνῳ φίλος ὑπάρχει· σοφὸς γάρ τις τὴν αἰτίαν τῆς τῶν τῶν ὅλων διακοσμήσεως εἴσεται. ὄντος τοίνυν ἀναιτίου μηδενός, προϋπάρχειν τῶν ὄντων τὴν αἰτίαν αὐτῶν ἀνάγκη. ὄντος ἄρα κόσμου καὶ τῶν ἐν αὐτῷ οὔσης τε αὐτῶν σωτηρίας, τὸν σωτῆρα τῶν πάντων προυπάρχειν ἀνάγκη· ὡς εἶναι τὸν μὲν Χριστὸν τὴν τῆς σωτηρίας αἰτίαν, τὴν δὲ σωτηρίαν τῶν ὄντων τὸ αἰτιατόν, καθάπερ αἰτία μὲν υἱοῦ ὁ πατήρ, αἰτιατὸν δ’ ὁ υἰός. καὶ τὸ μὲν προϋπάρχειν αὐτὸν ἱκανῶς οἶμαι δεδήλωται. πῶς δ’ εἰς ἀνθρώπους καὶ γῆν κατῆλθεν; ἡ μὲν προαίρεσις τῆς καθόδου, καθὼς οἱ προφῆται προεθέσπισαν, κηδεμονία τῶν ὅλων ἐστίν· ἀνάγκη γὰρ τὸν δημιουργὸν τῶν ἔργων αὐτοῦ κήδεσθαι. ἐπεὶ ⟨δὲ⟩ δὴ σώματι κοσμικῷ πλησιάζειν ἔν τε γῇ χρονίζειν ἔμελλεν, τῆς χρείας τοῦτο ἀπαιτούσης νόθην τινὰ γένεσιν ἑαυτοῦ ἐμηχανήσατο· χωρὶς γάρ τοι γάμου σύλληψις, καὶ ἁγνῆς παρθενίας εἰλείθυια [καὶ θεοῦ μήτηρ κόρη], καὶ αἰωνίου φύσεως ἀρχὴ χρόνιος καὶ νοητῆς καὶ τὰ λοιπὰ τοῦ φάσματος· αἰγλήεσσα περιστερὰ ἐκ τῆς Νῶε λάρνακος ἀποπταμένη ἐπὶ τοὺς τῆς παρθένου κόλπους κατῆρεν. ἀκόλουθα δὲ καὶ τὰ μετὰ τὸν ἀναφῆ πάσης τε ἁγνείας καθαρώτερον καὶ αὐτῆς ἐγκρατείας κρείσσονα ὑμέναιον, ἡ ἐκ σπαργάνων σοφία τοῦ θεοῦ, ἐντρεπόμενός τε αὐτὸν μετὰ αἰδοῦς ὁ τῶν λουτρῶν πάροχος Ἰορδάνης, πρὸς τούτῳ τε βασιλικὸν χρίσμα ὁμόψυχον τῆς πάντων συνέσεως, παιδεία δὲ καὶ δύναμις παράδοξα κατορθοῦσα καὶ τὰ ἀνίατα ἰωμένη, καὶ εὐχῶν ἀνθρωπίνων ταχεῖα καὶ ἀνεμπόδιστος βεβαίωσις, καὶ ὅλως ὁ σύμπας ὑπὲρ ἀνθρώπων βίος, διδασκαλία τε οὐ φρόνησιν ἀλλὰ σοφίαν διδάσκουσα, τῶν φοιτητῶν οὐ τὰς πολιτικὰς λεγομένας ἀρετὰς μανθανόντων ἀλλὰ τὰς εἰς τὸν νοητὸν κόσμον ἀτραποὺς ἀγούσας, τήν τε τοῦ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχοντος γένους ἐποπτείαν πονούντων καὶ τὴν τοῦ μεγίστου πατρὸς ἔννοιαν ἀσκουμένων. τὰ γέ τοι τῶν εὐεργετημάτων οὐ μέτρια· ἀντὶ μὲν τῆς πηρώσεως ὅρασις, ἀντὶ δὲ παρέσεως εὐεξία, ἀντὶ δὲ θανάτου πάλιν εἰς τὸ ζῆν ἀποκατάστασις. παρίημι γὰρ ἄφθονον τῶν ἀναγκαίων παρασκευὴν ἐν ἐρημίᾳ καὶ ἐν ὀλίγοις ἐδέσμασι παντοδαπὴν μεγάλοις πλήθεσι πολλοῦ χρόνου περιουσίαν. ταύτην σοι τὴν εὐχαριστίαν κατὰ τὸ δυνατὸν ἀποδίδομεν, Χριστὲ ὁ θεὸς καὶ σωτήρ, μεγάλου πατρὸς μεγίστη πρόνοια, σώζοντί τ’ ἐκ τῶν κακῶν καὶ τὴν μακαριωτάτην διδασκαλίαν διδάσκοντι. οὐ γὰρ ἐγκωμιάζων ταῦτ’ ἀλλ’ εὐχαριστῶν λέγω. τίς γὰρ ἄν σε κατ’ἀξίαν ὑμνήσειεν ἄνθρωπος; σὲ μὲν γὰρ λόγος ἐξ οὐκ ὄντων τὰ ὄντα γεννῆσαι, σὲ δὲ φῶς αὐτοῖς ἀνάψαι καὶ τὴν ἄτακτον τῶν στοιχείων σύγχυσιν κατακοσμῆσαι τάξει καὶ μέτρῳ. τὸ δὲ τῆς φιλανθρωπίας ἐξαίρετον ἐν τῷ τοὺς εὖ πεφυκότας τῶν ἀνθρώπων θείου καὶ μακαρίου ζηλωτὰς ποιῆσαι βίου, κατανοεῖν θ’ ὅπως τῶν ὄντως ἀγαθῶν ἔμποροι γεγενημένοι πλείοσι τῆς ἑαυτῶν σοφίας τε καὶ συντυχίας μεταδιδοῖεν αὐτοί τ’ ἀρετῆς καρπὸν αἰώνιον κομίζοιντο, ἀπηλλαγμένοι μὲν ἀκολασίας μετέχοντες δὲ φιλανθρωπίας, οἶκτον μὲν πρὸ ὀφθαλμῶν ἔχοντες πίστεως δὲ προασπίζοντες, αἰδὼ δὲ καὶ παντοίαν ἀρετὴν ἀσπαζόμενοι, ἣν ὁ πρὸ τοῦ βίος ἀνθρωπίνων ἠθῶν ἐκβεβλήκει, ἥτις ποτε γέγονεν αἰτία μάλλον δὲ ἀνάγκη σωτῆρι καθόδου τὴν ὑπὲρ πάντων ποιουμένῳ πρόνοιαν· οὐδεὶς γὰρ ἄν τῶν τοσούτων κακῶν καὶ τῆς ἐπικρατησάσης κατ’ ἐκεῖνον τὸν βίον ἀδικίας ἰατρὸς ἀξιόχρεως εὑρέθη. ἡ γοῦν πρόνοια μέχρι τῶν τῇδε διήκουσα πάνθ’ ὅσα ὑφ’ ὕβρεως καὶ ἀκολασίας ἀκόσμητα ἦν κατεκόσμησε ῥᾷστα. καὶ οὐδὲ τοῦτο ἀποκρύφως. ᾔδει γὰρ τοὺς μὲν τῶν ἀνθρώπων φρονήσει καὶ νῷ τὴν ἑαυτοῦ δύναμιν θεωροῦντας, τοὺς δὲ ἅτε τοῖς ἀλόγοις τῶν ζώων ἀπεικασμένους τὴν φύσιν μάλλον ταῖς αἰσθήσεσιν ἐπιβάλλοντας· διὸ φανερῶς, ἵνα μηδεὶς ἀμφιβάλλοι μὴ σπουδαῖος μὴ φαῦλος, τὴν εὐδαίμονα καὶ θαυμαστὴν θεραπείαν ὑπ’ ὄψιν ἦγεν, τοῖς μὲν παυσαμένοις τοῦ βίου ἀποκαθιστὰς τὸ ζῆν ἐκ δευτέρου, τοὺς δὲ ἐστερημένους τῶν αἰσθήσεων ὑγιῶς κελεύων πάλιν αἰσθάνεσθαι. στηρίξαι δὲ θάλασσαν καὶ νηνεμίαν ἐκ χειμῶνος ἐπιτάξαι, καὶ τέλος θαυμαστοῖς ἔργοις ἐπιχειρήσαντα καὶ ἐξ ἀπιστίας τοὺς ἀνθρώπους εἰς πίστιν ἰσχυρὰν προσκαλεσάμενον εἰς οὐρανὸν ἀναπτῆναι, τίνος ἄλλου πλὴν τοῦ θεοῦ τῆς τε ἐξοχωτάτης δυνάμεως ἔργον τοῦτο; οὐ μὴν οὐδὲ ὁ προσεχὴς τοῦ παθήματος καιρὸς τῶν θαυμαστῶν ἐκείνων θεαμάτων ἀλλότριος ἦν, ἡνίκα νύκτες ἡμερινὸν φῶς ἐπικαλύπτουσαι τὸν ἥλιον ἠφάνιζον· κατειλήφει γὰρ δέος τοὺς πανταχοῦ δήμους τὴν τῶν ἁπάντων πραγμάτων συντέλειαν ἥκειν, καὶ χάος αὖθις οἶον τὸ πρὸ τῆς τοῦ κόσμου διατάξεως ἐπικρατήσειν. ἐζητεῖτο δὲ καὶ τὸ αἴτιον τοῦ τηλικούτου κακοῦ, καὶ εἴ τι πλημμελὲς ὑπὸ τῶν ἀνθρώπων εἰς τὸ θεῖον γένοιτο, ἕως ὅτε ἡπίῳ μεγαλοψυχίᾳ τῆς τῶν ἀσεβῶν ὕβρεως ὑπερφρονήσας ἀποκαθίστησι τὸν οὐρανὸν σύμπαντα τῇ τῶν ἄστρων κατακοσμῶν χορείᾳ. τοιγάρτοι ποσῶς καὶ ἡ τοῦ κόσμου πρόσοψις σκυθρωπῶσα εἰς τὴν οἰκείαν αὖθις ἀποκαθίστατο φαιδρότητα.
Portanto, se alguém for indigno de uma vida virtuosa e tiver consciência de haver vivido de modo errôneo e desordenado, caso se arrependa e olhe para o divino com o olho da alma, purificado e tornado alheio ao antigo e péssimo modo de vida, e obtendo a cura que vem de Deus, viverá por toda a eternidade. Por isso, convém render graças a Deus, que o salvou e que salva a todos. E seriam salvos mais facilmente se com fé pura recebessem o tratamento da alma e não vacilassem, como aqueles que ora confiam a si mesmos aos remédios, ora fogem deles; mas suportando com firmeza e nobreza o remédio da justiça, da temperança e das demais virtudes. Nós, portanto, esforçamo-nos na medida do possível para encher de boa esperança aqueles que não são iniciados em tais discursos, invocando Deus como nosso auxiliar nessa tarefa; pois não é obra pequena...
...dirigir a mente dos nossos súditos, se porventura forem boas, à piedade; e se forem más e insensatas, conduzi-las ao oposto, tornando-os úteis em vez de inúteis. Alegrando-me, pois, com essas próprias ocupações e considerando obra de um homem bom louvar o Salvador, rejeito tudo o que o pior estado da fortuna nos impôs irracionalmente por um acidente de ignorância, considerando o arrependimento como a maior salvação. E eu teria desejado que esta revelação me tivesse sido dada há muito tempo, se porventura é bem-aventurado aquele que desde a juventude se firmou e se alegrou com o conhecimento das coisas divinas e com a beleza da virtude. Mas que isso tenha sido dito por nós com moderação; pois se, de fato, nem desde a primeira idade, nem desde os cueiros, como dizem, os homens virtuosos se tornam sábios, contudo é desejável se ao menos na idade madura alcançam a sabedoria. Para nós, nenhuma instrução vinda de homens jamais contribuiu, mas de Deus provêm todos os dons, quantos são estimados nos costumes e modos pelos que têm juízo. E tenho também, como defesa direta contra todo veneno que o maligno arquiteta, um escudo não medíocre: o conhecimento das coisas que agradam a Deus. Escolhendo a partir dele o que é útil para o discurso proposto, louvarei o Pai de todas as coisas. E Tu mesmo, auxiliando o esforço de nossa consagração, aproxima-te, Cristo, Salvador de todos, e adorna o discurso sobre a Tua virtude, guiando o modo de Te render reverência. E ninguém espere ouvir uma linguagem adornada com elegância de nomes e palavras; pois sei com precisão que a oratória efeminada e elaborada para o prazer desagrada aos que pensam retamente, quando os oradores cuidam mais do aplauso do que de uma sensata dissertação. Dizem, com efeito, alguns homens insensatos e ímpios, que o nosso Cristo foi condenado e que Ele próprio, a causa da vida para os viventes, foi privado da vida... Não é de admirar que aqueles que ousaram uma vez cometer impiedade não temam nem encubram a própria maldade. Mas aquilo ultrapassa toda insensatez: o julgarem ter convencido a si mesmos de que um Deus incorruptível foi forçado por um homem, ou de que a crueldade prevaleceu sobre a filantropia, sem sequer considerar que o que é magnânimo e...
...tolerante não é perturbado pela injúria, nem se afasta de sua firmeza natural sob o ultraje; mas sempre... torna-se superior aos agressores, quebrando a selvageria deles com a força da razão e da magnanimidade. Pois a filantropia de Deus propusera-se a apagar a injustiça e a elevar a decência e a justiça; por isso, tendo reunido os homens mais sábios, instituiu o mais belo e proveitoso ensinamento, a fim de que os bons e felizes imitassem a Sua própria providência sobre as coisas do mundo. E que bem maior alguém poderia mencionar do que Deus arbitrar a justiça e tornar semelhantes a Si mesmo os que são dignos de Sua instrução, para que, difundindo-se a bondade a todos, o ser feliz pertença aos homens por toda a eternidade? Esta é a venerável vitória, este é o verdadeiro poder, esta é a maior obra e a que mais convém: a moderação de todos os povos. E por todas estas coisas Te atribuímos os louvores da vitória, ó Salvador do universo; mas tu, ó maligna e vergonhosa blasfêmia, erguendo-te sobre mentiras, boatos e calúnias, enganas os jovens, convences os rapazes e aqueles homens que possuem um modo de ser infantil, afastando-os da adoração do Deus verdadeiro e erguendo estátuas às quais oram e prestam culto, de modo que, enganados, recebem a paga de sua própria insensatez. Pois culpam o autor de todos os bens, Cristo, Deus e Filho de Deus. Por meio d'Ele, o Deus é adorado dignamente, revestido de todo o poder e sobressaindo em toda a bondade, do qual também o louvor é maior e o milagre extraordinário, porque com a grandeza do poder não se valeu da vingança contra a injúria, mas perdoou os homens que pensam tolamente, considerando a tolice própria dos homens e o erro comum, enquanto Ele próprio, permanecendo em Sua própria escolha, em nada diminuiu de Sua filantropia inata. Ide, pois, ímpios (pois isso vos é permitido devido ao vosso pecado impune), para as matanças das vítimas sacrificiais, banquetes, festas e bebedeiras, fingindo religiosidade, mas praticando prazeres e licenciosidades, e simulando realizar sacrifícios, enquanto servis aos vossos próprios prazeres. Pois não conheceis bem nenhum...
...nem mesmo o primeiro mandamento do grande Deus, que ordena ao gênero humano e confia ao Filho governar a vida destes, para que os que viveram reta e sobriamente, conforme o julgamento do Filho, alcancem uma segunda vida, bem-aventurada e feliz. Eu, pois, expus o decreto de Deus a respeito do modo de viver dos homens, não por ignorar, como a maioria, nem por conjectura... do Filho, e qual é a Sua geração, se é que, sendo Deus um só, é alheio a toda mistura? Mas é preciso conceber a geração como sendo dupla: uma por procriação, esta que é conhecida de todos, e outra proveniente de uma causa eterna, cuja razão, pela providência de Deus, é contemplada pelo homem que Lhe é amigo; pois o sábio conhecerá a causa da ordenação do universo. Não havendo, pois, nada sem causa, é necessário que a causa dos seres preexista a eles. Sendo, portanto, o mundo e o que nele há, e sendo também a salvação deles, é necessário que o Salvador de todas as coisas preexista; de modo que Cristo é a causa da salvação, e a salvação dos seres é o efeito, assim como o pai é a causa do filho, e o filho é o efeito. E que Ele preexiste, creio ter sido suficientemente demonstrado. Mas como desceu aos homens e à terra? O propósito de Sua descida, conforme os profetas predisseram, é o cuidado do universo; pois é necessário que o Criador cuide de Suas obras. E como haveria de se aproximar de um corpo físico e passar tempo na terra, exigindo isso a necessidade, planejou para Si mesmo uma geração incomum; pois houve concepção sem matrimônio, o parto de uma virgem pura [e a jovem mãe de Deus], e o início temporal de uma natureza eterna e inteligível, e o restante da manifestação: uma pomba resplandecente, voando da arca de Noé, pousou no seio da Virgem. E consequentes foram também as coisas que seguiram aquela união intangível, mais pura do que toda castidade e superior à própria temperança, a sabedoria de Deus desde os cueiros...
...o Jordão, provedor dos batismos, que recuou diante d'Ele com reverência, e além disso a unção real consonante com a sabedoria de todos, e uma instrução e poder que realizam coisas extraordinárias e curam o incurável, e a confirmação rápida e desimpedida das orações humanas, e, em suma, toda a Sua vida em favor dos homens; e um ensinamento que instrui não na prudência mundana, mas na sabedoria divina, não aprendendo os discípulos as chamadas virtudes políticas, mas aquelas que conduzem às sendas do mundo inteligível, esforçando-se pela contemplação daquele gênero que permanece sempre idêntico e exercitando-se no pensamento do grandioso Pai. Os Seus benefícios, de fato, não foram pequenos: em lugar da cegueira, a visão; em lugar da paralisia, o vigor; em lugar da morte, o restabelecimento da vida. Deixo de lado a abundante provisão do necessário no deserto, e como, com poucos alimentos de toda sorte, produziu fartura para grandes multidões por muito tempo. Esta ação de graças Te prestamos, na medida do possível, ó Cristo, Deus e Salvador, máxima providência do grande Pai, a Ti que nos salvas dos males e ensinas a doutrina mais bem-aventurada. Digo estas coisas não para Te tecer elogios, mas para Te render graças. Pois que homem Te louvaria dignamente? Pois a Ti, que és o Verbo, cabe ter gerado as coisas que existem a partir das que não existiam, e ter acendido para elas a luz, e ter ordenado a desordenada confusão dos elementos com ordem e medida. E o que há de extraordinário em Tua filantropia está em teres feito os homens de boa índole imitadores de uma vida divina e bem-aventurada, e em fazê-los compreender como, tendo-se tornado mercadores dos verdadeiros bens, poderiam compartilhar com muitos outros a sua sabedoria e convivência, colhendo eles próprios o fruto eterno da virtude, livres da licenciosidade e participantes da filantropia, tendo a compaixão diante dos olhos e defendendo a fé, abraçando a modéstia e toda espécie de virtude, a qual a vida anterior havia banido dos costumes humanos — o que outrora se tornou a causa, ou melhor, a necessidade para a descida do Salvador que exerce providência sobre todos; pois ninguém teria sido encontrado como médico adequado para tamanhos males e para a injustiça que prevalecia naquela vida.
...A Providência, portanto, estendendo-se até as coisas daqui, ordenou com extrema facilidade tudo o que a violência e a licenciosidade haviam desordenado. E isso não foi feito às ocultas. Pois sabia que alguns homens contemplavam o Seu poder com a mente e o entendimento, ao passo que outros, assemelhados por natureza aos animais irracionais, apegavam-se mais aos sentidos; por isso, publicamente, para que ninguém duvidasse, fosse bom ou mau, colocou sob os olhos de todos a feliz e maravilhosa cura, restituindo pela segunda vez a vida aos que já haviam falecido, e ordenando aos privados de seus sentidos que voltassem a sentir com saúde. E acalmar o mar e ordenar a bonança após a tempestade, e finalmente, tendo realizado obras admiráveis e convidado os homens da incredulidade para uma fé firme, elevar-se ao céu, de quem mais seria esta obra senão de Deus e de Seu poder supremo? Com efeito, nem mesmo o tempo imediatamente próximo ao Seu sofrimento esteve alheio àqueles espetáculos admiráveis, quando trevas cobrindo a luz do dia ocultaram o sol; pois o temor havia se apoderado dos povos de toda parte de que o fim de todas as coisas houvesse chegado, e de que o caos, tal como era antes da ordenação do mundo, voltasse a imperar. E buscava-se também a causa de tão grande mal, e se alguma ofensa contra a divindade havia sido cometida pelos homens, até que Ele, com suave magnanimidade desdenhando a insolência dos ímpios, restaurou todo o céu, adornando-o com o coro dos astros. Por conseguinte, também o aspecto do mundo, que antes se mostrava sombrio, foi restabelecido em sua própria radiância.